1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

6

ἀκοὰς ἀποφράξαντες ἀσπί δος κωφῆς καὶ τὰ ὦτα βυούσης τρόπον, μὴ ἀκοῦσαι φωνῆς ἐπᾳδόντων φιλονεικοῦμεν, μηδὲ φαρμακευθῆ ναι σοφίας φαρμάκοις, οἷς ἀῤῥωστία ψυχῆς θε ραπεύεται· ἢ τὸ τελευταῖον, οἵ γε τολμηρότεροι ἡμῶν καὶ γενναιότεροι, καὶ φανερῶς ἀναισχυν τοῦμεν πρός τε τὴν ἁμαρτίαν καὶ τοὺς ταύτης θεραπευτὰς, γυμνῇ τῇ κεφαλῇ, τὸ δὴ λεγόμενον, χω ροῦντες πρὸς πᾶσαν παρανομίαν· ὢ τῆς παραπλη ξίας, ἢ εἴ τι ἄλλο τῷ τοιούτῳ πάθει κυριώτερον ὄνο μα! καὶ οὓς ἀγαπᾷν ὡς εὐεργέτας ἐχρῆν, τούτους ὡς ἐχθροὺς ἀμυνόμεθα, μισοῦντες ἐν πύλαις ἐλέγχοντας, καὶ λόγον ὅσιον βδελυσσόμενοι· καὶ οἰόμεθα μᾶλλον πολεμήσειν τοὺς ἡμῖν εὔνους, ἂν ὅτι μάλιστα ἡμᾶς αὐτοὺς κακῶς δράσωμεν, ὥσπερ οἱ τῶν ἰδίων σαρκῶν ἁπτόμενοι τὰς τῶν πέλας δαπανᾷν νο μίζοντες.

ΚΑʹ. Ταῦτά ἐστιν, οἷς ἐγὼ τὴν καθ' ἡμᾶς ἰατρικὴν τῆς περὶ τὰ σώματα ἐργωδεστέραν τίθεμαι μα κρῷ, καὶ διὰ τοῦτο τιμιωτέραν· καὶ ὅτι ἐκείνῃ μὲν, ὀλίγα τῶν ἐν τῷ βάθει κατοπτευούσῃ, περὶ τὸ φαινό μενον ἡ πλείων τῆς πραγματείας· ἡμῖν δὲ περὶ τὸν κρυπτὸν τῆς καρδίας ἄνθρωπον ἡ πᾶσα θερα πεία τε καὶ σπουδὴ, καὶ πρὸς τὸν ἔνδοθεν ἡμῖν ἀντιπολεμοῦντα καὶ ἀντιπαλαίοντα ἡ μάχη, ὃς ἡμῖν αὐτοῖς ὅπλοις καθ' ἡμῶν χρώμενος, τὸ δεινότατον, τῷ τῆς ἁμαρτίας θανάτῳ δίδωσι. Πρὸς οὖν ταῦτα πολλῆς μὲν καὶ παντελοῦς τῆς πίστεως, μείζο νος δὲ τῆς παρὰ Θεοῦ συνεργίας, οὐκ ὀλίγης δὲ τῆς ἡμετέρας ἀντιτεχνήσεως (ὥς γε ἐμαυτὸν πεί 35.432 θω), χρεία, τῆς καὶ λόγῳ καὶ ἔργῳ θεωρουμένης, εἰ δεῖ καλῶς ἡμῖν θεραπεύεσθαι καὶ ἀπο καθαίρεσθαι, καὶ ὡς πλείστου ἀξίας εἶναι, τὸ τιμιώ τατον ὧν ἔχομεν, τὰς ψυχάς.

