1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

2

Ἐπειδὴ τοῦτο καλὸν ἐφάνη καὶ δίκαιον, ἴσον ἐμοὶ κακὸν καὶ ὁμοίως ἄτα κτον, πάντας τε ἄρχειν ἐθέλειν, καὶ μηδένα δέχε σθαι· ὡς, εἴ γε πάντες φεύγοιεν ταύτην τὴν εἴτε λειτουργίαν χρὴ λέγειν, εἴτε ἡγεμονίαν, χωλεύοι ἂν τῷ μεγίστῳ μέρει, καὶ οὐδ' ἂν καλὸν ἔτι μένοι τὸ κα λὸν τῆς Ἐκκλησίας πλήρωμα. Ποῦ δ' ἂν ἔτι καὶ παρὰ τίνων θρησκεύοιτο ἡμῖν ὁ Θεὸς τὰ μυστικὰ καὶ ἄνω φέροντα, ὃ δὴ μέγιστόν ἐστι τῶν ἡμετέρων καὶ τιμιώτατον, οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος ἄρ χοντος, οὐδὲ ἱερατείας, οὐδὲ θυσίας, οὐδ' ὅσα ὡς μέ γιστα ἐπὶ μεγάλοις τοῖς πταίσμασιν, οἱ πάλαι ἀπειθεῖς κατεκρίθησαν;

Εʹ. Ἀλλ' οὐδὲ ξένον τι καὶ ἀπὸ τρόπου τοῖς πολ λοῖς τὰ θεῖα φιλοσοφοῦσιν ἐπὶ τὸ ἄρχειν ἀναβαί νειν ἀπὸ τοῦ ἄρχεσθαι, οὐδὲ ἔξω τῶν νενομισμένων τῆς φιλοσοφίας ὅρων, καὶ φέρον εἰς ὄνειδος· ὥσ περ οὐδὲ ναύτῃ τῶν εὐδοκίμων τὸ πρωρατεῦσαι, καὶ πρωρεῖ καλῶς τοὺς ἀνέμους τηρήσαντι τὸ πιστευθῆ ναι τοὺς οἴακας· εἰ δὲ βούλει, στρατιώτῃ γενναίῳ τὸ ταξιαρχῆσαι, καὶ ταξιάρχῃ καλῷ τὸ στρατηγῆσαί τε καὶ πολέμου παντὸς ἡγεμονίαν ἐγχειρισθῆναι. Οὐ μὴν οὐδ', ὅπερ ἂν ὑπολάβοι τις ἴσως τῶν πάντα ἀτό πων καὶ μοχθηρῶν, οἳ κρίνουσι τὰ τῶν ἄλλων τοῖς οἰ κείοις πάθεσιν, ᾐσχύνθην τοῦ βαθμοῦ τὴν τάξιν ἐπι θυμίᾳ τῆς μείζονος· οὐχ οὕτως ἐγὼ ἢ τοῦ θείου μεγέθους, ἢ τῆς ἀνθρωπίνης ταπεινώσεως ἄπειρος, 35.413 ὡς μὴ μέγα νομίζειν πάσῃ γενητῇ φύσει, καὶ ὁπωσ οῦν πλησιάζειν Θεῷ τῷ μόνῳ φανοτάτῳ καὶ λαμ προτάτῳ, καὶ ὑπερέχοντι πάσης ὑλικῆς τε καὶ ἀΰλου φύσεως καθαρότητι.

