1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

15

ΝΗʹ. Ἔνθεν δὲ ὁ θεῖος Μιχαίας οὐ φέρων οἰκοδομουμένην Σιὼν ἐν αἵμασιν, ὁποτέροις βούλει, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις, τῶν ἡγουμένων αὐτῆς μετὰ δώρων κρινόντων, καὶ τῶν ἱερέων μισθοῦ ἀπο κρινομένων, καὶ τῶν προφητῶν μετὰ ἀργυρίου μαν τευομένων· ἀνθ' ὧν τί γενήσεσθαι; Σιὼν ὡς ἀγρὸν ἀροτριαθήσεσθαι, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσεσθαι, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς 35.469 ἄλσος δρυμοῦ λογισθήσεσθαι· θρηνῶν τε τὴν ἐρημίαν τῶν κατορθούντων, ὡς μόλις που καλάμην ὑπο λείπεσθαι ἢ ἐπιφυλλίδα· ὁπότε καὶ τὸν ἄρχοντα αἰτεῖν, καὶ τὸν κριτὴν λόγους πρὸς χάριν λαλεῖν, καὶ σχεδὸν τὰ αὐτὰ τῷ μεγάλῳ ∆αβὶδ φθεγγόμενος· Σῶ σόν με, Κύριε, λέγοντι, ὅτι ἐκλέλοιπεν ὅσιος· ἐξ οὗ καὶ τὰ ἀγαθὰ ἐπιλείψειν αὐτοὺς, ὡς ὑπὸ σητὸς δαπανώμενα.

ΝΘʹ. Ἰωὴλ δὲ ἡμῖν καὶ θρῆνον διακελεύεται, καὶ κόπτεσθαι βούλεται τοὺς λειτουργοῦντας τῷ θυσιαστηρίῳ, λιμοῦ πιέζοντος· τοσοῦτον ἀπέχει τρυ φᾷν ἐπιτρέπειν ἐν τοῖς τῶν ἄλλων κακοῖς· καὶ πρὸς τῷ ἁγιάζειν νηστείαν, καὶ κηρύσσειν θεραπείαν, συναγαγεῖν πρεσβυτέρους, νήπια, ἡλικίας ἐλεεινὰς, ἔτι καὶ αὐτοὺς τὸ ἱερὸν καταλαβόντας ἐν σποδῷ καὶ σάκκοις, καὶ λίαν ταπεινῶς κατὰ γῆς ἐῤῥιμμέ νους, διότι τεταλαιπωρήκει πεδία τῇ ἀκαρπίᾳ, καὶ ἐξῆρτο ἐξ οἴκου Κυρίου σπονδὴ καὶ θυσία, ἕλκειν τῇ ταπεινώσει τὸν ἔλεον.

Ξʹ. Τί δαὶ ὁ Ἀμβακούμ; Οὗτος μὲν καὶ θερ μοτέρων ἅπτεται λόγων, καὶ πρὸς αὐτὸν ἀποδυσπετεῖ τὸν Θεὸν, καὶ οἷον καταβοᾷ τοῦ χρηστοῦ δεσπό του διὰ τὴν τῶν κριτῶν ἀδικίαν· Ἕως τίνος, Κύριε, κεκράξομαι, λέγων, καὶ οὐ μὴ εἰσακούσεις; βοήσομαι πρὸς σὲ ἀδικούμενος, καὶ οὐ σώσεις; Ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους, ἐπιβλέ πειν ἐπὶ ταλαιπωρίαν καὶ ἀσέβειαν; Ἐξ εναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει. ∆ιὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα. Εἶτα ἡ ἀπειλὴ, καὶ τὰ ἐπὶ τούτοις· Ἴδετε, οἱ καταφρονηταὶ, καὶ ἐπιβλέψατε, καὶ θαυμάσατε θαυμάσια, καὶ ἀφα νίσθητε, διότι ἔργον ἐγὼ ἐργάζομαι. Καὶ τί χρὴ πάντα ἐπιφέρειν τὰ τῆς ἀπειλῆς; Ἀλλὰ μικρὸν ἔμπροσθεν· τοῦτο γάρ μοι δοκεῖ βέλτιον εἶναι προσθεῖναι τοῖς εἰρημένοις· πολλοὺς ἀνακαλε σάμενος καὶ ἀποκλαυσάμενος τῶν περί τι ἀδίκων καὶ πονηρῶν, τέλος ἀνακαλεῖται καὶ τοὺς τῆς μοχθηρίας ἡγεμόνας καὶ διδασκάλους, ἀνατροπὴν μὲν 35.472 θολερὰν τὴν κακίαν ἀποκαλῶν καὶ τοῦ νοῦ μέθην καὶ πλάνην· ποτίζεσθαι δὲ λέγων τούτοις ὑπ' αὐτῶν τοὺς πλησίον, ὅπως ἐπιβλέπωσιν ἐπὶ τὸ σκότος αὐτῶν τῆς ψυχῆς, καὶ τὰ σπήλαια ἑρπετῶν καὶ θηρίων, λογισμῶν πονηρῶν οἰκητήρια. Οὗτοι μὲν δὴ τοιοῦτοι, καὶ μετὰ τοιούτων ἡμῖν διαλεγόμενοι τῶν παιδευμά των.

ΞΑʹ. Μαλαχίαν δὲ πῶς παριδεῖν ἄξιον; νῦν μὲν ἐγκα λοῦντα πικρῶς τοῖς ἱερεῦσι, καὶ ὀνειδίζοντα ὡς τὸ ὄνομα Κυρίου φαυλίζουσι· καὶ προστιθέντα ἐν τίσιν, ἐν τῷ προσάγειν πρὸς τὸ θυσιαστήριον ἄρτους ἠλισγημένους, βρώματα οὐκ ἀπάργματα, καὶ ἃ μηδ' ἂν τῶν ἡγουμένων τινὶ προσενέγκοιεν, ἢ ἀτιμασθεῖεν ἂν προσενεγκόντες, ταῦτα προσφέρειν τῷ βασιλεῖ τῶν ὅλων εὐχὴν εὐξαμένους, χωλὰ, καὶ ἄῤῥωστα, καὶ διεφθαρμένα, καὶ βέβηλα παντελῶς, καὶ ἀπόπτυστα· νῦν δὲ τῆς πρὸς τοὺς Λευΐτας τοῦ Θεοῦ διαθήκης ὑπομιμνήσκοντα, (ἡ δὲ ἦν τῆς ζωῆς καὶ τῆς εἰρήνης), καὶ φόβῳ φοβεῖσθαι τὸν Κύριον, καὶ ἀπὸ προσώπου τοῦ ὀνόματος αὐτοῦ στέλλε σθαι. Νόμος, φησὶν, ἦν ἀληθείας ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀδικία οὐχ εὑρέθη ἐν τοῖς χείλεσιν αὐτοῦ. Ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη μετ' ἐμοῦ, καὶ πολλοὺς ἐπέστρεψεν ἐξ ἀδικίας, ὅτι χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ νό μον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ. Καὶ ἡ αἰτία ὡς τιμία τε ἅμα καὶ φοβερά! διότι ἄγγελος Κυρίου παντοκράτορός ἐστι. Καὶ παραιτοῦμαι μὲν τῶν ἐπὶ τούτοις ἀρῶν τὸ βλάσφημον· φο βοῦμαι δὲ τὴν ἀλήθειαν· ἀλλ' ὃ μέτριόν τε ἅμα εἰπεῖν καὶ συμφέρον· Εἰ ἔτι ἄξιον,