1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

11

ΜΓʹ. Καὶ διὰ τοῦτο ῥᾷον ἄρτι καινοτομεῖν ἀλήθειαν ψυχῇ, ὥσπερ κηρὸν οὔπω κεχαραγμένον, ἢ γράφειν κατὰ γραμμάτων, πονηρῶν λέγω διδαγμάτων τε καὶ δογμάτων, εὐσεβῆ λόγον, ὡς συγχεῖσθαι καὶ ἀτακτεῖν τοῖς προτέροις τὰ δεύτερα. Ὁδὸν μὲν γὰρ πατεῖν ἄμεινον τὴν λείαν καὶ τετριμμένην ἢ τὴν ἀτριβῆ καὶ τραχεῖαν, καὶ γῆν ἀροῦν ἣν πολ λάκις ἄροτρον ἔτεμεν καὶ ἡμέρωσεν· ψυχὴν δὲ γρά φειν, ἣν οὔπω λόγος ἐχάραξε μοχθηρὸς, οὐδὲ εἰς βάθος τὰ τῆς κακίας ἐνεσημάνθη γράμματα· δύο γὰρ ἂν οὕτω τὰ ἔργα γίνοιντο τῷ θεοσεβεῖ καλ λιγράφῳ, ἐξαλείφειν τε τοὺς προτέρους τύπους, καὶ μετεγγράφειν τοὺς δοκιμωτέρους τε καὶ τοῦ μένειν ἀξιωτέρους. Τοσοῦτοι μὲν δὴ καὶ κατὰ τὰ λοιπὰ πάθη, καὶ κατὰ τὸν λόγον αὐτὸν, οἱ πονηροὶ καὶ τοῦ πονη ροῦ τύποι καὶ χαρακτῆρες· τοσοῦτον δὲ τὸ ἔργον τῷ ταύτην πεπιστευμένῳ τὴν τῶν ψυχῶν παιδα γωγίαν καὶ προστασίαν· καὶ τὰ πλείω παρῆκεν ὁ λό γος, ἵνα μὴ περιττότερος ᾖ τοῦ δέοντος.

Μ∆ʹ. Ὥσπερ οὖν εἴ τις θηρίον ἐκ πολλῶν θηρίων συγκείμενον πολυειδὲς καὶ πολύμορφον, μειζό νων τε καὶ μικροτέρων, ἡμερωτέρων τε καὶ ἀγρι ωτέρων, ἄγειν ἐπιχειροίη καὶ τιθασσεύειν, πάντως ἂν ἦν ἔργον αὐτῷ, καὶ οὐ μικρὸν τὸ ἀγώνισμα, οὕτως ἀνωμάλου καὶ ἀλλοκότου προστατεῖν φύσεως, οὔτε φωναῖς ταῖς αὐταῖς, οὔτε τροφαῖς, οὔτε χειρὸς ἐπαφαῖς, οὔτε συρίγμασιν, οὔτε τοῖς τῆς ἄλλης ἀγωγῆς τρόποις ἑκάστου τῶν θηρίων χαίρον τος, ἄλλων δὲ ἄλλοις ἡδομένων, ἢ ἀχθομένων, ὡς ἡ φύσις ἑκάστου καὶ ἡ συνήθεια· καὶ τί ἂν ἔδει ποιεῖν τὸν τοιούτου θηρὸς ἐπιστάτην; τί δ' ἄλλο γε ἢ πολυειδῆ τε εἶναι καὶ ποικίλον τὴν ἐπιστήμην; καὶ κατάλληλον ἑκάστῳ προσάγειν τὴν θεραπείαν, ὡς ἂν ἄγοιτο καλῶς αὐτῷ τὸ θηρίον καὶ διασώζοιτο; οὕτως ἐκ πολλῶν καὶ διαφόρων καὶ ἠθῶν καὶ λό γων, καθάπερ ἑνὸς ζώου συνθέτου καὶ ἀνομοίου, τοῦ κοινοῦ τούτου τῆς Ἐκκλησίας συγκειμένου σώματος, πᾶσα ἀνάγκη καὶ τὸν προστάτην ἁπλοῦν τε εἶναι 35.453 τὸν αὐτὸν κατὰ τὴν ἐν πᾶσιν ὀρθότητα· καὶ ὅτι μάλιστα παντοδαπὸν καὶ ποικίλον κατὰ τὴν πρὸς ἕκαστον οἰκείωσιν, καὶ τὸ τῆς ὁμιλίας πρὸς πάντας ἐπιτήδειόν τε καὶ πρόσφορον.