ςʹ. Τί οὖν ἐστιν ὃ πέπονθα; καὶ τίς ὁ λόγος τῆς ἐμῆς ἀπειθείας; Οὐδὲ γὰρ ἔδοξα τοῖς πολλοῖς ἐν ἐμαυτῷ τότε μένειν, οὐδ' εἶναι ὥσπερ ἐγινωσκό μην, ἀλλ' ἕτερος ἐξ ἑτέρου τις γεγονέναι, καὶ πλέον ἢ καλῶς εἶχεν ἀντιτείνειν καὶ αὐθαδιάζεσθαι. Τούτου δὴ τὰς αἰτίας ἀκούοιτ' ἂν ἤδη πάλαι ποθοῦν τες. Μάλιστα μὲν τῷ ἀδοκήτῳ πληγεὶς, ὥσπερ οἱ τοῖς αἰφνιδίοις τῶν ψόφων καταπλαγέντες, οὐ κατέσχον τοὺς λογισμούς· καὶ διὰ τοῦτο ἔλυσα τὴν αἰδῶ, πάντα τὸν χρόνον ταύτῃ συνειθισμένος. Ἔπειτά μέ τις ὑπεισῄει ἔρως τοῦ καλοῦ τῆς ἡσυχίας καὶ τῆς ἀναχωρήσεως· ἧς ἐραστὴς γενόμενος ἐξ ἀρχῆς, ὡς οὐκ οἶδ' εἴ τις ἄλλος τῶν περὶ λόγους ἐσπου δακότων, καὶ ἣν ἐν τοῖς μεγίστοις καὶ χαλεπω τάτοις κινδύνοις καθυποσχόμενος τῷ Θεῷ, καί τι καὶ προσαψάμενος ταύτης, ὅσον ἐν προθύροις γενέ σθαι, καὶ πλείονά μοι τὸν πόθον ἐξαφθῆναι διὰ τῆς πείρας, οὐκ ἤνεγκα τυραννούμενος καὶ εἰς μέ σους τοὺς θορύβους ὠθούμενος, καὶ οἷον ἀπὸ ἱεροῦ τι νος ἀσύλου τοῦ βίου τούτου πρὸς βίαν ἀποσπώ μενος.

Ζʹ. Οὐδὲν γὰρ ἐδόκει μοι τοιοῦτον οἷον μύσαντα τὰς αἰσθήσεις, ἔξω σαρκὸς καὶ κόσμου γενόμενον, εἰς ἑαυτὸν συστραφέντα, μηδενὸς τῶν ἀνθρωπίνων προσ απτόμενον, ὅτι μὴ πᾶσα ἀνάγκη, ἑαυτῷ προσλαλοῦν τα καὶ τῷ Θεῷ, ζῇν ὑπὲρ τὰ ὁρώμενα, καὶ τὰς θείας ἐμφάσεις ἀεὶ καθαρὰς ἐν ἑαυτῷ φέρειν ἀμιγεῖς τῶν κάτω χαρακτήρων καὶ πλανωμένων, ὄντως ἔσοπτρον ἀκηλίδωτον Θεοῦ καὶ τῶν θείων καὶ ὂν καὶ ἀεὶ 35.416 γινόμενον, φωτὶ προσλαμβάνοντα φῶς, καὶ ἀμαυρο τέρῳ τρανότερον, ἤδη τὸ τοῦ μέλλοντος αἰῶνος ἀγαθὸν ταῖς ἐλπίσι καρπούμενον, καὶ συμπεριπολεῖν ἀγ γέλοις, ἔτι ὑπὲρ γῆς ὄντα καταλιπόντα τὴν γῆν, καὶ ὑπὸ τοῦ πνεύματος ἄνω τιθέμενον. Εἴ τις ὑμῶν τούτῳ τῷ ἔρωτι κάτοχος, οἶδεν ὃ λέγω, καὶ τῷ τότε πάθει συγγνώσεται· τοὺς γὰρ πολλοὺς οὐδ' ἂν πείσαιμι λέγων ἴσως, ὅσοις καὶ ἐν γέλωτι τὸ πρᾶγμα δοκεῖ, κακῶς διατεθεῖσιν εἴτε ὑπὸ τῆς ἰδίας αὐτῶν ἀνοίας, εἴτε ὑπὸ τῶν ἀναξίων τοῦ ἐπαγγέλματος· οἳ πράγματι καλῷ κακὸν περι τεθείκασιν ὄνομα, τῇ φιλοσοφίᾳ τὴν κενοδοξίαν, συν εργὸν λαβόντες τὸν φθόνον καὶ τὴν τῶν πολλῶν κα κίαν πρὸς τὸ χεῖρον οὖσαν ἑτοιμοτέραν· ἵν' ἕν γέ τι πάντως αὐτοῖς ἁμαρτάνηται, ἢ τὸ κακὸν ἐνερ γούμενον, ἢ τὸ καλὸν ἀπιστούμενον.