1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

23

ἀποκρύφων καὶ ἀοράτων καὶ σκοτεινῶν θησαυρῶν εἴσω γενόμε νος, ὥστε τὸν ἐν αὐτοῖς κατοπτεῦσαι πλοῦτον, καὶ ἄλλους πλουτίζειν δύνασθαι, πνευματικὰ συγκρίνων πνευματικοῖς;

Ζʹ. Τίς μήπω θεωρήσας, ὡς θεωρεῖν ἄξιον, τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκεψάμενος τὸν ναὸν αὐτοῦ, μᾶλλον δὲ ναὸς γενόμενος Θεοῦ ζῶντος καὶ ζῶν κατοικητήριον Χριστοῦ ἐν πνεύματι; τίς μήπω τύπων καὶ ἀληθείας ἐπιγνοὺς συγγένειαν καὶ διάκρισιν, καὶ τῶν μὲν ἀναχωρήσας, τῇ δὲ προσ θέμενος, ἵνα, τὴν τοῦ γράμματος φυγὼν παλαιότητα, τῇ καινότητι δουλεύσῃ τοῦ πνεύματος, καὶ με ταβῇ καθαρῶς ἐπὶ τὴν χάριν ἀπὸ τοῦ νόμου πληρου μένου πνευματικῶς ἐν τῇ καταργήσει τοῦ σώμα τος;

Ηʹ. Τίς μήπω διὰ πασῶν ὁδεύσας τῶν τοῦ Χριστοῦ προσηγοριῶν καὶ δυνάμεων, καὶ ἔργῳ καὶ θεωρίᾳ, τῶν τε ὑψηλοτέρων καὶ πρώτων, καὶ τῶν δι' ἡμᾶς ταπεινοτέρων καὶ τελευταίων, τοῦ Θεοῦ, τοῦ Υἱοῦ, τῆς Εἰκόνος, τοῦ Λόγου, τῆς Σοφίας, τῆς Ἀληθείας, τοῦ Φωτὸς, τῆς Ζωῆς, τῆς ∆υνάμεως, τῆς Ἀτμίδος, τῆς Ἀποῤῥοίας, τοῦ Ἀπαυγάσματος, τοῦ Ποιητοῦ, τοῦ Βασιλέως, τῆς Κεφαλῆς, τοῦ Νόμου, τῆς Ὁδοῦ, τῆς Θύρας, τοῦ Θεμελίου, τῆς Πέτρας, τοῦ Μαργαρίτου, τῆς Εἰρήνης, τῆς ∆ικαιοσύνης, τοῦ Ἁγιασμοῦ, τῆς Ἀπολυτρώσεως, τοῦ Ἀνθρώπου, τοῦ ∆ούλου, τοῦ Ποιμένος, τοῦ Ἀμνοῦ, τοῦ Ἀρχιερέως, τοῦ Θύματος, τοῦ Πρωτοτόκου πρὸ κτί σεως, Πρωτοτόκου ἐκ τῶν νεκρῶν, τῆς Ἀνα στάσεως· τίς τούτων τῶν ὀνομάτων τε καὶ πραγμά των ἐπακούων εἰκῆ, καὶ μήπω κοινωνήσας τῷ Λόγῳ, μηδὲ μεταλαβὼν αὐτοῦ, καθ' ὃ τούτων ἕκαστόν ἐστί τε καὶ κέκληται;

