1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

32

ἀλλὰ γὰρ ἐπὶ παντὸς οὗτινος οὖν φυλάττεσθαι ἀξίου. πάλιν δὲ ἐπὶ τὸ προκείμενον ἀνάγει τὸν λόγον· ὁ δὲ διακρινόμενος ἐὰν φάγῃ κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν. ὁ δὲ διακρινόμενος οὐκ ἐπὶ τῇ βρώσει λέγει , ἀλλ' ἐπὶ τῷ ὁμοπίστῳ· ὁ μὲν γὰρ διὰ πίστιν, φησίν, ἁπλῶς 168 καὶ ἀδιαφόρως μεταλαμβάνων τῶν εἰς βρῶσιν κειμένων ἐσθίει κάλλιστα, ὁ δέ γε πρὸς τὸν ἀδελφὸν διαφερόμενος διὰ τοῦτο καὶ μετὰ τῆς πρὸς ἐκεῖνον ἔριδος ἐσθίων βλάπτεται, μᾶλλον ἀφορμὴν τῆς πρὸς τὸν πλησίον ἔριδος τὸ βρῶμα ποιούμενος· ἔοικεν γὰρ οὐ διὰ πίστιν αὐτὸ ποιεῖν ἀδιαφόρως, ἀλλὰ φιλονεικίᾳ μᾶλλον τῇ πρὸς ἐκεῖνον· τὸ δὲ μὴ ἁπλότητι γινόμενον μετὰ πίστεως, ἀλλ' ἔριδι τῇ πρὸς τὸν πλησίον, ὡμολογημένον ἁμάρτημα.Ro+m 15,1 Τοῦτο πάλιν πρὸς τοὺς ἀπ' ἐθνῶν λέγει, οἳ διέπτυον τοὺς ἀπὸ Ἰουδαίων τῆς νομικῆς παρατηρήσεως ἕνεκεν. ὑμεῖς τοίνυν, φησίν, οἱ δυνατοί, δίκαιοι ἂν εἴητε ἀνέχεσθαι τῆς ἀσθενείας ἐκείνων καὶ φέρειν αὐτοὺς ἀποστῆναι τῆς παλαιᾶς οὐ δυναμένους γνώμης. μὴ μὴν τὸ ἑαυτῶν περισκοπεῖτε μόνον· τοῦτο γάρ ἐστι τὸ ἑαυτοῖς ἀρέσκειν, ἄμεινον δὲ καὶ τὸ τοῦ ὁμοπίστου περισκοπεῖν, ὅπως ἂν βελτιωθείη κἀκεῖνος. καὶ παραδείγματα πείθων αὐτοὺς τοῦτο ποιεῖν ἐπήγαγεν τὸ ἑξῆς. Ro+m 15,5 Λέγει μὲν ὅτι χαρίσεται ὑμῖν ὁ θεὸς πᾶσαν ὑπομονὴν καὶ παράκλη σιν, ὥστε ὁμονοοῦντας πρὸς ἀλλήλους τῆς ἐπὶ τὸν Χριστὸν ἔχεσθαι πίστεως, οὕτω τε σύμφωνον τῷ θεῷ καὶ πατρὶ τὴν ὑμνῳδίαν ἀποδι δόναι. ἐστι δὲ καὶ τοῦτο παραίνεσις ἐν σχήματι προσευχῆς· οἵους γὰρ αὐτοὺς εἶναι βούλεται, τοιούτους εἶναι ηὔξατο. ὅθεν οὐκ ἐξιστάμενος τοῦ οἰκείου σκοποῦ πάλιν ἐπάγει.

