1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

30

δυνάμενα μόνον, ἐπὶ δὲ τοῦ μέλλοντος αἰῶνος οὐκέτι· ὅθεν αὐτὸ καὶ ἀντέταξεν τὸ ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν, ὃ δὴ μίμημα τῆς μελλούσης ἐστὶ καταστάσεως. μὴ τοίνυν περὶ τοῦτο, φησίν, ἔχετε τὴν σπουδήν, ὅπως ἂν τὰς τοῦ παρόντος αἰῶνος ἐπιθυμίας ἐπιτελῆτε, αἷς οὐδεμία πρὸς τὴν μέλλουσαν κατάστασιν κοινωνία.Ro+m 14,5 Καὶ τοῦτο πάλιν κατὰ συγχώρησιν λέγει· ἄνω μὲν γὰρ περὶ τῆς τῶν βρωμάτων διελέχθη παρατηρήσεως, ἐνταῦθα δὲ περὶ τῆς τῶν ἡμερῶν. δῶμεν τοίνυν τοὺς μὲν παρατηρεῖσθαι κατὰ τὴν νομικὴν διάταξιν τὰς ἡμέρας, ἐν μὲν ταύτῃ πράττοντας οὐδέν, ἐν ἐκείνῃ δὲ τῶν ἔργων ἁπτομένους, κατὰ ταύτην ἑορτάζοντας τὴν ἡμέραν , ἐν ἑτέρᾳ τῆς ἑορτῆς παυομένους· ἑτέρους δὲ πᾶσαν ἡμέραν ἐν ἴσῳ βούλεσθαι ἔχειν , καὶ κατὰ πᾶσαν μὲν ἐργάζεσθαι, πᾶσαν δὲ ἑορτάζειν θεῷ τῶν τε σωματικῶν κατὰ τὸ ἐπεῖγον ἁπτομένους ἀεὶ καὶ τῆς εἰς θεὸν εὐχαριστίας οὐδέποτε παυομένους. οὐ δίκαιον οὖν μάχεσθαι ὑμᾶς διὰ τοῦτο, ἄμεινον δὲ ἀπηλλάχθαι μάχης καταλιπόντας ἐν τοῖς τοιούτοις ἕκαστον μένειν ἐπὶ τῆς οἰκείας αἱρέσεως.

