1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

7

παρόντος βίου τὴν πρὸς τὸν Ἀδὰμ κοινότητα τῆς φύσεως ἔχομεν, οὕτως ἐπὶ τοῦ μέλλοντος τὴν πρὸς τὸν Χριστὸν ὁμοιότητα λαμβάνομεν, ἐκεῖθεν τὰς ἀφορμὰς τῆς ἀναστάσεως ἔχοντες. μέρος οὖν τοῦ σώματος λεγόμεθα τοῦ κυρίου ἅτε δὴ τὴν πρὸς αὐτὸν κοινωνίαν δεχόμενοι. ὅθεν ἐπειδὴ τυπικῶς ἐν ἐκείνοις διὰ τοῦ βαπτίσμα τος γεγενῆσθαι πιστεύομεν, τοῦτο λέγει ὅτι μέρος γενόμενοι τοῦ σώματος τοῦ Χριστοῦ διὰ τῆς κατὰ τὴν ἀνάστασιν κοινωνίας ἧς ἐν τῷ βαπτίσματι πληροῦν τοὺς τύπους ἡγούμεθα. νεκρὸς μὲν εἶ τῷ παρόντι βίῳ λοιπόν, ἔξω δὲ τῆς ὑπὸ τὸν νόμον πολιτείας καθέστηκας, οὐδεμίαν φέρων ἑαυτῷ διαβολήν, εἰ μὴ κατ' αὐτὸν πολιτεύοιο, ἐπειδὴ φύσις αὐτῷ τὸ κρατεῖν ἐπὶ τῶν τὴν παροῦσαν ζώντων ζωήν. Ro+m 7,5 Ἡ θεῖα γραφὴ ποτὲ μὲν σάρκα λέγει τὴν φύσιν αὐτήν, ποτὲ δὲ οὐ τὴν φύσιν ἁπλῶς, ἀλλ' ἀπὸ τῆς θνητότητος οὕτως αὐτὴν ὀνομάζει, ὡς ἂν οὐκέτι δυναμένην οὕτω καλεῖσθαι, εἰ δὴ ἀπωθοῖτο τὸν θάνατον, ὡς ὅταν λέγῃ τὸ σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρο νομῆσαι οὐ δύνανται, ὡς ἂν οὐκέτι σαρκὸς οὔτε οὔσης οὔτε ὀνομάζεσθαι δυναμένης τῆς ἐπὶ τοῦ μέλλοντος αἰῶνος γεγονυίας ἀθανάτου. ἔστι δὲ ὅτε καὶ τὸ πάθος αὐτὸ σάρκα οἶδε καλεῖν, ὡς ὅταν λέγῃ· ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, ἵνα εἴπῃ· ἐν τῷ καιρῷ τοῦ πάθους, ὅτε πρὸς αὐτῷ ἔμελλε γενέσθαι τῷ θανάτῳ. καὶ μὴν καὶ τὸ πρόσκαιρον καὶ εὐδιάλυτον ἅπαν οἶδεν οὕτω καλεῖν, ὡς ἐν τῇ πρὸς Κορινθίους εἰπών· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, ἵνα καταισχύνῃ τοὺς σοφούς, καὶ τὰ ἀσθενῆ ἵνα καταισχύνῃ τὰ ἰσχυρά, καὶ τὰ ἐξουθενημένα καὶ τὰ μὴ ὄντα ἵνα τὰ ὄντα καταργή σῃ, ἐπήγαγεν· ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ, καίτοιγε οὐ διαφόρων ζώων μνησθείς, ἀλλ' ἵνα εἴπῃ, ὥς τε πάντα τὰ πρόσκαιρα φανῆναι ἄτονα πρὸς τὴν τῆς εὐσεβείας ἐπίγνωσιν, οὕτω δὲ τοῦ μὲν ἀθανάτου ζῶντος ζωὴν οὐδέποτε ταύτῃ καλουμένου 125 τῇ φωνῇ. σαρκὸς δὲ ποτὲ μὲν τῆς φύσεως λεγομένης, ποτὲ δὲ τῆς προσηγορίας οὐκ ἐπὶ τῆς φύσεως λαμβανομένης ἀλλ' ἐπὶ σημασίᾳ τῆς θνητότητος ὑφ' ἣν εἶναι συμβέβηκεν ἡμᾶς, ποτὲ δὲ τοῦ προσκαίρου παντός, τὴν ὑπὸ τὸν ὅρον τοῦ θανάτου κειμένην καλεῖ, ὡς τὸ σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύναν ται. οὕτως λέγει τὸ ὅτε ἦμεν ἐν τῇ σαρκὶ ἀντὶ τοῦ ὅτε ἦμεν θνητοί, ἐν σαρκὶ λέγων εἶναι τὸ εἶναι θνητούς· τοὺς γὰρ πεπιστευ κότας Χριστῷ καὶ τὴν περὶ τῶν μελλόντων ἐπαγγελίαν ἤδη κομισαμέ νους, καὶ μὴν καὶ τοῦ τύπου τῆς ἐν τῷ βαπτίσματι χάριτος κατ αξιωθέντας οὐκέτι λογίζεται εἶναι θνητούς, ὅθεν καὶ κοιμωμένους ἐν τῇ πρὸς Θεσσαλονικεῖς καλεῖ τοὺς ἀποθνήσκοντας. τό τε τοίνυν τί· τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐν ηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν; ὥσπερ διάφορα πάθη τῷ σώματι τῷ ἡμετέρῳ συμβαίνειν πέφυκεν, κἂν μὴ πάντα πᾶσιν μηδὲ πάντοτε ἐγγίνεται, οὕτω καὶ ἁμαρτιῶν διάφορα πάθη πέφυκεν ἡμῖν ἐνοχλεῖν, κἂν μὴ πάντα παρὰ πάντων ἐπιτελεῖται μηδὲ πάντοτε· ὡς γὰρ κατὰ τὸ σῶμα ὁ μὲν ἧττον ὁ δὲ μᾶλλον τοῖς πάθεσι περιπίπτει, οὕτω καὶ ἐπὶ τῶν ἁμαρτημάτων ὁ μὲν πλείονα ὁ δὲ ἐλάττονα ἁμαρτάνει. ἐπειδὴ τοίνυν νόμῳ τινὶ τὰ ἁμαρτήματα κρίνεται, εἴτε κατὰ τὴν φυσικὴν διάκρισιν εἴτε κατὰ τὰς δεδομένας ἔξωθεν διατάξεις, τοῦτο λέγει ὅτι πάντα τῶν ἁμαρτιῶν τὰ πάθη, ὅσαπερ νόμῳ τινὶ διακρινόμενα ἐγγίνεσθαι ἡμῖν συμβαίνει, ὅταν τι παρὰ τὸ φαινόμενον ἡμῖν ἢ διηγορευμένον καλὸν διαπραττώμεθα, ταῦτα δὴ πάντα καὶ ἐπράττετο παρ' ἡμῶν· ἵνα εἴπῃ ὅτι θνητοὶ τὴν φύσιν ὄντες καὶ περὶ τὸ ἁμαρτάνειν πολλὴν διὰ τοῦτο τὴν ῥοπὴν ἔχοντες, ἅπαν εἶδος ἐπετε λοῦμεν ἁμαρτίας, καίτοιγε διαφόροις τοῖς νόμοις παιδευόμενοι ὧν ἀπέχεσθαι προσῆκον ἦν ἡμᾶς. καὶ τί τὸ ἐντεῦθεν γινόμενον; εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ. λέγει δὲ ὅτι ἐντεῦθεν ἡμῖν ἐπεσφίγγετο τοῦ θανάτου ἡ τιμωρία· ὡς γὰρ ὑπὸ τῆς θνητότητος μείζονα τοῦ ἁμαρτάνειν τὴν ἐνόχλησιν ὑπεμένομεν, οὕτως ἡ τιμωρία ὑπὸ τοῦ πταίειν ἡμῖν ἐπεσφίγγετο, καὶ ὁ νόμος οὐδὲν ἡμᾶς ὠφελεῖν ἠδύνατο, τοὐναντίον δὲ καὶ