Ro+m 15,7 Ὥστε, φησί, δίκαιον ὑμᾶς μᾶλλον ἐφέλκεσθαι τοὺς ἀσθενεστέρους, λογιζομένους ὅτι δὴ καὶ ὑμᾶς ἀλλοτρίους ὄντας τῆς εὐσεβείας ὁ Χριστὸς οἰκειώσατο ἐπὶ τῷ τῆς μελλούσης παρὰ θεοῦ δόξης τυχεῖν. καὶ ἐπειδὴ πολὺν ἐποιήσατο πρὸς τοὺς ἄπ' ἐθνῶν τὸν λόγον, δυνατοὺς αὐτοὺς καλῶν καὶ πίστιν ὀνομάζων τὴν περὶ τῶν βρωμάτων γνώμην αὐτῶν, ἵνα μὴ δόξῃ τὰ Ἰουδαίων αὐτὰ ὡς ἂν οὐδενὸς ἄξια λόγου διασύρειν, ἐπήγαγεν τὸ ἑξῆς. Ro+m 15,8 Τὰ μὲν οὖν προειρημένα, φησίν, εἴρητοί μοι τὸ ἄκαιρον ἐλέγχοντι τῶν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν βουλομένων ἀντέχεσθαι τῆς τῶν νομικῶν παρατηρήσεως, ἐπεὶ καὶ ἄγαν ἄτοπον εἶναι νενόμικα μετὰ τὴν τελειότητα τῶν κατὰ Χριστὸν ἐπ' ἐκεῖνα πάλιν δρομεῖν. ἐπὶ διαβολῇ δὲ τῶν κατὰ τὸν νόμον ἔφην οὐδέν· τοὐναντίον γὰρ ἅπαντα ἐκεῖνα 169 θαυμαστὰ καὶ μεγάλα εἶναι νενόμικα, εἰδὼς αὐτὰ διὰ τάξεις ὄντα θεοῦ, ὃς τὸν Ἀβραὰμ ἐκλεξάμενος ἐπαγγελίας πρὸς αὐτὸν ἐποιήσατο τοῦ ἐπιμελήσεσθαι μὲν τῶν ἐξ αὐτοῦ, ποιήσειν δὲ καὶ τὰ ἔθνη πάντα διὰ τῆς πρὸς αὐτόν τε καὶ τὸ αὐτοῦ σπέρμα οἰκειώσεως τῶν παρ' αὐτοῦ τυχεῖν εὐλογιῶν, ὥστε ἅπαντας θεόν τε τῶν ἁπάντων αἴτιον ἐπι γιγνώσκειν καὶ ποτέρα οἰκεῖον ἐπιγράφεσθαι τὸν Ἀβραὰμ περὶ πολλοῦ τὴν πρὸς τὸ σπέρμα αὐτοῦ τιθεμένους οἰκείωσιν. ἔδει μὲν οὖν τὰς πρὸς Ἀβραὰμ ἐπαγγελίας πέρας λαβεῖν περὶ τοῦ ἅπαντα τὰ ἔθνη δι' αὐτοῦ τε καὶ τοῦ σπέρματος αὐτοῦ τυχεῖν τῶν παρὰ τοῦ θεοῦ εὐλογιῶν. ἐπειδὴ δὲ οἱ πλεῖστοι τῶν Ἰουδαίων οὐδὲν τῆς τοῦ θεοῦ κηδεμονίας ἄξιον διεπράττοντο, οὐδὲ ἔκβασιν αἱ τοῦ θεοῦ λαβεῖν ὑποσχέσεις διὰ τὴν ἐκείνων ἐδύναντο κακίαν, ὁ τοίνυν Χριστὸς ἐκεῖθεν κατὰ σάρκα τὸ γένος κατάγων, ἠνέσχετο δέξασθαι τὴν περιτομήν, καίτοιγε οὐδεμίαν ἔχων ἀνάγκην κατὰ τοὺς λοιποὺς Ἰουδαίους, οἳ διὰ τὴν οἰκείαν ἀγνω μοσύνην ἀναγκαίως ἐπὶ τῆς σαρκὸς τοῦ τρόπου τὸν ἔλεγχον φέρουσιν. τίνος γὰρ καὶ ἔδει τῶν ἔξωθεν τῷ Χριστῷ ἐπὶ τῆς οἰκείας γνώμης τάς τε ὑποσχέσεις βεβαιοῦντι καὶ τοῦ νόμου πληροῦντι τὸ βούλημα; ἀλλὰ καὶ τοῦτο εἵλετο ὥστε ἔχειν τῆς πρὸς τὸν προπάτορα ἐπαγγελίας τὸ σύμβολον, ἵνα ὅταν ἅπαντες ἐπὶ Χριστὸν πιστεύσωσι, τὸν ἐκ τοῦ Ἀβραὰμ τὸ γένος κατάγοντα ἐπαγόμενον μετὰ τῆς κατὰ τὴν φύσιν