1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

22

πίστεως προσέσεσθαι δικαιώσεως οὐδένα ποιησάμενοι λόγον, ἀπὸ δὲ τῶν ἔργων τοῦ νόμου δικαιωθῆναι ἐλπίσαντες, ὅπερ ἀδύνατον, ἐκείνης τε οὐκ ἔτυχον καὶ ταύτην οὐδαμῶς περιποιῆσαι ἑαυτοῖς δεδύνηνται· προσ έκοψαν γὰρ τῷ λίθῳ τοῦ προσκόμματος, ὅπερ θαυ μασιώτατα ἐπήγαγεν, ὥστε δεῖξαι ὅτι οὐ τὰ πρότερα αὐτῶν, ἀλλὰ τὰ νῦν αἰτιᾶται. ἔτρεχον οὖν, φησί, πρὸ τούτου τῆς κατὰ νόμον δικαιοσύνης τὸν δρόμον, καὶ ἦν αὐτοῖς οὐδαμῶς μέμψιν τινὰ ἐπαγαγεῖν ὑπὲρ τῶν προτέρων, ἀλλ' ὥσπερ λίθῳ τινὶ τῷ κυρίῳ διὰ τῆς ἀπιστίας προσκρού σαντες καὶ βαρὺ τὸ κατάπτωμα ὑπομείναντες, μάταιον ἅπαντα τὸν ἐν τοῖς προειληφόσιν ἀπέφηναν δρόμον. καὶ μαρτυρίαν ἐπάγει οὐ τοῖς εἰρημένοις μόνον κατάλληλον, ἀλλὰ καὶ πρὸς ἅπαν ὁμοῦ τὸ νόημα συμβαλλομένην· καθὼς γέγραπται· ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου, καὶ πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνθήσεται· κατάλληλον μὲν γὰρ τὸ προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος τῷ ἰδοὺ τίθημι λίθον προσκόμματος, πρὸς ἅπαν δὲ αὐτῷ συνεβάλλετο ὡς ἔφην τὸ νόημα, τὸ πᾶς ὁ πιστεύων οὐ καταισχυνθήσεται, βουλομένῳ δεῖξαι μέγα τι τὴν πίστιν καὶ ἱκανὸν τοὺς μὲν οἰκείους τοὺς δὲ ἀλλοτρίους ἐργάσασθαι, εἴπερ δὴ καὶ παρὰ τοῖς προφήταις εἴρηται τὸ τὴν πίστιν ἱκανὴν εἶναι πάντα ὅντινα οὖν τῶν παρὰ θεοῦ πληρῶσαι καλῶν. καὶ ἐπειδήπερ οὐ τὴν ἀποβολὴν ἔφη τῶν Ἰουδαίων μόνον ἀλλὰ καὶ τῆς ἀποβολῆς τὴν αἰτίαν, πιστοῦται πάλιν τὸ μηδὲν ἀπεχθείᾳ λέγειν τῇ πρὸς αὐτούς, καί φησι τὸ ἑξῆς.