Θʹ. Τίς, μήπω σχολάσας, μηδὲ μαθὼν λαλεῖν Θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἔτι νήπιος ὢν, ἔτι τρεφόμενος γάλακτι, ἔτι τῶν οὐκ ἀριθ μουμένων ἐν τῷ Ἰσραὴλ, οὐδὲ καταλεγομένων εἰς 35.501 Θεοῦ παράταξιν, μήπω τὸν Χριστοῦ σταυρὸν ὡς ἀνὴρ αἴρειν δυνάμενος, μήπω μηδὲ ἄλλοτι μέλος ὢν ἴσως τῶν τιμιωτέρων, ἔπειτα εἰς κεφαλὴν καταστῆναι Χριστοῦ πληρώματος δέξεται χαίρων καὶ προθυμού μενος; Οὐκ ἔμοιγε κριτῇ καὶ συμβούλῳ· ἀλλ' οὗτος ὁ φόβων μέγιστος, οὗτος ὁ κινδύνων ἔσχατος παντὶ τῷ συνιέντι καὶ τοῦ κατορθουμένου τὸ μέγεθος, καὶ τῆς διαμαρτίας τὸν ὄλεθρον.

Ρʹ. Ἄλλος μὲν οὖν πλείτω κατ' ἐμπορίαν, ἔλεγον, καὶ τὰ μακρὰ διαπεραιούσθω πελάγη, καὶ συμ φερέσθω τοῖς ἀνέμοις ἀεὶ καὶ τοῖς κύμασι μεγάλα καὶ κερδήσων, ἂν οὕτω τύχῃ, καὶ κινδυνεύσων, ὅστις πλευστικώτατος ἢ ἐμπορικώτατος· ἐμοὶ δ' οὖν αἱρετώτερον ἐπὶ γῆς ἀνέχοντι, βραχεῖαν αὔλακα τέμνοντι καὶ γλυκεῖαν, πόῤῥωθεν ἀσπαζομένῳ κέρδη καὶ θάλασσαν, ζῇν οὕτως ὅπως ἂν δύνωμαι σὺν ὀλίγῃ καὶ μικρᾷ τῇ μάζῃ, καὶ βίον ἕλκειν ἀσφαλῆ καὶ ἀκύμαντον, ἢ μακρὸν ἀναῤῥιπτεῖν καὶ μέ γαν ἐπὶ μεγάλοις κέρδεσι κίνδυνον.

ΡΑʹ. Ὑψηλῷ μὲν γὰρ ζημία τὸ μὴ ἐγχειρεῖν μείζοσι, μηδὲ εἰς πλείους διατείνειν τὴν ἀρετὴν, ἀλλ' ἐπὶ μικρῶν ἵστασθαι, οἷον μεγάλῳ φωτὶ μικρὸν οἶκον αὐγάζοντα, ἢ πανοπλίᾳ νεανικῇ σῶμα παιδικὸν πε ρισκέποντα· μικρῷ δὲ ἀσφάλεια μικρὰ φορτίζεσθαι, ἀλλὰ μὴ, τοῖς ὑπὲρ δύναμιν ἑαυτὸν ὑποτιθέντα, γέλωτάτε ὀφλισκάνειν ὁμοῦ, καὶ προστιθέναι τὸν κίνδυνον· ὥσπερ γε καὶ πύργον οἰκοδομεῖν οὐκ ἄλλῳ τινὶ προσῆκεν ἢ ὃς ἔχει τὰ πρὸς ἀπαρτισμὸν, ὡς ἠκούσαμεν.

ΡΒʹ. Ἔχετε τὴν ἀπολογίαν τὴν ὑπὲρ τῆς φυγῆς, καὶ ἴσως οὐ μετρίαν. Ἃ μὲν οὖν με ἀφ' ὑμῶν ἀπή γαγεν, ὦ φίλοι καὶ ἀδελφοὶ, λυπηρῶς μὲν ἐμοὶ καὶ ὑμῖν ἴσως, ἀναγκαίως δ' οὖν, ὡς γοῦν ἐμαυτῷ τότε ἐδόκουν, ταῦτά ἐστιν· ἐπανήγαγε δέ με μάλιστα μὲν ὁ πρὸς ὑμᾶς πόθος, καὶ τὸ ἀντιποθούντων αἰσθά νεσθαι· οὐδὲν γὰρ οὕτως ἰσχυρὸν πρὸς ἀγάπην, ὡς ἀντιδιδομένη διάθεσις.