1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

23

τοιούτους. οὐκοῦν πρὸ πάντων χρεία τούτων οἳ πρὸς διδαχὴν ἐκλεγέντες ἀποσταλήσονται τῆς οἰκουμένης κήρυκες, δι' ὧν δυνατὸν καὶ μαθεῖν τὴν εὐσέβειαν καὶ πιστεῦσαι μαθόντας καὶ πιστεύσαντας ἐπικαλεῖσθαι λοιπὸν ἐλπίδι τοῦ τὴν ἐκ τῆς ἐπικλήσεως σωτηρίαν λαβεῖν. ἀλλὰ τούτους οὐχ ἑτέρωθεν ἐξελέξατο ἡ χάρις ἐπιτηδείους εἶναι νομίσασα, ἀλλ' ἢ ἀπὸ τῶν ὑπὸ τὸν νόμον καὶ τὴν τούτου γεγονότων παιδαγωγίαν, οἳ μακρῷ τῷ χρόνῳ ταῖς τῶν προφητῶν προαγορεύσεσιν τὸ περιμένειν τοῦ Χριστοῦ τὴν παρουσίαν ἐπὶ πολλῶν ἀγαθῶν αἰτίᾳ βεβαίως εἰλήφεισαν, ὡς μηδὲ τὸν τόπον ἄδηλον εἶναι αὐτοῖς ὅθεν φανήσεσθαι ἔμελλεν, ὥστε τῆς ἐν νόμῳ παιδαγωγίας ἤρτηται ἡ διὰ Χριστοῦ τῶν ἀνθρώπων σωτηρία, τῷ τε ἐκεῖθεν φανῆναι παρ' οἷς καὶ ἠλπίζετο, καὶ τῷ τοὺς πρώτους πεπιστευκότας ἐκεῖθεν γενέσθαι οἳ τῆς ἄνωθεν ἀξιωθέντες χάριτος ἱκανοὶ πρὸς τὴν ἁπάντων διδασκαλίαν εἶναι ἐκρίθησαν. οὐκοῦν εἰ ὁ 152 Χριστὸς ἐκεῖθεν, φησί, καὶ οἱ ἁπάντων διδάσκαλοι οἱ ἀπόστολοι, μεγάλη τις ἡ κατὰ νόμον οἰκονομία τοῦ θεοῦ, πάντων ἐμπεριειλημμένην αὐτῷ τὴν σωτηρίαν ἔχουσα· οὕτω γὰρ ὑπῆρξεν τοῖς ἀνθρώποις μαθεῖν τε ἃ προσήκει, καὶ μαθοῦσι πιστεῦσαι, πιστεύσασί τε ἐπικαλέσασθαι, ἐπι καλεσαμένοις δὲ τὴν ἐκ τῆς ἐπικλήσεως σωτηρίαν λαβεῖν. καὶ ἐπειδὴ πάντα τῆς τῶν ἀποστόλων ἀπήρτησεν διδαχῆς ὥστε δεῖξαι τοῦ νόμου τὸ χρήσιμον, εἴγε τοὺς ἁπάντων ἀνέδειξε διδασκάλους ἀποστόλους, ἐπάγει· καθὼς γέγραπται· ὡς ὡραῖοι οἱ πόδες καὶ τὰ ἑξῆς. εἴρηται δὲ ταῦτα οὐ περὶ τῶν ἀποστόλων τῷ προφήτῃ, ἀλλὰ περὶ τῶν μελλόντων μηνύειν τὰ περὶ Ἰουδαίους ἐσόμενα ἀγαθά. εἰ δὲ οἱ μηνυταὶ ἐκείνων, φησίν, οὕτω νομίζονται θαύματος ἄξιοι, ἤπου γε ἀναγκαῖόν τι πρᾶγμα καὶ λυσιτελέστατον ἅπασι δεῖ νομίζειν τῶν ἀποστό λων τὴν διδαχήν. Ro+m 10,16-17 Τὸ ἀλλ' οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ κατ' ἐρώτησιν ἀναγνωστέον, ἀντιθέσεως μέρει παρὰ τοῦ ἀποστόλου