ΜΕʹ. Οἱ μὲν γὰρ δέονται γάλακτι τρέφεσθαι, τοῖς ἁπλουστέροις καὶ στοιχειωδεστέροις τῶν διδαγμά των, ὅσοι τὴν ἕξιν νήπιοι καὶ ἀρτιπαγεῖς, ὡς ἂν εἴποι τις, τὴν ἀνδρείαν τοῦ λόγου τροφὴν οὐ φέροντες· ἣν εἰ προσάγοι τις παρὰ δύναμιν, τάχα ἂν καταπιεσθέντες καὶ βαρηθέντες, οὐκ ἐξαρκούσης τῆς διανοίας, ὥσπερ ἐκεῖ τῆς ὕλης τὸ ἐπεισελθὸν ἑλκῦσαι καὶ οἰκειώσασθαι, ζημιωθεῖεν ἂν καὶ εἰς τὴν ἀρχαίαν δύναμιν· οἱ δὲ τῆς ἐν τοῖς τελείοις λαλουμένης σοφίας χρῄζοντες καὶ τροφῆς τῆς ὑψηλοτέρας καὶ στεῤῥοτέρας, τῷ πρὸς διά κρισιν ἀληθοῦς τε καὶ ψευδοῦς ἱκανῶς γεγυμνάσθαι τὰ αἰσθητήρια, εἰ γάλα ποτίζοιντο καὶ τρέ φοιντο λαχάνοις, ἀσθενῶν βρώματι, δυσχεραίνοιεν ἄν· καὶ μάλα εἰκότως, οὐ δυναμούμενοι κατὰ Χριστὸν, οὐδὲ αὔξοντες τὴν ἐπαινετὴν αὔξησιν, ἣν ἐργάζεται λόγος τελειῶν εἰς ἄνδρα, καὶ εἰς μέτρον ἡλικίας ἄγων πνευματικῆς, τὸν καλῶς τρεφόμενον.

Μςʹ. Καὶ πρὸς ταῦτα τίς ἱκανός; Οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύειν δυνάμενοι τὸν λόγον τῆς ἀληθείας, καὶ ἀναμιγνύναι τὸν οἶνον ὕδατι· τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου λόγον τῷ πολλῷ καὶ εὐώνῳ καὶ χαμαὶ συρομένῳ καὶ ἐξιτήλῳ καὶ εἰκῆ ῥέοντι, ὥστε αὐτοί τι παρακερδαίνειν ἐκ τῆς καπηλείας, ἄλλο τε ἄλλως ὁμιλοῦντες τοῖς πλησιά ζουσι καὶ πᾶσι πρὸς χάριν· ἐγγαστρίμυθοί τι νες ὄντες καὶ κενολόγοι, τὰς ἑαυτῶν ἡδονὰς θερα πεύοντες λόγοις ἐκ γῆς φωνουμένοις καὶ δυομέ 35.456 νοις εἰς γῆν· ὡς ἂν μάλιστα εὐδοκιμοῖμεν παρὰ τοῖς πολλοῖς, ὅτι μάλιστα ζημιοῦντες αὐτοὺς, ἢ ἀπολλύντες, καὶ αἷμα ἀθῶον ἁπλουστέρων ψυχῶν ἐκχέοντες ἐκ τῶν χειρῶν ἡμῶν ἐκζητηθησόμενον.

ΜΖʹ. Ἀλλ' εἰδότες ἑτέροις βέλτιον εἶναι τὰς ἑαυ τῶν ἡνίας ἐνδιδόναι τεχνικωτέροις, ἢ ἄλλων ἡνιό χους εἶναι ἀνεπιστήμονας, καὶ ἀκοὴν ὑποτιθέναι