1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

33

οἰκειότητος καὶ τὸ σύμβολον τῆς πρὸς ἐκεῖνον ὑποσχέσεως ἀληθῆ καὶ βεβαίαν τὴν ἔκβασιν δεχομένης, τὸ τοὺς ἀπ' ἐθνῶν ἐπὶ τὸν Χριστὸν ἐκείνου σπέρμα τυγχάνοντα πιστεύσαντας ὁμοῦ τε τὸν Ἀβραὰμ ἐπι γράφεσθαι πατέρα, καὶ διὰ τῆς πρὸς τὸν ἐξ αὐτοῦ οἰκειώσεως τῶν παρὰ τοῦ θεοῦ καλῶν ἀπολαύοντας, βεβαιοῦν τῶν εἰρημένων τὴν ἀλήθειαν. εἵλετο, φησίν, ὁ Χριστὸς τὴν περιτομὴν δεξάμενος ὥσπερ τις διάκονος γενέσθαι τῶν ὑποσχέσεων ἐπὶ τούτῳ δοθεισῶν τῷ συμβόλῳ, ὥστε τοῦ θεοῦ φανῆναι τὴν ἀλήθειαν πέρας τῆς πρὸς τοὺς πατέρας ὑποσχέσεως οὕτω λαμβανούσης. οὐκοῦν Ἰουδαῖοι μέν, ἐπειδὰν ἐκεῖθεν Χριστῷ πιστεύσωσιν, ἀκολούθως ἀπὸ τῶν καλῶν ἐπὶ τὰ κρείττω μεθίστανται, οἱ δέ γε ἀπὸ Ἑλλήνων προσιόντες φιλανθρωπίᾳ θεοῦ τὴν πρὸς ταῦτα οἰκείωσιν δέχονται. ταῦτα μὲν οὖν εἰς σύστασιν ἔφη τῶν κατὰ νόμον ἐπὶ τῷ δεῖξαι, ὅση τίς ἐστι τῶν Ἑλληνικῶν καὶ τῶν κατὰ Ἰουδαίους ἡ διαφορά, ὥστε μὴ ἀπὸ τῶν προειληφότων διασύρειν τὰ τοῦ νόμου δοκεῖν. ἀκολούθως δὲ πάλιν ἀσφαλίζεται τὸ μὴ Ἰουδαίοις ἀφορμὴν παρασχεῖν κατὰ τῶν ἀπ' ἐθνῶν ὡς ἂν πρόσφατον δεδεγμένων καί φησιν.Ro+m 15,9- 12 Ταύταις ἐχρήσατο ταῖς μαρτυρίαις, ὥστε δεῖξαι ὅτι ἀεὶ καὶ παρὰ τοῖς προφήταις δεδοκίμασται τὰ ἔθνη ἀξιόπιστα εἶναι πρὸς τὸ τῆς 170 εὐσεβείας μάθημα, εἰ δὴ βούλοιντο, εἴ γε καὶ εὐχαριστεῖν ἐπ' ὄψεσι ταῖς ἐκείνων ὁ προφήτης ἐπαγγέλλεται , κοινωνεῖν τε τῆς εὐφροσύνης τῷ λαῷ προστάττονται καὶ ὕμνους ἀναπέμπειν θεῷ.Ro+m 15,14 Ἐπειδὴ ἀρκοῦσαν πεποίηται πρὸς αὐτοὺς τὴν διδασκαλίαν, ἐπὶ τὴν ἀσφάλειαν αὖθις ἀνατρέχει τοῦ οἰκείου προσώπου. εἰρήκει δὲ καὶ ἐπὶ τοῦ προοιμίου πολλὰ μέν, ὥστε μὴ αὐθαδείᾳ δοκεῖν ἐπιχειρεῖν τῇ πρὸς αὐτοὺς διδασκαλίᾳ παρὰ τοῦ μακαρίου Πέτρου παρειληφότας τῆς εὐσεβείας τὸ δόγματα , ἀπολογούμενος δὲ καὶ περὶ τοῦ μὴ ἀπεληλυθέναι ἄχρι τούτου, διὰ γραμμάτων δὲ καὶ νῦν αὐτοῖς διαλέγεσθαι. καίτοιγε πρὸς πολλοὺς ἀφικόμενος ἑτέρους, περὶ ἀμφοτέρων δὴ κἀνταῦθα διαλέγεται πρὸς τῷ τέλει λοιπὸν τῆς ἐπιστολῆς γενόμενος, πάνυ μὲν σπουδάζων δεικνύναι ὡς οὐδὲν ἐπιμέμφεται τοῖς τοῦ μακαρίου Πέτρου διδάγμασιν, ἀπολογούμενος δὲ ἑξῆς καὶ περὶ τοῦ μὴ ἀπεληλυθέναι πρὸς αὐτούς. ἐνταῦθα τοίνυν φησὶν ὅτι σφόδρα πέπεισμαι περὶ ὑμῶν, ὡς παντὸς ἀγαθοῦ μεστοὶ καθεστήκατε καὶ πᾶσαν ἔχετε τῶν προσηκόν των τὴν γνῶσιν ὡς καὶ ἑτέρους δύνασθαι νουθετεῖν· τοιοῦτος γὰρ ὁ διδάξας ὑμᾶς.Ro+m 15,15 Τολμηρότερον δέ, φησίν, ἔγραψα ὑμῖν ἀπὸ μέρους. κολῶς τὸ ἀπὸ μέρους, ἵνα μὴ καθόλου δόξῃ τοῦτο ἀποφαίνεσθαι περὶ ἑαυτοῦ καὶ τὴν οἰκείαν ἐκβάλλειν οὕτω διδασκαλίαν, ἐπείπερ οὐδὲ ποιεῖν αὐτὸ ἐχρῆν, εἰ δὴ καθόλου τολμηρὸν ἐπεχείρει τοῖς μὴ προσήκου σιν· νυνὶ γὰρ τῇ τοῦ ἀπὸ μέρους προσθήκῃ καὶ τὸ ἀναγκαῖον τῆς ἑαυτοῦ διδασκαλίας ἐνεδείξατο καὶ τὴν αἰτίαν σαφῆ πεποίηκε δι' ἣν τολμηρότερον ἔφη γεγραφηκέναι, οὐ τῷ αὐτοὺς διδάσκειν, ἀλλὰ τῷ μετὰ Πέτρον. δεικνὺς γοῦν τὸ τοῦ πράγματος ἀναγκαῖον ὡς ἐπανα μιμνήσκων ὑμᾶς φησίν. καλῶς τὸ ἐπαναμιμνήσκων· οὕτω γάρ , φησίν, ἀποδέχομαι ἐκεῖνα καὶ θαυμαστὰ εἶναι ἡγοῦμαι, ὥστε οὐδὲ διδάσκειν ἐπαγγέλλομαι, ἀλλ' εἰς ὑπόμνησιν ἄγειν ὧν μεμαθήκατε. καὶ δεικνὺς ὅτι ἁρμόττον αὐτῷ τὸ ποιεῖν τοῦτο, ἐπήγαγεν· διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ θεοῦ καὶ τὰ ἑξῆς. τῆς παρὰ τοῦ θεοῦ χάριτος ἠξιώθην, φησίν, εἰς τὸ ὑπηρετεῖσθαί με τῷ Χριστῷ τοῖς πανταχόσε ἀνθρώποις διαγγέλλοντα τῶν δι' αὐτοῦ παρα σχεθέντων ἡμῖν τὸ μέγεθος, ἐπὶ τὸ κἀκείνους πιστεύσαντας καὶ τῆς τοῦ πνεύματος ἀξιωθέντας χάριτος τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν. ἀναγκαίως οὖν καὶ τοῦτο ἐγχειρισθεὶς κέχρημαι τῇ πρὸς ὑμᾶς διδασκα λίᾳ, οὐ καινόν τι διδάσκειν ὑπισχνούμενος, οὐδὲ ὅπερ οὐκ ἔγνωτε παρὰ Πέτρου, εἰς ὑπόμνησιν δὲ τῶν προειληφότων ἄγων ὑμᾶς 171.Ro+m 15,22 ∆ιὰ τοῦτο, φησίν, ἐγὼ πρὸς ὑμᾶς ἐλθεῖν ἐπειχό μην, ἐπειδὴ ὑμῖν μὲν ἀρκοῦντα τῆς εὐσεβείας διδάσκαλον ἀπέστειλεν ὁ θεὸς τὸν Πέτρον, ἐμὲ δὲ περὶ τὴν τῶν