1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

15

ἀφισταμένων τῆς τῶν ἀτόπων πράξεως, εἰ μὴ καὶ λύπην αὐταῖς ἐκίνει τὸ μένειν ἡμᾶς ἐπ' ἐκείνων. οὕτω δὴ γνώμης ἔχουσαι περὶ ἡμᾶς, ὡς ἅτε δὴ οἰκεῖον καὶ συγγενὲς ζῶον αὐταῖς, ἡνίκα γεγονὼς ὁ Ἀδὰμ ἐδέξατο τοῦ θεοῦ τὸ ἐπίταγμα, ὁμοῦ κἀκεῖνο ἀκούσας ὡς παραβὰς ἀποθανεῖται, ἐσκό πουν, ἥντινα ἄρα τὰ κατ' αὐτὸν τὴν ἔκβασιν λήψεται· καὶ ἐπειδὴ παραβὰς θνητὸς ἐγένετο διὰ τῆς ἀποφάσεως, ἐχωρίζετό τε ὡς εἰκὸς ἡ ψυχὴ τοῦ σώματος καὶ ὁ μηχανηθεὶς διὰ τοῦ ἀνθρώπου σύνδεσμος τῆς κτίσεως διελύετο, τούτῳ τῷ τρόπῳ ἐσκυθρώπαζον αἱ νοηταὶ φύσεις ἐπὶ τοῖς γιγνομένοις, περὶ ἡμᾶς τε οὐκ εἶχον οἰκείως ὡς ἂν τοιούτων γεγονότας αἰτίους κακῶν· ὡς δὲ καὶ τοῦ χρόνου προϊόντος οἱ καθ' ἑξῆς ἄνθρωποι μειζόνως ἐπὶ τὸ χεῖρον προβαίνοντες ἐπέσφιγγον ἑαυτοῖς τοῦ θανάτου τὴν ἀπόφασιν, πάντα μὲν τὰ καθ' ἡμᾶς ἀπεγίνωσκον, μεῖζον δὲ καθ' ἡμῶν ἀνεδέχοντο τὸ μῖσος· ὅθεν οὐδὲ πράττειν ὑπὲρ ἡμῶν ἐβούλοντό τι λοιπόν, τοῦτο μὲν ὡς ἀλλοτρίους ἑαυτῶν ἀποστρεφόμενοι, τοῦτο δὲ ὡς ἐχθροὺς τοῦ θεοῦ μυσαττόμενοι. τί οὖν ἐπὶ τούτοις ἐγένετο; ἔφησεν αὐτοῖς ὁ κύριος ὡς ποιήσει τὴν καθ' ἡμᾶς διόρθωσιν, ἀναστήσας τε ἡμᾶς καὶ ἀθανάτους ἐργασάμενος, ὡς μηκέτι μηδεμίαν δεδοικέναι πάλιν μετα βολὴν καὶ διάλυσιν τοῦ κοινοῦ συνδέσμου τῆς κτίσεως. ταύτην δεξάμενοι τὴν ὑπόσχεσιν ηὐθύμουν, μαθόντες ὡς ἡ θεία χάρις τῶν ἡμῖν ἐπταισμέ νων ποιήσεται τὴν διόρθωσιν, καὶ φιλοτιμίᾳ πάντα ἡμῖν ἀποδώσει ὧν ἡμεῖς ἑαυτοὺς διὰ μοχθηρίαν ἀπεστερήσαμεν τρόπου, καὶ μενεῖ μὲν ὁ καθόλου σύνδεσμος διάλυσιν οὐδεμίαν ἐπιδεχόμενος τοῦ λοιποῦ, μενεῖ δὲ ἄρρηκτος καὶ τῇ κτίσει πρὸς ἑαυτὴν ἡ φιλία· ἐντεῦθεν καὶ πράττειν ἅπαντα ὑπὲρ ἡμῶν οὐκ ὤκνουν, καίτοιγε ἐν τοῖς χείροσιν ἐξεταζομένων, τῇ τῶν μελλόντων ἐλπίδι διὰ τὴν τοῦ θεοῦ ἐπαγγελίαν κρατούμενοι. τοῦτο οὖν λέγει ὅτι ἡ κτίσις τόγε ἐφ' ἡμῖν πολλάκις τὰ καθ' ἡμᾶς ἀπελπίσασα, ταύτην ἀπεκδέχεται τῶν ἁπάντων διόρθωσιν, τὴν προσδο κίαν τῶν μελλόντων, ὅτι ἀναστησόμεθα