Ro+m 10,1-4 Θαυμάσαι ἄξιον ὅσης πικρίας νόημα γέμον συνετώτατα τῇ εἰρωνείᾳ κατεκάλυψεν, τῇ τοῦ μαρτυρῶ προσθήκῃ τὸ βαρὺ κολάσας τοῦ ῥήματος· δοκεῖ μὲν γὰρ αὐτοῖς κατὰ τὸ πρόχειρον καί τι καὶ μαρτυρεῖν ἀγαθόν, φαίνεται δὲ προσποίησιν μὲν εἶναι λέγων τοῦ θεοῦ τὸν ζῆλον, ἀγνωσίαν δὲ αὐτοῖς ὀνειδίζων τοῦ προσήκοντος. δῆλον δὲ ὅτι οὐκ ἀκούσιον αὐτοῖς ἀγνωσίαν ἐπιμέμφεται, ἐπείπερ οὐδὲ ἐγκλημάτων ἄξιον τὸ τοιοῦτον· Ἰουδαῖοι γάρἐξὸν αὐτοῖς μετὰ τῶν λοιπῶν ἐπιγνῶναι τὸ δέονἑκουσίᾳ τῇ γνώμῃ τὴν μάθησιν αὐτοῦ παρελίμπανον. τοῦτο γοῦν φησίν, ὅτι τὴν μὲν παρὰ τοῦ θεοῦ ἐπαγγελθεῖσαν ἡμῖν δικαίωσιν παρεῖδον, οἰηθέντες δὲ ἀπὸ τῶν οἰκείων ἔργων ἀκολούθως τῷ νόμῳ 151 πολιτευόμενοι τοῦτο ἑαυτοῖς περιποιῆσαι δύνασθαι, οὐδεμίαν ἔθεντο σπουδὴν τοῦ πιστεῦσαι Χριστῷ καὶ τὴν ἐκεῖθεν ἡμῖν κατὰ χάριν ἐπαγγελθεῖσαν δικαίωσιν δέξασθαι. Τί γὰρ δὴ καί φασιν, ὅτι νόμῳ πολιτεύεσθαι ἐσπουδάκασιν, ἵνα ἡ δικαίωσις αὐτοῖς προσγένηται; ἀλλ' αὐτὸ τοῦτο μετὰ πάσης εὐμαρείας διὰ τῆς ἐπὶ τὸν Χριστὸν πίστεως κομίσασθαι ἔξεστιν, καὶ ὅπερ αὐτοῖς παρασχεῖν μὲν ὁ νόμος ἐσπούδακεν, οὐκ ἰσχύει δὲ διὰ τὸ ἡμῶν ἀσθενές, καὶ ὅτι μὴ ῥᾴδιον ἡμῖν ἅπαντα κατορθοῦν ὡς βούλεται, τοῦτο ἡμῖν ὁ Χριστὸς πεπιστευκόσιν ἐπ' αὐτὸν ὑπισχνεῖ παρέξειν οἰκείᾳ τῇ χάριτι πόνων ἐκτός, ὥστε ὁ νόμου πληροῦται σκοπὸς ἐν ἡμῖν. Ro+m 10,14-15 Τοῦ νόμου καὶ τῆς κατ' αὐτὸν ἀγωγῆς τὸ χρήσιμον ἐν τούτοις βούλεται συστῆναι τοῖς ῥητοῖς ὁ ἀπόστολος, καὶ ἐπειδὴ τὰ ἀνωτέρω αὐτῷ προκείμενα συνεπλήρωσεν εἰς τὸ πᾶς γὰρ ὃς ἐὰν ἐπι καλέσηται τὸ ὄνομα κυρίου σωθήσεται, ἐντεῦθεν τοῦ ἑξῆς λόγου τὴν ἀρχὴν ἐποιήσατο τὸ πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; εἰρηκώς. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· πρόδηλον ἡμῖν, φησίν, ἐκ τῶν θείων γραφῶν, ὅτι παντὶ τῷ ἐπικαλου μένῳ ἡ σωτηρία προσγίνεται, ὡς μηδὲ τοὺς ἀπ' ἐθνῶν κωλύεσθαι τοῦ τυχεῖν, εἰ δὴ βούλοιντο, ἀλλὰ πῶς ἂν αὐτὸν ἐπικαλέσοιντο, ζητεῖν ἄξιον. πιστεῦσαι προσήκει πρότερον· οὐ γὰρ οἷόν τε ἐπικαλεῖσθαι μὴ πιστεύοντα πρῶτον. ἡ δὲ πίστις, πόθεν ἂν ἐγγένοιτο; ἀπ' ἀκοῆς καὶ μαθήσεως. ἀλλὰ μὴ ὄντος τοῦ διδάξοντος, μαθεῖν οὐχ οἷόν τε, καὶ τοὺς διδάξοντας δὲ οὐχ ἑτέρως φανῆναι δυνατόν, ἀλλ' ἢ τῆς θείας χάριτος αὐτοὺς προ βαλούσης, ἧς δὴ μόνης ἐστὶν εἰδέναι ὅπως ἐκλέγειν προσήκει τοὺς