1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

31

πρέπειν νομίζων, ὡς ἂν οὐδεμιᾶς οὔσης κατὰ τὴν φύσιν διαφορᾶς. παραπλησίως τοῦτο καὶ ἐπὶ τῆς πρὸς Ἑβραίους τὸ σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν , περὶ τοῦ Χριστοῦ χρησάμενος φαίνεται 166.Ro+m 14,13 Μηκέτι οὖν, φησίν, ἀλλήλους κρίνωμεν. τοῦτο μὲν εἴρηται κατὰ κοινοῦ, ἐντεῦθεν δὲ λοιπὸν πρὸς τοὺς ἀπ' ἐθνῶν τείνει λόγον, ὡς ἂν ἀρκούντως τὰ πρὸς Ἰουδαίους εἰπών. οὐ δίκαιον οὖν ὑμᾶς, φησί, κριτὰς καθίστασθαι τῶν ὁμοπίστων μένοντος ἅπαντας τοῦ κριτηρίου τοῦ Χριστοῦ, ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον. πολλὰ γὰρ οἱ ἀπὸ Ἑλλήνων παρὰ Ῥωμαίοις ἐπικρατέστεροι ὄντες καὶ τῷ πλήθει καὶ τῇ τῶν προσώπων ἀξιοπιστίᾳ, διεπράττοντο μᾶλλον ἐπὶ διασυρμῷ τῶν Ἰουδαίων, ἐπ' ὄψεσιν ἐκείνων ἐσθίειν ἐπιτηδεύοντες ταῦτα ὧν δὴ μάλιστα ἀπέχεσθαι σπουδὴν εἶχον, ὡς ἐντεῦθεν ἐκείνους ταραττομένους καὶ τῆς εὐσεβείας ἀφίστασθαι πολλάκις, καὶ μὴν καὶ τοῦ κοινοῦ συλλόγου καταρρᾳθυμοῦντας ἐφ' ἑαυτῶν γίνεσθαι μᾶλλον. καλὸν οὖν, φησί, τοῦτο μᾶλλον ὑμᾶς δοκιμάσαι, τὸ μηδὲν ποιεῖν εἰς βλάβην τοῦ ἀδελφοῦ, μηδὲ τοιαῦτα πράττειν ἃ τῆς εὐσεβείας ἐκεῖνον ἐκτρέπει. καὶ ἵνα μὴ δόξῃ τὴν τῶν βρωμάτων παρατήρησιν καὶ αὐτὸς ἐπεισάγων ταῦτα λέγειν, ἐπήγαγεν·Ro+m 14,14-15 Οἶδα καὶ πέπεισμαι ὅτι οὐδὲν κοινὸν δι' αὐτοῖ καὶ τὰ ἑξῆς, ἀναγκαίως καὶ τῇ διατάξει χρησάμενος εἰς τὴν τοῦ λεγομένου πίστωσιν, καὶ τῇ δι' αὑτοῦ προσθήκῃ ἀξιοπιστοτέραν τὴν ἀπόφασιν ἐργασάμενος, ὡς ἂν ἀρκοῦντος τοῦ Χριστοῦ πάντα καθαρὰ δεικνύναι. ἀκάθαρτον οὖν, φησίν, οἰδὲν εἶναί φημι τῶν εἰς βρῶσιν κειμένων, εἰ μή τις ἀσθενείᾳ λογισμῶν τοιαύτην περὶ τῶν ἐδεσμάτων λαμβάνει τὴν γνώμην. οὕτως οὐ τὴν τοιαύτην ἀποδέχομαι παρατήρησιν· ἀλλὰ τί ἐπήγαγεν; εἰ γὰρ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατ' ἀγάπην περιπατεῖς· ἀλλ' ὅτι μὴ δίκαιόν σε, φησί, διὰ βρῶσιν λυπεῖν τὸν ἀδελφόν, δέον τῇ ἀνάγκῃ καὶ μειζόνων ἀνέχεσθαι.Ro+m 14,17 Ἄξιον μέντοι κἀκείνους γελάσαι