τεθέν, ἀντὶ τοῦ ἀλλ' ἐρεῖς ὅτι μὴ πάντες ἐπίστευσαν. θαυμαστὸν οὐδέν· πόρρωθεν γὰρ εἴρηται τῷ Ἡσαΐᾳ τῶν πειθομένων τὸ σπάνιον. οὕτω γοῦν ἐν ἀπόρῳ τίθεται τὸ πρᾶγμα ὡς λέγειν· τίς ἄρα ἔσται ὁ δεξόμενος ταῦτα ἅπερ οὖν ἡμεῖς ὑπὸ τῆς θείας χάριτος μεμαθηκότες κηρύττομεν; οὐκοῦν οὐδὲ νῦν γένηταί τι καινόν. καὶ λύσας τῇ μαρτυρίᾳ τὴν ἀντίθησιν ἀπ' αὐτῆς ἐπισυλλογίζεται τὰ πρὸ τῆς ἀντιθέσεως, τὸ πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν καὶ τὰ ἑξῆς, καί φησιν· ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος θεοῦ. πρόδηλον δὲ ἡμῖν, φησίν, ἀπὸ τῆς τοῦ προφήτου φωνῆς κἀκεῖνο ὅπερ ἐλέγομεν, ὅτι πίστις μαθήσεως ἐκτὸς οὐκ ἄν ποτε γένοιτο, καὶ μάθησις εὐσεβείας οὐκ ἂν συνέστη μὴ θεοῦ τἀληθὲς δεικνύντος· ὅπερ οὖν καὶ νῦν διὰ τῶν ὑπὸ τῷ νόμῳ παιδαγωγουμένων ἐγένετο, οὓς ἐν μακρῷ τῷ χρόνῳ διὰ τῶν προφητῶν ἀναμένειν ταῦτα παιδεύσας θεός, ἐν καιρῷ τῷ προσήκοντι διδασκάλους τῆς ἀληθείας ἅπασιν ἀνθρώποις ἀνέδειξεν 153. Ro+m 10,18 Τὸ μενοῦνγε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν πρόδηλον ὅτι μὴ ὡς προφητικῶς περὶ αὐτῶν εἰρημένον τέθεικεν, ἀλλ' ὡς ἁρμόττειν τοῖς παροῦσι δυνάμενον πράγμασιν. κἀκεῖνο δὲ ἰστέον ἐντεῦθεν ὅτι τὸ μενοῦνγε ἐπὶ λύσει κέχρηται, ὡς μὴ εἶναι ἄδηλον ὅτι καὶ ὅταν λέγῃ· μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ, λύων τὸ ζητούμενον, οὐκ ἐπιτιμῶν, ὥς τινες οἴονται , λέγει. Ro+m 10,19 Πάλιν ἑτέραν ἀντίθεσιν ἐπάγει· ἀλλὰ λέγω, μὴ Ἰσραὴλ οὐκ ἔγνω; ἀντὶ τοῦ ἀλλὰ μὴ τοῦτο ἐρεῖς ὅτι καινὸν αὐτοῖς τὸ πρᾶγμα νενόμισται, τὸ τοὺς ἐξ ἐθνῶν προσειλῆφθαι εἰς τὴν εὐσέβειαν, καὶ διὰ τοῦτο ὡς ἐπὶ καινῷ ταραττόμενοι πρὸς τὸ δόγμα διαμάχονται τὸ ἡμέτερον. καὶ μὴν εὐθὺς Μωϋσῆς ὁ τὸν νόμον αὐτοῖς δεδωκὼς φαίνεται πόρρωθεν ἐκ τοῦ θεοῦ διαμαρτυρόμενος, ὅτι δὴ τούτων πρὸς τὸ χεῖρον νευσάντων καὶ αὐτὸς ἐκλέξεται τὰ ἔθνη πρὸ τούτων, κἀκείνους τῆς οἰκείας ἀξιώσει προνοίας, ὥστε αἴσθησιν αὐτοὺς ἀπὸ τῶν πραγμάτων λαβεῖν.