1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

18

ἀποφηνάμενος τῷ ἐλάττονι, εἰδὼς μὲν αὐτοὺς ὁποῖοί τινες ἔσονται, οὐκ ἀναμείνας δὲ ἀπὸ τῶν οἰκείων διαγνωσθῆναι τρόπων, ἀλλὰ πόρρωθεν αὐτοὺς διελών, ὥστε διὰ πάντων φανερὰν γενέσθαι τῆς ἐκλογῆς τὴν χάριν, ἣ καὶ φύσεως καὶ πάντων ἐστὶ προτιμοτέρα. εὐκαιρότατα μὲν οὖν πρὸς τὰ παρόντα καὶ τὸ μήπω γὰρ γεννηθέντων· οὕτω γὰρ διαψεύσασθαι, φησίν, οὐχ οἷόν τε θεόν, ἕτερα μὲν ὑπισχνούμενον, ἕτερα δὲ ποιοῦντα, ὅτι καὶ πρὸ τῆς γεννήσεως τὸν ἑκάστου τρόπον εἰδὼς ἐκλέγεται οὓς ἂν ἀξίους εἶναι νομίσῃ. τίς ἂν οὖν γένοιτο ἐπὶ τοῦ τοιούτου διαμαρτία, 144 ὥστε τοῦτο κατὰ τὸν τῶν ἰδεῶν νομίζειν λόγον; δεικνὺς δὲ ὅτι ἠκολού θησε τῇ κατὰ χάριν ἐκλογῇ καὶ τὰ πράγματα, ἐπάγει· καθὼς γέγραπται· τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα. διὰ πάντων μέντοι σαφῶς ἀπέφηνεν ὅτι μὴ φύσεως ἀκολουθίᾳ δουλεύειν οἶδε θεός, χάριτι δὲ καὶ φιλοτιμίᾳ τούτους ἐκλέγεται οὓς ἂν ἀξίους εἶναι τῆς ἐκλογῆς νομίσῃ, οἵτινες τῆς παρ' αὐτοῦ πρότερον ἀξιω θέντες χάριτος, τότε τὰ παρ' ἑαυτῶν συνεισφέρειν δύνανται, ἀνάλογον τῇ χάριτι τὴν οἰκείαν ἐπιδεικνύντες προαίρεσιν. Ro+m 9,14-21 Τί οὖν ἐροῦμεν; φησί· μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο. ἀλλ' ἐμοὶ μὲν εἴρηται ταῦτα, φησί, βουλομένῳ δεῖξαι τὸν θεὸν οὐκ ἀκολουθίᾳ φύσεως ἑπόμενον, χάριτι δὲ καὶ φιλοτιμίᾳ ἐκλεγόμενον οὓς ἂν ἀξίους εἶναι τῆς ἐκλογῆς νομίζῃ τῆς ἑαυτοῦ. οἰέσθω δὲ μηδεὶς ἄδικον εἶναι λέγειν ἡμᾶς τοῦ θεοῦ τὴν ἐκλογὴν εἰκῇ καὶ ἄνευ κρίσεως τοὺς μὲν ὠφελεῖν τοὺς δὲ βλάττειν ἐσπουδακότος· μὴ γὰρ γένοιτο τοῦτό ποτε παρ' ἡμῶν φανῆναι λεγόμενον. εἶτα καὶ ἐξεργαστικώτερον τῶν ἐναντίων τιθείς· τῷ γὰρ Μωϋσεῖ λέγει· ἐλεήσω ὃν ἂν ἐλεῶ , καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω· καὶ μετὰ τὴν μαρτυρίαν ἐπισυλλογίζεται ἐκ τοῦ ἐκείνων προσώπου· ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ· καὶ γραφικὴν ἑτέραν φωνὴν τεθεικώς· λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. συλλογίζεται πάλιν· ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. ταῦτα μὲν οὖν ἅπαντα ὡς ἀπὸ τοῦ ἑτέρων ἔφη προσώπου, τάς τε γραφικὰς μαρτυρίας οὕτως εἰπὼν ὡς ἂν ἐκείνων αὐτὰς εἰς σύστασιν τοῦ οἰκείου λόγου προβάλλεσθαι εἰωθότων, καὶ τοὺς συλλογισμοὺς ἀκολούθως ἀπὸ τοῦ ἐκείνων ἐπαγαγὼν προσώπου. δύο δέ ἐστι τὰ ἐν τοῖς εἰρημένοις στρεφόμενα· εἰ θεὸς ἀγαθούς τε εἶναι ποιεῖ καὶ κακοὺς τὴν γνώμην οὓς βούλεται, ἢ παρ' ἡμῖν ἡ τῆς αἱρέσεως ταύτης ἐξουσία; καὶ πότερον αὐτὸς κολάζει τε οὓς θέλει καὶ πάλιν εὐεργετεῖ κατὰ τὸ δοκοῦν αὐτῷ, ἢ παρ' ἡμῖν τοῦ πειρᾶσθαι τούτων τε κἀκείνων ἐστὶν ἡ αἰτία; ἔχεται δὲ τοῦ πρώτου τὸ δεύτερον. ὁμολογου μένου μὲν γὰρ τοῦ παρ' ἡμῖν εἶναι τὴν ἐξουσίαν τῆς τε τῶν καλῶν καὶ τῶν χειρόνων αἱρέσεως , συναπηλέγχετο καὶ τὸ τὰ περὶ ἡμᾶς γινόμενα ἀπὸ τῆς ἡμετέρας συμβαίνειν αἰτίας. τῆς δέ γε τοῦ ποιεῖν ἐξουσίας ἅπερ ἂν βουλώμεθα ἐν ἡμῖν οὐκ οὔσης, οὐδὲ τὰ περὶ ἡμᾶς γινόμενα ἑτέρως γινόμενα, ἐφαίνετο ἀλλ' ἢ κατὰ τὸ δοκοῦν τῷ ποιοῦντι θεῷ. 145 κάλλιστα δὴ καὶ ὁ μακάριος Παῦλος διαιρεῖ μὲν τὴν ἀπόκρισιν. ὥσπερ δὲ ἐν τῷ πρώτῳ τοῦ παντὸς στρεφομένου, ἐκεῖνο πρότερον μετ' ἰσχυρᾶς τῆς ἀποδείξεως λύειν πειρᾶται, καὶ μετ' ἐκεῖνο ὡς ἂν ἀκόλουθον ἐπισυνάπτει τοῦ δευτέρου τὴν λύσιν. ἐπάγει δὴ πάλιν μετὰ τὰ προτεθέντα ἀπὸ τοῦ ἐκείνων προσώπου ὅπερ ἀκόλουθον ἦν τοῖς εἰρημένοις· ἐρεῖς οὖν μοι· τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; ἀντὶ τοῦ θαρρήσας δὲ ταῖς γραφικαῖς μαρτυρίαις ὡς ἂν σύμφωνα οἷς λέγεις αὐτὸς διδασκούσαις ἡμᾶς, ἐρεῖς ὡς οὔτε μέμ ψεως οὔτε τιμωρίας ἄξιος εἶ τινος, γνώμῃ μὲν οἰκείᾳ πράττων οὐδέν, ἀνάγκῃ δὲ εἴκων τοῖς δοκοῦσιν αὐτῷ καὶ οὐδὲ αἱρεῖσθαι παρ' ἐκεῖνα δυνάμενος ἕτερα. καὶ συντόμως τοῦ εἰρημένου τὴν ἀτοπίαν ἐλέγχων· μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινάμενος τῷ θεῷ