1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

11

κατὰ παράθεσιν φανῆναι τῶν διὰ τοῦ Χριστοῦ τὸ μέγεθος καί φησιν οὕτως. Ro+m 7,14 Τὸ πνευματικὸς ἀντὶ τοῦ ὠφελεῖν καὶ παιδεύειν ἃ δεῖ δυνά μενος τὴν ψυχήν, τὸ δὲ σαρκικὸς ἀντὶ τοῦ θνητὸς καὶ διὰ τοῦτο πολλὴν περὶ τὸ ἁμαρτάνειν ἔχων ῥοπήν· τοῦτο γὰρ λέγει τὸ πεπρα μένος ὑπὸ τὴν ἁμαρτίαν, ἐπειδήπερ ἡ πρᾶσις δοῦλον πάντως 131 ποιεῖ τὸν πεπραμένον ὑπὸ τὸν τῆς ὑπηρεσίας καθεστάμενον ἀνάγκην , ὡς ἂν οὕτω καὶ ἡμῶν διὰ τῆς θνητότητος εἰς τὴν τοῦ ἁμαρτάνειν ἑτοιμότητα καταστάντων. βούλεται γὰρ εἰπεῖν ὅτι καλὸς μὲν ὁ νόμος· παιδεύει γὰρ τὴν ψυχήν , τίνα μὲν ἀγαπᾶν, τίνα δὲ ἀποστρέφεσθαι προσήκει, καὶ τὸ πάντων προτιμᾶν τῶν θείων νόμων τὸ βούλημα. ὄφελος δὲ ἐμοὶ πρὸς τὸ ἀπηλλάχθαι τῆς ἁμαρτίας ἐντεῦθεν οὐ γίγνεται· θνητὸς γὰρ ὢν τὴν φύσιν καὶ πολλὴν διὰ τούτου περὶ τὸ ἁμαρτάνειν τὴν εὐκολίαν δεξάμενος, ἀπηλλάχθαι τοῦ πταίειν οὐ δύναμαι, κἂν μυριάκις ἃ προσήκει διὰ τοῦ νόμου παιδεύωμαι τὴν ψυχήν. Ro+m 7,17-18 Καὶ τοῦτο μὲν νόμου, φησί, τὸ χρήσιμον δείκνυται, ἀφ' ὧν οὐδενὶ τῶν πραττομένων ἀρέσκομαι· ὁμολογῶ γὰρ ἄτοπα εἶναι, κἂν μυριάκις αὐτὰ διαπράττωμαι, τῷ πεπαιδεῦσθαι τοῦτο ὑπὸ τοῦ νόμου. φαίνεται δὲ ἡ τῆς ἁμαρτίας ἰσχὺς οὕτω μου διὰ τὴν θνητότητα κρατοῦσα ὡς καὶ ἄκοντα πολλάκις ἐπὶ τὴν τῶν ἀτόπων καταφέρεσθαι πρᾶξιν. καὶ τὸ αὐτὸ πάλιν· οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τοῦτ' ἔστιν ἐν τῇ σαρκί μου, τὸ ἀγαθόν. καὶ γὰρ ἐπίσταμαι, φησίν, ὅτι ὅσον ἐπὶ τῇ σαρκὶ θνητὴν ἐχούσῃ τὴν φύσιν, οὐδὲν τῶν εἰς ἀρετὴν συντελούντων πραχθῆναι δύναται· ἡ μὲν γὰρ θνητότης τῶν παρόντων ἐφίεσθαι μόνον ἡμᾶς παρασκευάζει, ἐκ δὲ τῆς περὶ ταῦτα σπουδῆς ἁμαρτήματα τίκτεται μᾶλλον, κατορθῶσαι δὲ ἀρετὴν εἰς ἄκρον οὐδαμῶς οἷόν τε μὴ τῶν παρόντων ὑπερορῶντα, κρείττονι λογισμῷ ἀθανάτων ἐφιέμενον πραγμάτων. Ro+m 7,19 Ἐπιμένων τοῖς αὐτοῖς· οὐ γὰρ ὃ θέλω ποιῶ, φησίν , ἀγα θόν, ἀλλ' ὃ οὐ θέλω κακὸν τοῦτο πράσσω. εἰ δὲ ὃ οὐ θέλω τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. τὸ γὰρ αὐτὸ κἀνταῦθα λέγει, ὅτι τῇ μὲν ψυχῇ αἱροῦμαι τὸ καλὸν ὑπὸ τοῦ νόμου παιδευόμενος ἃ δεῖ, ποιῶ δὲ οὐχ ἃ βούλομαι πολλάκις, ἀλλὰ ἃ μὴ βούλομαι μᾶλλον· βούλομαι μὲν γὰρ τὰ τοῖς θείοις νόμοις ἀκόλουθα, πράττω δὲ τἀναντία ὧν ἐπίσταμαί τε καὶ βούλομαι καλῶν , ὡς ἐντεῦθεν τῆς ἁμαρτίας φαίνεσθαι τὴν ἰσχὺν ἣν κατ' ἐμοῦ διὰ τῆς θνητότητος ἐπεκτήσατο, εἴπερ δὴ καὶ παρὰ γνώμην ἐπὶ τὴν οἰκείαν με καθέλκειν δύναται πρᾶξιν. τὸ γὰρ οὐκ ἐγὼ κατεργάζομαι ἀνωτέρω κἀνταῦθα λέγει τὸ παρὰ γνώμην. διὰ πάντων δὲ τούτων ἀπὸ τοῦ οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν, βούλεται εἰπεῖν, ὅτι καλὸς μὲν ὁ νόμος παιδεύων ἃ δεῖ τὴν ψυχὴν καὶ τούτου γε ἕνεκεν σφόδρα χρήσιμος, ἐγὼ δὲ διὰ τῆς θνητότητος πολλὴν περὶ τὸ ἁμαρτάνειν τὴν 132 εὐκολίαν δεξάμενος, ἀπηλλάχθαι τοῦ πταίειν διὰ τῆς τοῦ λόγου διδασκα λίας οὐ δύναμαι· πολλὴν μὲν γὰρ ἔχει τὴν ἰσχὺν ὁ νόμος ἐν τῇ τῆς ψυχῆς διδασκαλίᾳ, καὶ τοῦτο δῆλον ἐξ ὧν ἀκριβὴς ἔγκειται ἡμῖν ἥ τε τοῦ καλοῦ καὶ τοῦ κακοῦ διάκρισις· οὐδὲ πώποτε γοῦν ὑπὸ τοῦ πλήθους τῶν ἁμαρτημάτων τὸ εἰδέναι τοῦτο ἀπεβάλλομεν, τοὐναντίον δὲ καὶ μυρία πταίοντες τοῦ γοῦν εἰδέναι τῆς ἁμαρτίας τὴν φαυλότητα ἐκτὸς οὐ γεγόναμεν. οὐ μὴν ἀφελεῖν ἡμῶν τὸ ἁμαρτάνειν δεδύνηται τῆς θνητότητος πολλὴν τούτου τὴν εὐκολίαν ἡμῖν ἐργασαμένης, ἀλλὰ κἂν σφόδρα διὰ τῆς οἰκείας διδασκαλίας πολλὴν τοῦ προσήκοντος ἐνερ γάσηται τὴν διάθεσιν, ἄκοντες καὶ ὡς οὐκ ἴσμεν, πολλάκις εἰς τὴν τῶν ἀτόπων ὑποφερόμεθα πρᾶξιν. Ro+m 7,21 Κατὰ διαίρεσιν ἀναγνωστέον· εὑρίσκω ἄρα τὸν νόμον ἐμοὶ τῷ θέλοντι ποιεῖν τὸ καλόν, εἶτα ἑξῆς· ὅτι ἐμοὶ τὸ κακὸν παράκειται· ἕκαστον γὰρ αὐτῶν ἰδίᾳ τελείαν καὶ ἀπηρτισ μένην ἔχει τὴν ἔννοιαν, τὸ μὲν τῷ θέλοντι ἐμοὶ κατὰ τὴν ψυχὴν λέγοντος, τὸ δὲ ὅτι ἐμοὶ τὸ κακὸν παράκειται κατὰ τὴν σάρκα. λέγει γὰρ ὅτι κατὰ μὲν τὴν ψυχὴν χρήσιμος ὁ νόμος, παιδεύων αὐτὴν ἐφίεσθαι τοῦ καλοῦ, ἀποστρέφεσθαι δὲ τὸ