1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

14

ἀκροβυστίᾳ, Χριστῷ καὶ κόσμῳ, σαρκὶ καὶ πνεύ ματι. Ὑπὲρ μὲν τῶν εὐχαριστεῖ, τῶν δὲ καθάπτε ται. Τοὺς μὲν χαρὰν καὶ στέφανον ὀνομάζει, τοῖς δὲ ἄνοιαν ἐγκαλεῖ· τοῖς μὲν συνοδεύει καὶ συμπροθυ μεῖται ὀρθοτομοῦσι, τοὺς δὲ ἀνακόπτει κακῶς ὁδεύον τας. Νῦν ἀφορίζει, νῦν ἀγάπην κυροῖ· νῦν θρηνεῖ· νῦν εὐφραίνεται· νῦν γάλα ποτίζει, νῦν μυστηρίων ἅπτεται· νῦν συγκατέρχεται, νῦν ἑαυτῷ συνυψοῖ· νῦν ῥάβδον ἀπειλεῖ, νῦν προτείνεται πνεῦμα πραότη τος· νῦν ἐπαίρεται τοῖς ὑψηλοῖς, νῦν ταπεινοῦται τοῖς ταπεινοῖς· ἄρτι τῶν ἀποστόλων ἐστὶν ἐλάχιστος, ἄρ τι δοκιμὴν ὑπισχνεῖται τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ· ἄρτι τὴν ἐκδημίαν ποθεῖ καὶ σπένδεται· ἄρτι παραμεῖ ναι τῇ σαρκὶ δι' αὐτοὺς ἀναγκαιότερον δοκιμάζει· οὐ γὰρ ζητεῖ τὸ ἑαυτοῦ, ζητεῖ δὲ τὸ τῶν τέκνων, οὓς ἐν Χριστῷ διὰ τοῦ Εὐαγγελίου ἐγέννησεν. Οὗτος ὅρος πάσης πνευματικῆς προστασίας, πανταχοῦ τὸ καθ' ἑαυτὸν παρορᾷν πρὸς τὸ τῶν ἄλλων συμφέρον. 35.465

ΝΕʹ. Ἐγκαυχᾶται ταῖς ἀσθενείαις καὶ ταῖς θλί ψεσιν· ὡς ἄλλῳ τινὶ κόσμῳ, τῇ Ἰησοῦ νεκρώσει ἐγκαλλωπίζεται· ὑψηλός ἐστι τὰ σαρκικὰ, καὶ τοῖς πνευματικοῖς ἀγάλλεται· οὐκ ἰδιώτης τὴν γνῶσιν, καὶ βλέπειν φησὶ δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι. Θαῤῥεῖ τῷ πνεύματι, καὶ ὑποπιάζει τὸ σῶ μα καθαιρῶν ὡς ἀντίπαλον· τί διδάσκων ἡμᾶς ἐν τούτοις, καὶ τί παιδεύων; μὴ φρονεῖν τοῖς κάτω, μὴ φυσιοῦσθαι τῇ γνώσει, μὴ τὴν σάρκα ἐπεγείρειν τῷ πνεύματι. Πάντων ὑπερμαχεῖ, πάντων ὑπερεύ χεται, ζηλοῖ πάντας, ἀνάπτεται ὑπὲρ πάντων, τῶν ἔξω νόμου, τῶν ὑπὸ νόμον· κήρυξ ἐθνῶν, Ἰουδαίων προστάτης. Ἐτόλμησέ τι καὶ μεῖζον ὑπὲρ τῶν ἀδελ φῶν αὐτοῦ τῶν κατὰ σάρκα, ἵνα τολμήσω τι καὶ αὐτὸς οὕτω λέγων· ἀντεισαχθῆναι τούτους ἑαυ τοῦ Χριστῷ διὰ τὴν ἀγάπην εὔχεται. Ὢ τῆς μεγαλο νοίας! ὢ τῆς τοῦ πνεύματος ζέσεως! Μιμεῖται Χριστὸν, τὸν γενόμενον ὑπὲρ ἡμῶν κατάραν, τὸν τὰς ἀσθενείας ἡμῶν ἀναλαβόντα, καὶ τὰς νόσους βα στάσαντα· ἢ, τό γε μετριώτερον εἰπεῖν, παθεῖν τι ὑπὲρ αὐτῶν, καὶ ὡς ἀσεβὴς, δέχεται, πρῶτος ἀπὸ Χριστοῦ, μόνον εἰ οὗτοι σώζοιντο.

