1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

2

ἀκούσαντες, τὸ μὲν ὑπολειφθὲν ὁρῶμεν, τὸ δὲ χωρισθὲν ἀγνοοῦ μεν, αὐτό τε ὅ τί ποτε κατὰ τὴν φύσιν ἐστὶ, καὶ εἰς ὅ τι μετακεχώρηκεν, οὐ γῆς, οὐκ ἀέρος, οὐχ ὕδατος, οὐκ ἄλλου τινὸς τῶν στοιχείων ἐν ἑαυτῷ δεικνύντος ἐκείνην τὴν δύναμιν τὴν τοῦ σώμα τος ἐκχωρήσασαν· ἧς ὑπεξελθούσης νεκρόν ἐστι τὸ ὑπολειφθὲν καὶ πρὸς διαφθορὰν ἤδη ἐκκεί μενον.

46.17 {Γ.} Ταῦτα δέ μου διεξιόντος μεταξὺ κατασεί σασα τῇ χειρὶ ἡ διδάσκαλος{Μ.} Μή τίς σε τοιοῦ τος, φησὶ, φόβος ὑποταράσσει καὶ συνέχει τὴν διάνοιαν, ὡς οὐ διαμενούσης εἰς ἀεὶ τῆς ψυ χῆς, ἀλλὰ συγκαταληγούσης τῇ διαλύσει τοῦ σώμα τος; {Γ.} Ἐγὼ δὲ (καὶ γὰρ οὔπω τοῦ πάθους τὸν λογι σμὸν ἀνεδεξάμην) θρασύτερόν πως ἀπεκρινάμην, οὐ πάνυ περισκεψάμενος τὸ λεγόμενον. Εἶπον γὰρ ἐπιτάγμασιν ἐοικέναι τὰς θείας φωνὰς, δι' ὧν τὸ μὲν δεῖν πεπεῖσθαι τὴν ψυχὴν εἰσαεὶ διαμένειν ἀναγκα ζόμεθα, οὐ μὴν λόγῳ τινὶ τῷ τοιούτῳ προσήχθημεν δόγματι. Ἀλλ' ἔοικεν ἡμῖν δουλικῶς ἔνδοθεν ὁ νοῦς φόβῳ τὸ κελευόμενον δέχεσθαι, οὐχ ἑκουσίᾳ τινὶ ὁρμῇ τοῖς λεγομένοις συντίθεσθαι. Ὅθεν καὶ βαρύτεραι ἡμῖν ἐπὶ τῶν κατοιχουμένων αἱ λύπαι γίνονται [οὐκ] ἀκριβῶς ἐπισταμένων ἡμῶν, εἴτ' ἔτι ἐστὶ καθ' αὑτὸ τοῦτο τὸ ζωοποιὸν αἴτιον, καὶ ὅπη, καὶ ὅπως, εἴτε οὐκ ἔστιν οὐδαμῆ οὐδαμῶς. Ἴσας γὰρ ποιεῖ τοῦ ἀληθῶς ὄντος ἀδηλία τὰς ἐφ' ἑκάτερον ὑπολείψεις. Καὶ πολλοῖς μὲν τοῦτο, πολλοῖς δὲ τὸ ἐναντίον δοκεῖ. Καὶ εἰσί γέ τινες παρὰ τοῖς Ἕλλησιν οὐ μικρὰν ἔχοντες ἐπὶ φιλοσο φίᾳ τὴν δόξαν, οἳ ταῦτα ᾠήθησάν τε καὶ ἀπ εφήναντο.

