1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

11

ταῦτα ἐργασαμένου Θεοῦ· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν.

ΛΟΓΟΣ ∆ʹ. Ὅτι δουλείας τρόπους τρεῖς εἰσήγαγεν ἡ ἁμαρτία· καὶ πρὸς τοὺς ῥᾳθύμως

ἀκούοντας, καὶ μὴ τιμῶντας γονεῖς. αʹ. Ἠκούσατε χθὲς, πῶς μὲν ἐποίησε βασιλέα καὶ ἄρχοντα τῶν θηρίων τὸν ἄνθρωπον ὁ Θεὸς, πῶς δὲ αὐτὸν εὐθὺς τῆς βασιλείας ἐξέβαλε· μᾶλλον δὲ οὐχ ὁ Θεὸς, ἀλλ' αὐτὸς ἑαυτὸν διὰ τῆς παρακοῆς ἐξέβαλε τῆς τιμῆς. Τὸ μὲν γὰρ τυχεῖν τῆς βασιλείας, τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐγένετο μόνης. Οὐ γὰρ κατορθωμάτων αὐτῷ ταύτην ἔδωκε τὴν ἀμοιβὴν, ἀλλὰ καὶ πρὶν ἢ γενέσθαι, ἐκόσμησε τῇ τιμῇ. Ἵνα γὰρ μὴ λέγῃς, ὅτι μετὰ ταῦτα γενόμενος ὁ ἄνθρωπος, εἶτα πολλὰ κατορθώσας, οὕτως ἐπεσπάσατο τὸν Θεὸν εἰς τὸ δοῦναι αὐτῷ τὴν τῶν θηρίων ἀρχὴν, μέλλων αὐτὸν διαπλάττειν περὶ τῆς ἀρχῆς αὐτοῦ διαλέγεται οὕτω λέγων· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν, καὶ ἀρχέτωσαν τῶν θηρίων τῆς γῆς. Πρὸ τῆς ζωῆς ἡ τιμὴ, πρὸ τῆς δημιουργίας ὁ στέφανος, καὶ πρὶν ἢ γενέσθαι, ἐπὶ τὸν βασιλικὸν ἀνάγεται θρόνον. Ἄνθρωποι μὲν γὰρ τοὺς ὑποκειμένους αὐτοῖς ἐν ἐσχάτῳ γήρᾳ μετὰ πολλοὺς πόνους καὶ μυρίους κινδύνους, τοὺς ἐν εἰρήνῃ, τοὺς ἐν πολέμοις, τότε τιμῶσιν· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλ' εὐθέως γενόμενον αὐτὸν ἐπὶ τὴν τιμὴν ταύτην ἤγαγε, δεικνὺς ὅτι οὐ κατορθωμάτων ἐστὶν ἀμοιβὴ τὸ γινόμενον, ἀλλὰ θεία χάρις, καὶ οὐκ ὀφειλή. Τὸ μὲν οὖν λαβεῖν αὐτὸν τὴν ἀρχὴν, ἀπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐγένετο μόνης· τὸ δὲ ἐκπεσεῖν τῆς ἀρχῆς, ἀπὸ τῆς αὐτοῦ ῥᾳθυμίας. Ὥσπερ γὰρ οἱ βασιλεῖς τοὺς οὐχ ὑπακούοντας τοῖς αὐτῶν προστάγμασι παραλύουσι τῆς ἀρχῆς· οὕτω καὶ ὁ Θεὸς ἐποίησεν ἐπὶ τοῦ ἀνθρώπου, τότε παραλύσας αὐτὸν τῆς ἀρχῆς. Ἀναγκαῖον δὲ σήμερον εἰπεῖν, πόσην καὶ ἄλλην τιμὴν ἡ τῆς ἁμαρτίας παρείλετο φύσις, καὶ ὅσους δουλείας εἰσήγαγε 54.594 τρόπους, ὥσπερ τις τύραννος ἐν πολυτρόποις δεσμοῖς, ταῖς παντοδαπαῖς ἀρχαῖς τὴν ἡμετέραν δεσμεύουσα φύσιν. Ἔστι τοίνυν ἀρχὴ καὶ δουλεία πρώτη, καθ' ἣν καὶ γυναικῶν οἱ ἄνδρες κρατοῦσι· μετὰ γὰρ τὴν ἁμαρτίαν ἡ ταύτης ἐγένετο χρεία. Πρὸ γὰρ τῆς παρακοῆς ὁμότιμος ἦν τῷ ἀνδρί· καὶ γὰρ ὅτε ταύτην διέπλαττεν ὁ Θεὸς, οἷς ἐχρήσατο ῥήμασι καὶ ἐπὶ τῆς διαπλάσεως τοῦ ἀνδρὸς, τούτοις καὶ ἐπὶ τῆς δημιουργίας τῆς γυναικός. Ὥσπερ οὖν εἶπεν ἐπ' ἐκείνῳ, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν, καὶ οὐκ εἶπε, Γενηθήτω ἄνθρωπος· οὕτω καὶ ἐπὶ ταύτης οὐκ εἶπε, Γενηθήτω γυνὴ, ἀλλὰ καὶ ἐνταῦθα, Ποιήσωμεν αὐτῷ βοηθόν· καὶ οὐχ ἁπλῶς βοηθὸν, ἀλλὰ, Κατ' αὐτὸν, πάλιν τὸ ὁμότιμον δηλῶν. Ἐπειδὴ γὰρ πολλὴν εἰς τὴν τῆς ζωῆς ἡμῶν χρείαν τὰ ἄλογα τὴν τῆς βοηθείας εἰσήγαγε κοινωνίαν, ἵνα μὴ τῶν δούλων νομίσῃς εἶναι καὶ τὴν γυναῖκα, ὅρα πῶς ποιεῖ τὴν διάκρισιν φανεράν. Ἤγαγε τὰ θηρία, φησὶν, ἐνώπιον τοῦ Ἀδὰμ, καὶ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ κατ' αὐτόν. Τί οὖν; ὁ ἵππος οὐ βοηθὸς, συμπαραταττόμενος ἐν τοῖς πολέμοις; ὁ βοῦς οὐ βοηθὸς, ἄροτρον ἕλκων καὶ συγκάμνων ἡμῖν ἐν ταῖς τῶν σπερμάτων καταβολαῖς; ὄνος καὶ ἡμίονος οὐ βοηθοὶ, πρὸς τὴν τῶν ἀγωγίμων ἡμῖν συμπράττοντες μετακομιδήν; Ἀλλ' ἵνα μὴ τοῦτο λέγῃς, διὰ τοῦτο ἀκριβῆ ποιεῖται τὴν διαίρεσιν. Οὐδὲ γὰρ εἶπεν ἁπλῶς, ὅτι οὐχ εὑρέθη αὐτῷ βοηθὸς, ἀλλ' ὅτι Οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. Οὕτω καὶ ἐνταῦθα, Ποιήσωμεν αὐτῷ βοηθὸν, οὐχ ἁπλῶς, ἀλλὰ, Ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτὸν, εἶπε. Ταῦτα δὲ πρὸ τῆς ἁμαρτίας· μετὰ δὲ τὴν ἁμαρτίαν, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Ἐποίησά σε, φησὶν, ὁμότιμον· οὐκ ἐχρήσω καλῶς τῇ ἀρχῇ· μετάβηθι πρὸς τὴν