1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

13

πᾶσιν ἐπιστατεῖ, καὶ πάντα ἐν ἑαυτῇ τὰ καλὰ συλλαβοῦσα ἔχει, ὡς καὶ τὸν Θεὸν αὐτὸν τοῦτο μᾶλλον ἤ τι ἄλλο χαίρειν ἀκούοντα, ἐπειδὴ καλεῖται πολλοῖς ὀνόμασιν, οὕτω κοῦφόν τι καὶ πεπατημένον πρᾶγμα ὑποληψόμεθα, ὥστε θε λῆσαι δεῖν μόνον καὶ εἶναι σοφόν; Πολλῆς τοῦτο τῆς ἀμαθείας. Ἂν ταῦτα λέγωμεν αὐτοῖς, καὶ κατὰ μικρὸν τὴν πλάνην ἀνακαθαίρωμεν, ἤ τις ἄλλος τῶν εὐμαθεστέρων καὶ συνετωτέρων, τοῦτο ἐκεῖνο κατὰ πετρῶν σπείρειν, καὶ λαλεῖν εἰς ὦτα μὴ ἀκουόντων. Οὕτως οὐδ' αὐτὸ τοῦτό εἰσι σοφοὶ, τὴν ἑαυτῶν γινώσκειν ἀπαιδευσίαν. Καί μοι δοκεῖ καλῶς ἔχειν τὸ τοῦ Σολομῶντος περὶ αὐτῶν εἰ πεῖν· Ἔστι πονηρία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον, ἄνδρα δόξαντα παρ' ἑαυτῷ σοφὸν εἶναι· καὶ ὃ τούτου πονηρότερον, παιδεύειν ἄλλους πεπιστευ μένον τὸν μηδὲ τῆς οἰκείας ἀμαθείας ἐπαισθανό μενον. 35.461

ΝΑʹ. Τοῦτο δακρύων μὲν καὶ στεναγμῶν, εἴπερ τι ἄλλο, τὸ πάθος ἄξιον· ὃ καὶ πολλάκις ἐγὼ κατ ηλέησα, εὖ εἰδὼς, ὅτι τὸ οἴεσθαι τοῦ εἶναι τὸ πλεῖ στον ἀφαιρεῖται, καὶ μέγα τοῖς ἀνθρώποις ἡ κενο δοξία πρὸς ἀρετὴν ἐμπόδιον· ἰάσασθαι δὲ καὶ στῆσαι τὴν νόσον Πέτρου ἂν εἴη τινὸς ἢ Παύλου, τῶν μεγάλων Χριστοῦ μαθητῶν, καὶ μετὰ τῆς ἐν λόγῳ καὶ ἔργῳ κυβερνήσεως εἰληφότων τὸ χάρισμα, καὶ πᾶσι πάντα γινομένων, ἵνα τοὺς πάντας κερδήσωσιν· ἡμῖν δὲ τοῖς ἄλλοις μέγα, κἂν εἰ καλῶς κυβερνοίμεθα καὶ ἀγοίμεθα πρὸς τῶν ἐπανορθοῦν τὰ τοιαῦτα καὶ διευθύνειν πεπιστευ μένων.

ΝΒʹ. Ἀλλ' ἐπειδή γε Παύλου καὶ τῶν κατ' ἐκεῖ νον ἐμνήσθημεν, ἀφέντες, εἰ δοκεῖ, τοὺς ἄλλους ἅπαντας, ὅσοι κατὰ νομοθεσίαν, ἢ προφητείαν, ἢ στρατηγίαν, ἤ τινα τοιαύτην ἄλλην οἰκονομίαν τοῦ λαοῦ προεβλήθησαν, οἷον τὸν Μωσῆν, τὸν Ἀαρὼν ἐκεῖνον, τὸν Ἰησοῦν, τὸν Ἡλίαν, τὸν Ἐλισσαῖον, τοὺςκριτὰς, τὸν Σαμουὴλ, τὸν ∆αβὶδ, τῶν προφητῶν τὸ πλῆθος, τὸν Ἰωάννην, τοὺς δώδεκα μαθητὰς τοὺς ἐπ' ἐκείνοις ὕστερον, οἳ πολλοῖς ἱδρῶσι καὶ πόνοις διεξῆλθον τὴν προστασίαν κατὰ τοὺς ἑαυτῶν χρόνους ἕκαστοι· τούτους ὑπερβάντες ἅπαντας, Παῦλον προ στησώμεθα μόνον τοῦ λόγου συνίστορα, κἂν τούτῳ θεωρήσωμεν, ὅσον ἐστὶ καὶ ψυχῶν ἐπιμέλεια, καὶ εἰ βραχείας τῆς πραγματείας, ἢ μικρᾶς τῆς συν έσεως. Ὡς ἂν δὲ ῥᾷστα τοῦτο γνοίημεν καὶ κατίδοι μεν, τί Παῦλος αὐτὸς περὶ Παύλου φησὶ, ἀκούσωμεν.