πάντες εἰς τὸ εἶναι ἀθάνατοι· τὴν γὰρ ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ λέγει τὴν ἀνάστασιν, καθόλου υἱοθεσίαν τὴν ἀθανασίαν καλῶν, ἐπειδὴ υἱῶν εἶναι νομίζει θεοῦ τὸ ἀθανάτους εἶναι· ὅθεν καὶ ὁ ∆αυὶδ λέγει· ἐγὼ εἶπα θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες, ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, ὡς ἂν οὐκ ἔχοντος λόγου τοῦ ἀποθνήσκειν τοὺς υἱοὺς τοῦ θεοῦ χρηματίσαντας 139. Ro+m 8, Ἀμέλει, φησίν, οὐδὲν ἔτι ποιεῖν ὑπὲρ ἡμῶν οἱ ἄγγελοι ἀνεχόμενοι, διὰ τὴν ἐπαγγελίαν ταύτην εἵλαντο πάντα ποιεῖν, καίτοιγε περὶ τὰ μάταια ἡμῶν ἀσχολουμένων, τοῦτο κατὰ τὴν τοῦ θεοῦ ἐπαγγελίαν ἀπεκδεχό μενοι τὸ πάντα ἀπαλλαγῆναι φθορᾶς καὶ μεταβολῶν καὶ τροπῆς, ἐπειδὰν καὶ ἡμεῖς ἀξιωθέντες τῆς ἀναστάσεως ἀθάνατοι τῇ τοῦ θεοῦ δυνάμει γενώμεθα. Ro+m 8,21 Ἀπαλλάττονται γάρ, φησί, τότε καὶ αὐτοὶ τοῦ ὑπηρετεῖσθαι φθορι μαίοις πράγμασιν, ἐπειδὰν ἡμεῖς ἀθάνατοι γενώμεθα καὶ τὰ πάντα ἀπαλλαγῇ τοῦ τρέπεσθαι, ἐπεὶ μηδὲ ἔστι τοῦ λοιποῦ τὸ συναναγκάζον αὐτοὺς πρὸς τὴν τούτων ὑπηρετεῖσθαι κίνησιν. Ro+m 8,22 Καλῶς οὐκ εἶπε στενάζει καὶ ὠδίνει, ἀλλὰ συστενάζει καὶ συνωδίνει, ἐπειδὴ καὶ τὸ πᾶσα ἡ κτίσις ἐνταῦθα προσέθηκεν, ἄνω ἡ κτίσις εἰρηκὼς μόνον. βούλεται δὲ εἰπεῖν ὅτι συμφώνως ἐπιδείκνυται τοῦτο πᾶσα ἡ κτίσις, ἵνα καὶ τὸ παρὰ πάσης τὸ αὐτὸ γίνεσθαι ὁμοίως παιδεύσῃ τούτους τὴν πρὸς ἅπαντας κοινωνίαν αἱρεῖσθαι τῇ τῶν λυπηρῶν καρτερίᾳ. πῶς δὲ πᾶσαν ἔφη τοῦτο ὑπο μένειν τὴν κτίσιν; τὰς μὲν ἀοράτους ὡς εἰκὸς ἅτε δὴ λογικὰς καὶ τῶν γιγνομένων ἐχούσας τὴν αἴσθησιν, τὰς δὲ ὁρατὰς τῇ κοινωνίᾳ τοῦ πράγματος. Ro+m 8,24 Σωτηρίαν καλεῖ τὴν παντελῆ τῶν κακῶν ἀπαλλαγήν, ἥτις αὐτοῖς ἐπὶ τοῦ μέλλοντος αἰῶνος προσγίνεσθαι ἔμελλεν· ταῦτα τοίνυν, φησί, βεβαίως ἐλπίζειν ὅτι πρόσεσται ἡμῖν ἐπὶ τοῦ παρόντος εἰλήφαμεν βίου. Ro+m 8,25 Εἰ μὲν γὰρ ἀπελαύομεν ἤδη τῶν προσδοκωμένων, φησίν, ὑπ' ὄψιν ἔκειτο πάντως τὴν ἡμετέραν, περὶ δὲ τῶν φαινομένων ἐλπίζειν οὐδαμῶς ἐδεόμεθα· ἐπειδὴ δὲ ἐλπίζομεν