1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

2

ἐγγὺς ἡ κόλασις ἡ κατὰ τῶν ἀσεβῶν καὶ ἀδίκων προωρισμένη, ἀναγκαῖον προσδραμεῖν τῇ ἐκ πίστεως δικαιοσύνῃ, ἵνα ἐκφύγῃς τὰ προσδοκώμενα χαλεπά. καλῶς δὲ εἶπεν τὴν ὀργὴν τοῦ θεοῦ ἀποκαλύπτεσθαι· ἐν γὰρ τῷ νῦν αἰῶνι καλύπτεται ἀνεξικακοῦντος θεοῦ καὶ μὴ παραχρῆμα τιμωρουμένου, ἵνα μὴ ἀποκλείσῃ τῆς μετανοίας καιρόν, ἵνα ἢ μεταγνόντες σωθῶσιν ἢ κατα φρονήσαντες ἀπολογίας μὴ σχῶσι πρόφασιν. Ro+m 1,25 Ἀλλ' ὅπερ ἐλέγομεν, μετήλλαξαν τὴν ἀλήθειαν ἐν τῷ ψεύδει, καὶ οὕτως ὁ μὲν θεὸς ἀληθινός ἐστι θεός, τὰ δὲ εἴδωλα ψευδῶς ἐκάλεσαν θεούς. τὴν οὖν ἀλήθειαν τοῦ θεοῦ περιέθηκαν τοῖς εἰδώλοις. ὅρα δὲ πάλιν τὸ μετήλλαξαν σημαίνειν ὅτι κατὰ εἴδη κατήλλαξαν τὰ ἀληθῶς ἐπὶ θεοῦ λέγεσθαι καὶ νοεῖσθαι δυνάμενα περιθέντες τῷ ψεύδει τοῦτ' ἔστι τοῖς εἰδώλοις.Ro+m 1,26Καὶ ἐνταῦθα οὖν παρέδωκεν ἀντὶ τοῦ συνεχώρησέν ἐστιν ἐφ' ἅπερ ἕκαστος ἐβούλοντο φέρεσθαι, ὡς οὐκ ἀναγκαστικὴν ἀλλ' ἐλευθέραν ποιήσας τὴν προαίρεσιν ἐφ' ἣν βούλεται ῥέπειν. ἐπεὶ οὖν, εἰ ἐκώλυσεν, οὐκ ἂν ἐγένετο, τὴν αἰτίαν δῆθεν ἐπὶ τὸν μὴ κωλύσαντα φέρειν εἴωθεν ἡ γραφή. ἀτιμίαν δὲ ὧδε τὴν ἀκολασίαν φησίν.

