37
ἀποπηδώντων; ∆ιὰ τοῦτο καὶ ὁ προφήτης περὶ τρυφῆς καὶ πλούτου καὶ τῶν τοιούτων διαλεγόμενος, καὶ σκώπτων εἰς τοὺς πρὸς αὐτὰ κεχηνότας ὡς διαμένοντα, φησίν· Ὡς ἑστῶτα ἐλογίσαντο ταῦτα, καὶ οὐχ ὡς φεύγοντα. Οὐκ εἶπεν, οὐ παρερχόμενα, ἀλλ' ὃ πολλῷ μεῖζόν ἐστιν, Ὡς φεύγοντα· οὐδὲ γὰρ ἠρέμα ἀναχωρεῖ, ἀλλὰ μετὰ πολλοῦ τοῦ τάχους. Ἀλλ' οὐχ ὁ πατριάρχης οὕτως, ἀλλὰ πάντα ταῦτα ἀφεὶς, πρὸς τὰς ἐπαγγελίας τὰς παρὰ τοῦ Θεοῦ μόνον ἔβλεπε, προοδοποιῶν ἡμῖν πρὸς τὴν τῶν μελλόντων πίστιν, ἵν', ὅταν ἐπαγγέλληταί σοι ὁ Θεὸς τὰ μέλλοντα καὶ οὐχ ὁρώμενα, μὴ λέγῃς, ὅτι ἄδηλά ἐστιν ἐκεῖνα καὶ ἀφανῆ. Τὰ γὰρ ἄδηλα ἐκεῖνα τούτων ἐστὶ σαφέστερα τῶν ὁρωμένων, ἐὰν τοὺς τῆς πίστεως ἔχωμεν ὀφθαλμούς. Εἰ γὰρ καὶ μὴ ἑωράκαμεν αὐτὰ, ἀλλ' ὁ Θεὸς αὐτὰ ἐπηγγείλατο καὶ ὑπέσχετο. Ὅταν ὁ Θεὸς ἐπαγγέλληται, οὐδεμία μεταβολὴ τῶν ὑποσχέσεων ἅπτεται· ὥστε ἐκεῖνα μάλιστα μένει καὶ πέπηγεν ἐν τῇ χειρὶ τοῦ Θεοῦ. Ἐκ γὰρ τῆς χειρὸς τοῦ Θεοῦ ἁρπάζειν οὐδεὶς δύναται, φησίν. Ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός μου οὐδεὶς δύναται. Ἐπεὶ οὖν οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Θεοῦ, ἐν δήλῳ μένει θησαυρῷ διαπαντός. Ταῦτα δὲ παντοίαις μεταβολαῖς ὑπόκειται καὶ τροπαῖς· διὰ τοῦτο πολλάκις τὸν μὲν πόνον αὐτῶν ὑπομένομεν, τοῦ δὲ τέλους αὐτῶν ἀποστερούμεθα. Ἐπὶ δὲ τῶν ἐλπίδων ἐκείνων οὐκ ἔνι τοῦτο, ἀλλὰ τὸν πονέσαντα πάντως δεῖ καὶ τῶν στεφάνων ἐπιτυχεῖν. Ἡ γὰρ ἐλπὶς οὐ καταισχύνει. Θεοῦ γάρ ἐστιν ὑπόσχεσις, καὶ τὸν ὑποσχόμενον μιμεῖται τὰ δῶρα. Ἀφεὶς τοίνυν τὰ ἄδηλα, κάτεχε τὰ φαινόμενα· τὰ γὰρ φαινόμενα οὐ τὰ παρόντα ἐστὶν, ἀλλὰ τὰ μέλλοντα. Εἰ δέ τινες, πρὸς τὰ παρόντα ἐπτοημένοι, τῶν μελλόντων ὑπερορῶσιν, ἐπειδὴ ἀσθενέστεροί εἰσι τοῦ ὕψους τῆς ἐλπίδος ἐκείνης, διὰ τοῦτο ὑπερορῶσιν, οὐκ ἐπειδὴ ἀφανῆ ταῦτά ἐστι καὶ ἄδηλα. Σκόπει γοῦν τὴν φιλοσοφίαν τοῦ δικαίου. Ὁ Θεὸς ἐπηγγείλατο αὐτῷ αἰσθητὰ πράγματα, καὶ αὐτὸς νοητὰ ἐζήτει. Καὶ ποῦ ὁ Θεὸς αἰσθητὰ αὐτῷ ἐπηγγείλατο, αὐτὸς δὲ νοητὰ ἤθελεν; Ἔξελθε, φησὶν, ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω. Αἰσθητὴ καὶ ἡ προτέρα γῆ, καὶ ἡ μέλλουσα δίδοσθαι ὕστερον. Τί οὖν αὐτός; Μᾶλλον δὲ μὴ αὐτοῦ ἀκούσωμεν, ἀλλὰ Παύλου περὶ αὐτοῦ λέγοντος, ἵνα μάθωμεν ὅτι οὐ πρὸς ταύτην ἔβλεπε τὴν γῆν, εἰ καὶ ταύτην ἐπηγγείλατο ὁ Θεὸς, ἀλλὰ τὰ παρόντα ἀφεὶς, πρὸς τὰ μέλλοντα ἐκεχήνει. Τί οὖν ὁ Παῦλός φησι; Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, περὶ Ἀβραὰμ λέγων, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, καὶ τῶν δικαίων ἁπάντων. Οὐδὲ γὰρ Ἀβραὰμ μόνος, ἀλλὰ πάντες τῆς αὐτῆς ἦσαν φιλοσοφίας κοινωνοί. Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ 54.627 πόῤῥωθεν αὐτὰς ἰδόντες. Τί λέγεις; οὐκ ἐκομίσατο τὰς ἐπαγγελίας ὁ Ἀβραὰμ, οὐδὲ ἦλθεν εἰς τὴν Παλαιστίνην; Ψεῦδος οὖν τὰ εἰρημένα; Οὐχὶ, φησίν. Ἦλθε μὲν γὰρ εἰς τὴν Παλαιστίνην, οὐ πρὸς ταύτην δὲ ἔβλεπε τὴν ἐπαγγελίαν, ἀλλ' ἑτέρας ἐπεθύμει τῆς ἐν οὐρανοῖς, καὶ τῶν παρόντων ξένον ἑαυτὸν ἐνόμιζεν εἶναι ἁπάντων. Ὅπερ οὖν καὶ αὐτῷ μαρτυρῶν ὁ Παῦλος ἐπήγαγε· Καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσι. Ξένος ὁ πατρίδα λαβὼν, εἰπέ μοι, καὶ χώραν τοσαύτην; Ναὶ, φησίν· οὐ γὰρ πρὸς ταύτην, ἀλλὰ πρὸς τὸν οὐρανὸν ἔβλεπεν. Οἱ γὰρ ταῦτα λέγοντες ἐμφανίζουσιν, ὅτι ἑτέραν πατρίδα ζητοῦσιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεὸς, ἐκείνην τὴν ἐπουράνιον Ἱερουσαλὴμ, τὴν ἄνω. Εἶδες πῶς ἐπηγγείλατο αὐτῷ ὁ Θεὸς αἰσθητά; πῶς ἐκεῖνος τὴν ἄνω Ἱερουσαλὴμ ἐζήτει; Οἱ γὰρ ταῦτα λέγοντες, φησὶν, ἐμφανίζουσιν ὅτι πατρίδα ζητοῦσι. Καὶ εἰ μὲν ἐκείνης ἐμέμνηντο, ἀφ' ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι· νυνὶ δὲ ἑτέρας κρείττονος ὀρέγονται, τουτέστιν, ἐπουρανίου. Οὐκοῦν αἰσθητὴ μὲν ἡ ὑπόσχεσις, νοητὴ δὲ ἡ ἐπιθυμία τοῦ δικαίου, ἀπεναντίας ἡμῖν. Ἐκείνῳ μὲν γὰρ ἐπηγγείλατο τὴν Παλαιστίνην, ὁ δὲ περιεβλέπετο τὸν οὐρανόν· ἡμῖν δὲ