ΚΒʹ. Τά γε μὴν ἀμφοτέρων τῶν θεραπειῶν τέλη, τοῦτο γὰρ ἡμῖν εἰς τὴν ἐξέτασιν ἔτι λείπεται, τῇ μὲν ὑγίειαν, ἢ εὐεξίαν σαρκὸς, ἢ οὖσαν φυλάξαι, ἢ ἀπελθοῦσαν ἀνακαλέσασθαι, ὧν οὔπω δῆλον, εἴ τι συνοίσει τοῖς κεκτημένοις· ἐπεὶ καὶ τὰ ἐναντία πολλάκις πλείω τοὺς ἔχοντας ὤνησεν, ὥσπερ πενίαι τε καὶ πλοῦτοι, δόξαι τε καὶ ἀδοξίαι, ταπεινότητες καὶ λαμπρότητες, καὶ ὅσα ἐν μέσῳ κείμενα κατὰ τὴν φύ σιν, καὶ οὐδὲν μᾶλλον τῇδε ἢ τῇδε νεύοντα, τῇ χρή σει καὶ τῇ προαιρέσει τῶν κεκτημένων τὸ βέλτιον ἢ τὸ χεῖρον λαμβάνει· τῇ δὲ τὸ προκείμενον πτερῶσαι ψυχὴν, ἁρπάσαι κόσμου, καὶ δοῦναι Θεῷ, καὶ τὸ κατ' εἰκόνα ἢ μένον τηρῆσαι, ἢ κινδυνεῦον χειραγωγῆσαι, ἢ διαῤῥυὲν ἀνασώσασθαι, εἰσοικί σαι τε τὸν Χριστὸν ἐν ταῖς καρδίαις διὰ τοῦ Πνεύματος· καὶ τὸ κεφάλαιον, Θεὸν ποιῆσαι, καὶ τῆς ἄνω μακαριότητος, τὸν τῆς ἄνω συντάξεως.

ΚΓʹ. Τοῦτο ἡμῖν ὁ παιδαγωγὸς βούλεται νόμος· τοῦ το οἱ μέσοι Χριστοῦ καὶ νόμου προφῆται· τοῦτο ὁ τοῦ πνευματικοῦ νόμου τελειωτὴς καὶ τὸ τέλος Χρι στός· τοῦτο ἡ κενωθεῖσα θεότης· τοῦτο ἡ προσληφθεῖσα σάρξ· τοῦτο ἡ καινὴ μίξις, Θεὸς καὶ ἄνθρωπος, ἓν ἐξ ἀμφοῖν, καὶ δι' ἐνὸς ἀμφότερα. ∆ιὰ τοῦτο Θεὸς σαρκὶ διὰ μέσης ψυχῆς ἀνεκρά 35.433 θη, καὶ συνεδέθη τὰ διεστῶτα τῇ πρὸς ἄμφω τοῦ μεσιτεύοντος οἰκειότητι· καὶ πάντα ὑπὲρ πάντων ἦλθεν εἰς ἓν, καὶ ὑπὲρ ἑνὸς τοῦ προπάτορος· ἡ ψυχὴ διὰ τὴν παρακούσασαν, ἡ σὰρξ διὰ τὴν ὑπουργήσασαν καὶ συγκατακριθεῖσαν· ἡ μὲν ψυχὴν, ἡ δὲ σάρκα· ὁ Χριστὸς διὰ τὸν Ἀδὰμ τὸν γενόμενον ὑπὸ τὴν ἁμαρτίαν, ὁ κρείττων ἁμαρτίας καὶ ὑψηλότερος.

Κ∆ʹ. ∆ιὰ τοῦτο ἀντεισήχθη τῷ παλαιῷ τὸ νέον· καὶ διὰ πάθους ὁ παθὼν ἀνεκλήθη, καὶ ὑπὲρ ἑκάστου τῶν ἡμετέρων ἕκαστον τοῦ ὑπὲρ ἡμᾶς ἀντεδόθη· καὶ γέγονε καινὸν μυστήριον ἡ περὶ τὸν πεσόντα δι' ἀπεί θειαν ἐκ φιλανθρωπίας οἰκονομία. ∆ιὰ τοῦτο γέννη σις καὶ Παρθένος· διὰ τοῦτο φάτνη καὶ Βηθλεέμ· ἡ γέννησις ὑπὲρ τῆς πλάσεως· ἡ Παρθένος ὑπὲρ τῆς γυ ναικός· ἡ Βηθλεὲμ διὰ τὴν Ἐδέμ· ἡ φάτνη διὰ τὸν παράδεισον· τὰ μικρὰ καὶ φαινόμενα ὑπὲρ τῶν μεγά λων καὶ κρυπτομένων. ∆ιὰ τοῦτο ἄγγελοι δοξά ζοντες τὸν οὐράνιον, εἶτα ἐπίγειον· καὶ ποιμένες δό ξαν ὁρῶντες ἐπὶ τῷ ἀμνῷ καὶ ποιμένι· καὶ ἀστὴρ ἠγούμενος, καὶ μάγοι