Ro+m 14,7-9 Τί λέγω, φησί, περὶ τοῦ ἐσθίειν καὶ τοῦ μὴ ἐσθίειν; οὔτε ζῶντες ἑαυτῶν ἐσμεν, οὔτε ἀποθνήσκοντες· κἂν γὰρ ζῶμεν, τὴν αὐτοῦ ζωὴν ζῶμεν, κἂν ἀποθνήσκωμεν, κατὰ τὸν ὅρον ἀποθνήσκομεν ἐκείνου 165 σκοπὸν τοίνυν ἁπανταχοῦ προσῆκεν ἡμῖν τοῦτον εἶναι, τῷ θεῷ ἀρέσκειν, λογιζομένοις ὅτι ζῶντες καὶ ἀποθνήσκοντες ἐκείνου πάντως ἰσμέν. καὶ δεικνὺς ὅτι οὐκ ἀπὸ τῆς ποιήσεως μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν προσφάτως οἰκονομηθέντων διὰ Χριστοῦ, ἐπήγαγεν· εἰς τοῦτο γὰρ Χριστὸς καὶ τὰ ἑξῆς. λογίσασθε γάρ. φησίν, ὅτι Χριστὸς καὶ ἀπέθανεν ὑπὲρ ἡμῶν, καὶ ἀποθανὼν ἀνέστη. καὶ ἀναστὰς ζῆ, ζωὴν διηνεκῆ ὑπὲρ ἡμῶν ἅπαντα ποιήσας, ἵνα καὶ ἡμεῖς ἀποθανόντες τῆς τε ἀναστάσεως αὐτῷ κοινωνήσωμεν καὶ τῆς ζωῆς ἀπολαύσωμεν, ὡς πανταχόθεν φαίνεσθαι ἡμᾶς καὶ Χριστῷ δουλεύειν ἀνάγκην ἔχοντας, εἴγε καὶ ἀποθνήσκοντες ἐκείνου πάντως ἐσμέν, τοῦ ὑπὲρ ἡμῶν ἀπο θανόντος ὥστε ἡμᾶς ἀναστῆσαι· καὶ ζῶντες ἐκείνῳ τὴν ζωὴν ὀφείλομεν, ὃς παρέσχεν ἡμῖν τὴν μετὰ θάνατον παρ' ἐλπίδα ζωήν.Ro+m 14,10-11 Τὸ μὲν τί κρίνεις; πρὸς τὸν ἐξ Ἰουδαίων εἴρηται, τὸ δὲ τί ἐξουθενεῖς; πρὸς τὸν ἐξ ἐθνῶν. οὐδετέρῳ, φησίν, ὑμῶν πρέπον οὐδέτερον, ἐπειδὴ ἀνάγκη πάντως τῷ κριτηρίῳ τοῦ Χριστοῦ παραστάντας τὰς εὐθύνας τῶν βεβιωμένων ὑποσχεῖν. καὶ εἰς πίστωσιν τῶν εἰρημένων μαρτυρίαν τίθησιν· γέγραπται γάρ· ζῶ ἐγώ, λέγει κύριος, καὶ τὰ ἑξῆς. ὅτι μὲν οὖν εἰς πίστωσιν τῶν περὶ Χριστοῦ λελεγμένων αὐτῷ τὴν μαρτυρίαν παρήγαγε δῆλον, ἐκεῖνο δὲ ἰστέον ὅτι ἔνθα τοῦτο Ἡσαΐας φησί, συνεχῶς εἴρηται τὸ ἐγώ εἰμι θεός, καὶ οὐκ ἔστιν ἔτι, καὶ ἐγώ εἰμι κύριος, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ· δίκαιος καὶ σωτήρ, οὐκ ἔστι πάρεξ ἐμοῦ, καὶ ὅσα τοιαῦτα. ζητητέον οὖν πως τούτοις ἐπὶ τοῦ Χριστοῦ συνεχρήσατο ὁ ἀπόστολος. πρὸς μὲν τοὺς αἱρετικοὺς ἐλαττοῦν τὴν θεότητα τοῦ μονογενοῦς παντὶ τρόπῳ βουλομένους εἴποι ἄν τις ὅτι εἴτε ὡς περὶ τοῦ Χριστοῦ λεγομένοις τούτοις ἐνταῦθα ἐχρήσατο, εὔδηλος ἡ ἀξία τῆς θεότητος τοῦ μονογενοῦς κατ' οὐδὲν ἐλαττουμένης τοῦ πατρός, εἴτε περὶ τοῦ πατρὸς εἰρημένοις παρὰ τῷ προφήτῃ περὶ τοῦ κυρίου λέγων ὁ ἀπόστολος ἐχρήσατο τῇ μαρτυρία· καὶ οὕτω δέδεκται οὐχ ἑτέρας ὢν θεότητος ὁ υἱός, ὅπουγε συνεχρήσατο τῇ φωνῇ, ὡς ἂν ὁμοίως καὶ ἐπὶ τοῦ Χριστοῦ λέγεσθαι δυναμένῃ, κἂν περὶ τοῦ πατρὸς εἰρημένη τυγχάνῃ. τοῦτο μὲν οὖν πρὸς τοὺς αἱρετικοὺς εἴποι ἄν τις, τὸ δέ γε ἀληθὲς ἐκεῖνο ὅτι μηδὲ περὶ τοῦ πατρὸς εἴρηται ἰδικῶς μήτε περὶ τοῦ Χριστοῦ, ἀλλ' ἁπλῶς περὶ τῆς θείας φύσεως τῆς ἀνωτάτω καὶ πάντων αἰτίας· καὶ διὰ τοῦτο ὁ ἀπόστολος τῇ μαρτυρίᾳ ἐπὶ τοῦ Χριστοῦ κατεχρήσατο, ὁμοίως καὶ πατρὶ καὶ υἱῷ τὰ τοιαῦτα