τῆς εὐηθείας ἐντεῦθεν, οἳ μετὰ τὴν ἀνάστασιν ἐσθίειν τε καὶ πίνειν ἡμᾶς νομίζουσιν, σφόδρα δὴ ἐναντία ὑπολαμβάνοντες τῇ Παύλου φωνῇ οὐκ ἐν βρώσει καὶ πόσει τὴν βασιλείαν τοῦ θεοῦ περιορίζεσθαι φάσκοντος 167. Ro+m 14, Ἔργον θεοῦ τῶν ἀνθρώπων τὴν σωτηρίαν φησίν. οὐ δίκαιον οὖν τοῦτο διὰ βρῶμά σε καθαιρεῖν ὅπερ ἀνίστησιν ὁ θεός. ὁρᾷς εἰς ὅσον ηὔξησε τὸ ἁμάρτημα. καὶ ἐπείπερ ἦν εἰκὸς αὐστηροτέρους ἐν αὐτοῖς ὄντας τινὰς δυσχεραίνειν πρὸς τὴν παραίνεσιν, καί που καὶ λέγειν τυχόν· τίς χρεία τῶν ῥημάτων τούτων τῶν πολλῶν; τί γὰρ οὐχὶ καὶ αὐτὸς ἀκάθαρτα αὐτὰ σαφῶς εἶναι φησίν; ἀναλαμβάνει πάλιν ἀσφαλιζόμενος καί φησιν· πάντα μὲν καθαρά, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι Πάλιν ἀσφαλιζόμενος τοῦ μὴ δοκεῖν τῆς τῶν βρωμάτων παρα τηρήσεως ἐπιμελεῖσθαι, καὶ αὐτὸς ἐπάγει· πάντα μὲν καθαρὰ τοῖς καθαροῖς. ταῦτα λέγω, φησίν, οὐ τὴν παρατήρησιν ἐκείνην βουλόμενος κρατεῖν· τοὐναντίον γὰρ ἅπαντα εἶναι καθαρὰ νομίζω ὅσα πρὸς βρῶσιν ὑπὸ θεοῦ γεγένηται. τί οὖν σοι βούλεται τὰ λεγόμενα; ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ, φησί, τῷ διὰ προσκόμματος ἐσθίοντι· ἀλλ' εἰ καὶ καθαρὸν τὸ βρῶμα, ἡ γοῦν μετάληψις αὐτοῦ σοι οὐ καλὴ οὐχ ἁπλῶς ἐσθίοντι, ἀλλ' εἰς βλάβην ἑτέρου ἐπὶ διασυρμῷ καὶ χλεύῃ.Ro+m 14,22-23 Μακάριος, φησίν, ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκι μάζει. φωνὴν τέθεικεν οὐκ ἐκείνοις ἀναγκαίαν μόνοις, ἀλλὰ γὰρ καὶ πᾶσι τοῖς ὅτι δήποτε τῶν εἰς ἀκρίβειαν συντεινόντων μετιέναι βουλο μένοις. ἐγὼ γάρ, φησίν, ἐκεῖνον μακάριστον εἶναι τίθεμαι, ὃς ἐπειδάν τι δοκιμάσῃ δι' ἀκρίβειαν καὶ ἀρετὴν μετιέναι, ἔχεται μὲν τοῦ ἔργου, οὐ μὴν ἑαυτὸν ὑπερέχειν διὰ τοῦτο νομίζει τῶν οὐ τὸ αὐτὸ μετιόντων· καλὸν γὰρ πάσης ἐκτὸς οἰήσεως τὴν ἀρετὴν ἐπιτελεῖν, μὴ ὑπερέχειν ἑαυτὸν διὰ ταῦτα νομίζοντα, ἅπερ ἂν ἐπιθυμίᾳ τῶν κρειττόνων μετίῃ, μηδὲ μὴν ἀποδοκιμάζοντα τὸν οὐκ ἐν τοῖς αὐτοῖς ἐξεταζόμενον. τοῦτο μὲν οὖν εἴρηται κατὰ κοινοῦ τῷ ἀποστόλῳ οὐκ ἐπὶ τῶν παρόντων μόνον,