Νςʹ. Καὶ τί λέγω καθ' ἕκαστον; ζῶν γὰρ οὐχ ἑαυ τῷ, Χριστῷ δὲ καὶ τῷ κηρύγματι, καὶ κόσμον ἑαυτῷ σταυρώσας, καὶ σταυρωθεὶς κόσμῳ καὶ τοῖς ὁρωμένοις, πάντα ἡγεῖται μικρὰ καὶ τῆς ἐπιθυμίας ἐλάττονα· κἂν ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πληρώσῃ τὸ Εὐαγγέλιον, κἂν ἐπὶ τὸν τρί τον οὐρανὸν φθάσῃ δι' ἁρπαγῆς, κἂν τοῦ παραδείσου γένηται θεατὴς, κἂν τῶν ἀῤῥήτων ἡμῖν ῥημάτων ἀκροατής. Ταῦτα Παῦλος, καὶ εἴ τις κατ' ἐκεῖνον τῷ πνεύματι. Ἡμεῖς δὲ δεδοίκαμεν 35.468 παρὰ τούτους, μὴ μωροί τινες ὦμεν ἄρχοντες Τά νεως, ἢ πράκτορες καλαμώμενοι, ἢ μακαρίζοντες τὸν λαὸν ψευδῶς· προσθήσω δὲ, καὶ μακαριζόμενοι, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσοντες· ἢ ἐμ παῖκται κυριεύοντες, ἢ νεανίσκοι προστάται καὶ ἀτελεῖς τὴν φρόνησιν, μηδ' ὅσον ἄρτου καὶ ἱμα τίου πρὸς τὸ καθηγεῖσθαί τινων εὐποροῦντες· ἢ προ φῆται διδάσκοντες ἄνομα, ἢ ἄρχοντες ἀπειθοῦντες, καὶ κακῶς ἀκούειν μετὰ τῶν πατρίων ἄξιοι διὰ λιμοῦ σκληρότητα· ἢ ἱερεῖς τοῦ λαλεῖν εἰς τὴν καρδίαν Ἱερουσαλὴμ πλεῖστον ἀπέχοντες, ἃ δὴ πάν τα ὁ τῷ Σεραφὶμ καὶ τῷ ἄνθρακι καθαρθεὶς Ἡ σαΐας ὀνειδίζει καλῶς καὶ μαρτύρεται.

ΝΖʹ. Ἄρ' οὖν τὸ μὲν ἔργον τοσοῦτον, καὶ οὕ τως ἐπίπονον τῇ αἰσθητικῇ καρδίᾳ καὶ λυπηρᾷ, καὶ ὄντως σὴς ὀστέων τῷ γε νοῦν ἔχοντι. Μικρὸς δὲ ὁ κίνδυνος, ἢ τὸ πτῶμα εὐκαταφρόνητον; Ἀλλά μοι πολὺν ἐπανατείνεται φόβον ἔνθεν μὲν ὁ μακάριος Ὠσηὲ, πρὸς ἡμᾶς εἶναι τὸ κρίμα λέγων τοὺς ἱερεῖς καὶ τοὺς ἄρχοντας, ὅτι παγὶς ἐγενήθημεν τῇ σκοπιᾷ, καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύ ριον, ὃ καταπεπῆχθαι ὑπὸ τῶν ἀνθρωπίνας ἀγρευόντων ψυχὰς, ἀποθερίζειν τε τοὺς φαύλους ἀπειλῶν προφήτας, καὶ πυρὶ καταναλίσκειν τοὺς κριτὰς αὐτῶν, ἐφέξειν τε μικρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχοντας· ὅτι ἑαυτοῖς ἐβασίλευσαν, ἀλλ' οὐ δι' αὐτοῦ.