1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

2

εἱρμῷ καὶ τάξει τῶν ἐναντίως ἔχειν δοκούντων πρὸς ἓν καὶ τὸ αὐτὸ πέρας συμφερομένων, οὕτω καὶ τῆς θείας δυνά μεως ἐλπίδα τοῖς ὑπὲρ ἐλπίδα, καὶ πόρον τοῖς ἀμη χάνοις ἐφευρισκούσης. Σαφηνείας δὲ χάριν καλῶς ἔχειν ᾠήθην, ἐπὶ κεφαλαίων σοι προθεῖναι τὸν λόγον, ὡς ἂν ἔχοις πάσης τῆς πραγματείας ἐν ὀλίγῳ τῶν καθέκαστον ἐπιχειρημάτων εἰδέναι τὴν ὑπόθεσιν. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Ἐν ᾧ τίς ἐστι μερικὴ περὶ τοῦ κόσμου φυσιολο γία, καί τις ἁβροτέρα διήγησις περὶ τῶν προγε γονότων τῆς τοῦ ἀνθρώπου γενέσεως. Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, φησὶν ἡ Γραφή· ὅτε συνετελέσθη πᾶν τὸ φαινόμενον, καὶ πρὸς τὴν οἰκείαν θέσιν ἕκαστον τῶν ὄντων ἀποκριθὲν ἀν εχώρησεν· ὅτε περιέσχεν ἐν κύκλῳ τὰ πάντα τὸ οὐ ράνιον σῶμα, τὴν δὲ μέσην τοῦ παντὸς ἀπέλαβε χώραν τὰ βαρέα καὶ κατωφερῆ τῶν σωμάτων, γῆ τε καὶ ὕδωρ, ἐν ἀλλήλοις διακρατούμενα. Σύνδεσμος δέ τις καὶ βεβαιότης τῶν γεγενημένων ἡ θεία τέχνη καὶ δύ ναμις τῇ φύσει τῶν ὄντων ἐναπετέθη, διπλαῖς ἐνερ γείαις ἡνιοχοῦσα τὰ πάντα. Στάσει γὰρ καὶ κινήσει τὴν γένεσιν τοῖς μὴ οὖσι, καὶ τὴν διαμονὴν τοῖς οὖσιν ἐμηχανήσατο, περὶ τὸ βαρὺ καὶ ἀμετάθετον τῆς ἀκινήτου φύσεως, οἷον περί τινα πάγιον ἄξονα, τὴν ὀξυτάτην τοῦ πόλου κίνησιν τροχοῦ δίκην ἐν κύκλῳ περιελαύνουσα, καὶ δι' ἀλλήλων ἀμφοτέροις συντη ροῦσα τὸ ἀδιάλυτον; τῆς τε κυκλοφορουμένης οὐσίας διὰ τῆς ὀξείας κινήσεως τὸ ναστὸν τῆς γῆς ἐν κύκλῳ περισφιγγούσης, τοῦ τε στεῤῥοῦ καὶ ἀνενδότου διὰ τῆς ἀμεταθέτου παγιότητος ἀδιαλείπτως ἐπιτείνοντος τῶν περὶ αὐτὴν κυκλουμένων τὴν δίνησιν. Ἴση δὲ καθ' ἑκάτερον τῶν ταῖς ἐνεργείαις διεστηκότων ἡ ὑπερβολὴ ἐναπειργάσθη, τῇ τε στασίμῳ φύσει καὶ τῇ ἀστάτῳ περιφορᾷ. Οὔτε γὰρ ἡ γῆ τῆς ἰδίας βάσεως μετατίθεται, οὔτε ὁ οὐρανός ποτε τὸ σφοδρὸν ἐνδί δωσι καὶ ὑποχαλᾷ τῆς κινήσεως.