ΝΓʹ. Ἐῶ λέγειν τοὺς πόνους, τὰς ἀγρυ πνίας, τοὺς φόβους, τὰς ἐν λιμῷ καὶ δίψει κακοπα θείας, τὰς ἐν ψύχει καὶ ἐν γυμνότητι, τοὺς ἔξωθεν ἐπιβουλεύοντας, τοὺς ἔνδοθεν ἀντιπράττοντας. Ἀφ ίημι τοὺς διωγμοὺς, τὰ συνέδρια, τὰ δεσμωτήρια, τὰ δεσμὰ, τοὺς κατηγόρους, τὰ δικαστήρια, τοὺς καθ' ἡμέραν καὶ ὥραν θανάτους, τὴν σαργάνην, τοὺς λιθασμοὺς, τοὺς ῥαβδισμοὺς, τὴν περίοδον, τοὺς κατὰ γῆν κινδύνους, τοὺς κατὰ θάλασσαν, τὸν βυ θὸν, τὰ ναυάγια, κινδύνους ποταμῶν, κινδύνους λῃ στῶν, κινδύνους ἐκ γένους, κινδύνους ἐν ψευδαδέλ φοις, τὸν ἐκ χειρῶν βίον, τὸ ἀδάπανον Εὐαγγέλιον, ὡς θέατρον ἦν καὶ ἀγγέλοις καὶ ἀνθρώποις, μέσος Θεοῦ καὶ ἀνθρώπων ἱστάμενος· ὑπὲρ μὲν τῶν ἀγωνιζόμενος, τῷ δὲ προσάγων καὶ οἰκειῶν 35.464 λαὸν περιούσιον, χωρὶς τῶν παρεκτός. Τούτων τίς ἂν ἀξίως διέλθοι τὴν καθ' ἡμέραν ἐπιστα σίαν, τὴν τῶν καθ' ἕκαστον κηδεμονίαν, τὴν μέριμναν πασῶν τῶν Ἐκκλησιῶν, τὸ πρὸς πάντας συμπαθὲς καὶ φιλάδελφον; Προσέκοπτέ τις, καὶ Παῦλος ἠσθένει· καὶ ἄλλος ἐσκανδαλίζετο, καὶ Παῦλος ἦν ὁ φλεγόμενος.

Ν∆ʹ. Τὸ δὲ τῆς διδασκαλίας φιλόπονον; τὸ δὲ ποι κίλον τῆς θεραπείας; ἡ φιλανθρωπία δέ; τὸ δὲ αὐ στηρὸν πάλιν; ἡ δὲ ἐξ ἀμφοτέρων μίξις καὶ κρᾶσις; ὡς μήτε τῇ χρηστότητι μαλακίζειν, μήτε τραχύνειν τῇ χαλεπότητι. Νομοθετεῖ δούλοις καὶ δεσπόταις, ἄρχουσι καὶ ἀρχομένοις, ἀνδράσι καὶ γυναιξὶ, γονεῦσι καὶ τέκνοις, γάμῳ καὶ ἀγαμίᾳ, ἐγ κρατείᾳ καὶ τρυφῇ, σοφίᾳ καὶ ἀμαθείᾳ, περιτομῇ καὶ