{Μ.} Ἔα, φησὶ, τοὺς ἔξωθεν λήρους, ἐν οἷς ὁ τοῦ ψεύδους εὑρέτης ἐπὶ βλάβῃ τῆς ἀληθείας πιθανῶς τὰς ἠπατημένας ὑπολήψεις συντίθησιν· σὺ δὲ πρὸς τοῦτο βλέπε, ὅτι τὸ οὕτως περὶ ψυχῆς ἔχειν, οὐδὲν ἄλλο ἐστὶν ἢ ἀλλότριον πρὸς τὴν ἀρετὴν ἔχειν, καὶ πρὸς τὸ παρὸν ἡδὺ μόνον βλέπειν· τὴν δὲ τοῖς αἰῶσιν ἐνθεωρουμένην ζωὴν ἀπ' ἐλπίδος ποιεῖσθαι, καθ' ἣν μόνη ἡ ἀρετὴ τὸ πλεῖον ἔχει. {Γ.} Καὶ πῶς, ἔφην, γένοιτ' ἂν ἡμῖν παγία τις καὶ ἀμετάθετος ἡ περὶ τοῦ διαμένειν τὴν ψυχὴν δόξα; 46.20 Αἰσθάνομαι γὰρ καὶ αὐτὸς, ὅτι τοῦ καλλίστου 46.20 τῶν κατὰ τὴν ζωὴν (τῆς ἀρετῆς λέγω) ὁ τῶν ἀνθρώπων χηρεύσει βίος, εἰ μή τις ἀναμφίβολος ἡ περὶ τούτου πίστις ἐν ἡμῖν κρατυνθείη. Πῶς γὰρ ἔστι τὴν ἀρετὴν χώραν ἔχειν ἐφ' ὧν ἡ παροῦσα ζωὴ περιγράφειν τὸ εἶναι ὑπείληπται, καὶ πλέον ἐλπίζεται μετὰ ταύτην οὐδέν;

{Μ.} Οὐκοῦν ζητῆσαι χρὴ, φησὶν ἡ διδάσκαλος, ὅθεν ἂν ἡμῖν τὴν δέουσαν περὶ τούτων ἀρχὴν ὁ λόγος λάβῃ. Καὶ εἰ δοκεῖ, παρὰ σοῦ γενέσθω τῶν ἐναντίων δογμάτων ἡ συμ μαχία· ὁρῶ γὰρ ὅτι σοι καὶ ὑποκεκίνηται πρὸς τοιαύ την καταφορὰν ἡ διάνοια. Εἶθ' οὕτως ὁ τῆς ἀλη θείας μετὰ τὴν ἀντίθεσιν ἀναζητηθήσεται λόγος. {Γ.} Ἐπειδὴ τοῦτο ἐκέλευσε, παραιτησάμενος αὐτὴν μὴ κατὰ ἀλήθειαν οἰηθῆναι τὰ παρ' ἡμῶν ἀντιλέ γεσθαι, ἀλλ' ὑπὲρ τοῦ βεβαίως κατασκευασθῆναι τὸ περὶ ψυχῆς δόγμα, τῶν ἀντιπιπτόντων πρὸς τὸν σκοπὸν τοῦτον ὑπεκλυθέντων· Ἦ που, ἔφην, ταῦτα ἂν εἴποιεν οἱ τῷ ἐναντίῳ παριστάμενοι λόγῳ, ὅτι τὸ σῶμα σύνθετον ὂν, πάντως εἰς τὰ, ἐξ ὧν συνέστηκε, διαλύεται; Λυθείσης δὲ τῶν στοιχείων τῆς ἐν τῷ σώματι συμφυΐας, ἐπὶ τὸ οἰκεῖον ἐν ἑκάστῳ γίνεται κατὰ τὸ εἰκὸς ἡ ῥοπὴ αὐτῆς φύσεως τῶν στοιχείων, δι' ὁλκῆς τινος ἀναγκαίας τῇ ὁμογενεῖ τὸ οἰκεῖον ἀποδιδούσης. Τῷ τε γὰρ θερμῷ πάλιν τὸ ἐν ἡμῖν ἑνωθήσεται, καὶ τῷ στεῤῥῷ τὸ γεῶδες, καὶ τῶν λοιπῶν ἑκάστῳ πρὸς τὸ συγγενὲς ἡ μεταχώρησις γίνεται. Ἡ οὖν ψυχὴ μετὰ τοῦτο ποῦ ἔσται; Εἰ μὲν γὰρ ἐν τοῖς στοιχείοις εἶναί τις λέγοι, τὴν αὐτὴν εἶναι τούτοις κατ' ἀνάγκην συνθήσεται. Οὐ γὰρ ἂν γένοιτό τις τοῦ ἑτεροφυοῦς πρὸς τὸ ἀλλότριον μίξις, καὶ, εἰ ταῦτα εἴη, ποικίλη τις πάντως ἀναφανήσεται ἡ πρὸς τὰς ἐναντίας μεμιγμένη ποιότητας, τὸ δὲ ποικίλον ἁπλοῦν οὐκ ἔστιν, ἀλλ' ἐν συνθέσει θεωρεῖται πάντως. Πᾶν δὲ τὸ σύνθετον καὶ διαλυτὸν ἐξ ἀνάγκης· ἡ δὲ διάλυ σις φθορὰ τοῦ συνεστῶτός