Ro+m 2,2 Κρίμα δὲ λέγει τὸ κριτήριον καὶ δικαστήριον τοῦ θεοῦ, καὶ ὡς βεβαιῶν τὴν τῶν ἀσεβῶν κατάκρισιν ἐπήγαγε τὸ κατὰ ἀλήθειάν ἐστιν 116. Ro+m 2,12 Καὶ ἵνα μὴ δόξῃ κατηγορεῖν αὐτῶν δι' ἀπέχθειαν, ἐν τῇ λέξει τὸ ἀνὰ πάλιν πεποίηκεν, τὴν μὲν ἀπώλειαν ἐπὶ τῶν ἀνόμως ἁμαρτανόντων θείς, τὸ διὰ νόμου κριθῆναι ἐπὶ τῶν ἐν νόμῳ. Ro+m 2,16 Ἡ δὲ τούτων, φησί, διάγνωσις τότε ἔσται ὅτε καὶ τῶν κατὰ νόμον βιούντων, ἑνὸς ὄντος τοῦ καιροῦ καθὸν τὰ πάντων τῶν ἀνθρώπων ἐξετάζει θεὸς διὰ τοῦ Χριστοῦ κατὰ τὸ εὐαγγέλιόν μου, ἵνα εἴπῃ· καθὼς καὶ αὐτὸ κηρύττων διατελῶ, ὅτι ἔσται κρίσεως καιρός, καὶ δεῖ πιστεύσαντας Χριστῷ τὴν τιμωρίαν ἐκφυγεῖν ἐκείνην. Ro+m 2,17 Οὐ κατ' ἐρώτησιν, ὥς τινες ὑπέλαβον, ἀναγνωστέον τὸ εἰ δὲ σὺ Ἰουδαῖος ἐπονομάζῃ, ἀλλὰ κατ' ἀπόφασιν, ἵνα εἴπῃ· μὴ ὢν ἀληθῶς καὶ ἐν κρυπτῷ Ἰουδαῖος, ἀλλὰ λεγόμενος μόνον καὶ ὡς σῶμα ἀλαζονευόμενος. Ro+m 2, Μόρφωσιν λέγει οὐ τὴν προτύπωσιν, ἀλλ' αὐτὴν τὴν ὑπόστασιν καὶ τὴν γνῶσιν καὶ τὴν ἀλήθειαν ὡς τὸ ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων. Ro+m 2,29 Τῷ πνεύματι, οὐ τῷ ἁγίῳ· οὐ γὰρ περὶ τῶν ἐν τῇ χάριτι κατορθούντων διαλέγεται, ἀλλ' ὑποτίθεται δι' ὅλου τοὺς ἔξω τὰ τοῦ νόμου ποιοῦντας, καὶ δείκνυσι κρείττονας τῶν ἐν τῷ νόμῳ παραβαινόν των. συνᾴδει δὲ ἅπαντα καταλλήλως τῷ οἰκείῳ σκοπῷ, πρόθεσιν ἔχων καὶ τοῦ φυσικοῦ νόμου Ἕλληνας δεῖξαι παραβάτας καὶ Ἰουδαίους πρὸς τῷ φυσικῷ καὶ τοῦ θετοῦ, ἵνα διὰ πάντων στήσῃ τὸ τῆς χάριτος χρῄζειν ἅπαντας. λέγει δὲ τὸ ἐν πνεύματι ἀντὶ τοῦ τῇ προθέσει, ὡς ἐν τῇ τῷν Ἀριθμῶν βίβλῳ φησὶν ὁ θεὸς ὅτι πάντες οἱ παρ οξύναντές με οὐκ ὄψονται τὴν γῆν, ὁ δὲ παῖς μου Χάλεβ, ὅτι ἐγενήθη πνεῦμα ἕτερον ἐν αὐτῷ καὶ ἐπηκολούθησέ μοι καὶ τὰ ἑξῆς, φανερῶς πνεῦμα τὴν πρόθεσιν εἰπών, καὶ ὁ προφήτης· πνεύματι πορνείας ἐπλανήθησαν, ἵνα εἴπῃ· πρόθεσιν ἔσχον πορνικήν117.

Ro+m 3,9 Ἵνα εἴπῃ· ἄγε τοίνυν, μετὰ τὸν ἐκείνων ἔλεγχον τῶν ἡμετέρων τὸ

μέγεθος δείξομεν. Ro+m 3,12 Τῇ μαρτυρίᾳ οὐχ ὡς προφητικῶς εἰρημένῃ ἐχρήσατο, ἀλλ' ὡς ἁρμοζούσῃ τοῖς ἀποδεδειγμένοις τῷ περιληπτικῶς περὶ ἐπταικότων λέγειν αὐτὰ τὸν ∆αυίδ. ὥσπερ οὖν καὶ ἡμεῖς ἄχρι τῆς δεῦρο ἐν ταῖς ἐκκλησιαστικαῖς διαλέξεσι μαρτυρίαις συγκεχρήμεθα, ὡς ἂν ἁρμόζειν δυναμέναις ἀπὸ τῆς διανοίας τοῖς παρ' ἡμῶν λεγομένοις· ὁ γὰρ ψαλμὸς ἐκεῖνος οὐ περὶ πάντων ἀνθρώπων εἴρηται τῷ ∆αυίδ. καὶ δῆλον ἐξ ὧν φησιν· οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οἱ ἐσθίοντες τὸν λαόν μου ἐν βρώσει ἄρτου; τίνα δὲ ἔμελλεν ὀνομάζειν