Ταῦτα δὲ καὶ πρῶτα 129 κατὰ τὴν τοῦ πεποιηκότος σοφίαν, οἷόν τις ἀρχὴ τοῦ παντὸς μηχανήματος προκατεσκευάσθη τῶν ὄντων, δεικνύντος, οἶμαι, τοῦ μεγάλου Μωσέως διὰ τοῦ ἐν ἀρχῇ τὸν οὐρανὸν καὶ τὴν γῆν παρὰ τοῦ Θεοῦ γεγε νῆσθαι εἰπεῖν, ὅτι κινήσεώς τε καὶ στάσεως ἔκγονα τὰ ἐν τῇ κτίσει φαινόμενα πάντα, τὰ κατὰ τὸ θεῖον βούλημα παραχθέντα εἰς γένεσιν. Τοῦ τοίνυν οὐρα νοῦ καὶ τῆς γῆς ἐκ διαμέτρου πρὸς ἄλληλα κατὰ τὸ ἐναντίον τῆς ἐνεργείας διεστηκότων, ἡ μεταξὺ τῶν ἐναντίων κτίσις ἐν μέρει τῶν παρακειμένων μετ έχουσα. δι' ἑαυτῆς μεσιτεύει τοῖς ἄκροις, ὡς ἂν ἐπίδη λον γενέσθαι τὴν πρὸς ἄλληλα τῶν ἐναντίων διὰ τοῦ μέσου συνάφειαν. Τὸ γὰρ ἀεικίνητον καὶ λεπτὸν τῆς πυρώδους οὐσίας μιμεῖται μέν πως ὁ ἀήρ, ἔν τε τῷ κούφῳ τῆς φύσεως καὶ τῷ πρὸς τὴν κίνησιν ἐπιτη δείως ἔχειν. Οὐ μὴν τοιοῦτός ἐστιν, οἷος τῆς πρὸς τὰ πάγια συγγενείας ἀλλοτριοῦσθαι, οὔτε ἀεὶ μένων ἀκίνητος, οὔτε διαπαντὸς ῥέων καὶ σκεδαννύμενος· ἀλλὰ τῇ πρὸς ἕτερον οἰκειότητι οἷόν τι μεθόριον τῆς τῶν ἐνεργειῶν ἐναντιότητος γίνεται, μιγνὺς ἅμα καὶ διαι ρῶν ἐν αὐτῷ τὰ διεστῶτα τῇ φύσει. Κατὰ τὸν αὐτὸν λόγον, καὶ ἡ ὑγρὰ οὐσία διπλαῖς ποιότησι πρὸς ἑκάτερον τῶν ἐναντίων ἁρμόζεται. Τῷ μὲν γὰρ βαρεῖά τε καὶ κατω φερὴς εἶναι, πολλὴν πρὸς τὸ γεῶδες τὴν συγγένειαν ἔχει. Τῷ δὲ μετέχειν ῥοώδους τινὸς καὶ πορευτικῆς ἐνεργείας, οὐ πάντη τῆς κινουμένης ἠλλοτρίωται φύσεως, ἀλλά τίς ἐστι καὶ διὰ τούτου μίξις τῶν ἐναντίων καὶ σύνοδος, τῆς τε βαρύτητος εἰς κίνησιν μετατεθείσης, καὶ τῆς κινήσεως ἐν τῷ βάρει μὴ πεδηθείσης, ὥστε συμβαίνειν πρὸς ἄλληλα τὰ κατὰ τὸ ἀκρότατον τῇ φύσει διεστηκότα διὰ τῶν μεσιτευόντων ἀλλήλοις ἑνούμενα. Μᾶλλον δὲ κατὰ τὸν ἀκριβῆ λόγον οὐδὲ αὐτὴ τῶν ἀντικειμένων ἡ φύσις ἀμίκτως πάντη πρὸς τὴν ἑτέραν τοῖς ἰδιώμασιν ἔχει, ὡς ἂν, οἶμαι, πάντα πρὸς ἄλληλα νεύοι τὰ κατὰ τὸν κόσμον φαινόμενα, καὶ συμπνέοι πρὸς ἑαυτὴν ἡ κτί σις ἐν τοῖς τῶν ἀντικειμένων ἰδιώμασιν εὑ ρισκομένη. Τῆς γὰρ κινήσεως οὐ μόνον κατὰ τὴν τοπικὴν μετάστασιν νοουμένης, ἀλλὰ καὶ ἐν τροπῇ καὶ ἀλλοιώσει θεωρουμένης· πάλιν δ' αὖ, τῆς ἀμεταθέτου φύσεως τὴν κατὰ τὸ