1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

6

ἐπειδὴ γὰρ ἀπὸ τῶν μελλόντων μὴ δεῖν αὐτοὺς ἁμαρτάνειν ἔδειξεν, ἀκολούθως ἐπήγαγεν ὅτι κρατῆσαι ὑμῶν καθόλου τὴν ἁμαρτίαν τῶν ἀδυνάτων· ἔσται γὰρ καιρὸς ὁ μέλλων ἐν ᾧ πάσης ἁμαρτίας ἀπηλλαγμένοι πολιτεύσεσθε, ὥστε εἰ νῦν τὰ τῆς γνώμης ὑμῶν ὑγιαίνοι, ἅπαν εἶδος ἁμαρτίας ἀποστρεφομένων καὶ σπουδῇ τὰ καλὰ ποιεῖν ἐθελόντων, οὐ δεῖ δεδοικέναι τὴν ἐπὶ τὸ χεῖρον ῥοπήν· λήψεται γὰρ ἴασιν τοῦτο πάντως ἐν καιρῷ τῷ προσήκοντι, καὶ οὐ χρεία τῶν ὑμετέρων πρὸς τοῦτο πόνων, καὶ τὸ μεῖζον· οὐ γάρ ἐστε ὑπὸ νόμον ἀλλ' ὑπὸ χάριν. τοσοῦτον γὰρ ἀφέξετε τότε καί τι τοιοῦτον δεδοικέναι, ὥστε οὐδὲ νόμων ὑμῖν δεήσει τῶν ὑποδεικνύντων ἃ πράττειν προσήκει, χάριτί τε καὶ φιλοτιμίᾳ τοῦ δεδωκότος τῆς τοῦ πνεύματος ἀπολαύσετε δωρεᾶς. Ro+m 6,15 Τοῦτο Ἰουδαίοις μάλιστα λέγειν ἐνῆν, ὅτι νόμου φύσις διορίζει, τί μὲν πράττειν προσήκει, τί δὲ μή. εἰ μὲν οὖν ἔξω νόμου τυγχάνομεν, οὐδὲν ἂν κωλύοι τὸ προστυχὸν ἅπαντας πράττειν, εἰ δὲ ἔστι τις πρακτέων καὶ μὴ τοιούτων διάκρισις, ὑπὸ νόμον πάλιν ἐσμέν, καὶ σχῆμα ψιλὸν ἔχει τὰ λεγόμενα παρ' ὑμῶν. ταύτην τοίνυν ἀντιθεὶς 123 ἑαυτῷ τὴν ἀντίρρησιν, λέγει μὲν πῶς ἁμαρτίας ἐκτὸς εἶναι προσῆκεν ἡμᾶς οὐχ ὑπὸ νόμον ὄντας, ὅπως δὲ ἡ τῆς χάριτος ἀπόλαυσις οὐκ ἄδειαν ἡμῖν τοῦ ἁμαρτάνειν παρέχεται. καὶ εὐθὺς μὲν ἐπάγει κατὰ τὸ σύνηθες αὐτῷ· μὴ γένοιτο, τοῦ ἁμαρτάνειν καὶ τὴν προσηγορίαν φευκτὴν εἶναι ἡγούμενος. τὴν δέ γε λύσιν τῆς ἀντιθέσεως οὕτω ποιεῖται· πᾶς ἄνθρωπος ὅτῳπερ ἂν ὑπακούειν ἕληται, φησί, δοῦλον ἑαυτὸν ἐκεί νου κατέστησεν εἰς τὸ πείθεσθαί τε αὐτῷ καὶ τὰ ἐκείνῳ δοκοῦντα πράττειν ἅπαντα. ἢ τοίνυν τῇ ἁμαρτίᾳ πείθεσθαι ἑλόμενοι τὰ ἐκείνῃ δοκοῦντα ποιεῖν ἀνάγκην ἔχετε, τὸν ἐπιγινόμενον ἐντεῦθεν θάνατον ἐκδεχόμενοι, ἢ τῇ δικαιοσύνῃ προσνείμαντας ἑαυτοὺς δεήσει πάντως τὸ ταύτης βούλημα πληροῦν, τὰ ἐκεῖθεν ἀγαθὰ περιμένοντας. Ro+m 6,17 Ἀναγκαιότατον μὲν οὖν καὶ τὸ χάρις δὲ τῷ θεῷ· ἔδει γὰρ ἀπ' εὐχαριστίας ἄρξασθαι τόν γε τοσούτων ἀγαθῶν δόσιν παρὰ θεοῦ ὑπάρξασαν ἡμῖν ἐξηγεῖσθαι μέλλοντα. καιριώτατα δὲ τὸ εἰς ὃν παρεδόθητε τύπον διδαχῆς· οἱ γὰρ ἀπόστολοι διετέλουν ἁπανταχοῦ λέγοντες ὅτι λέλυται τὰ παλαιά, πέπαυται θάνατος, ἔσβεσται ἁμαρτία, ἔργῳ μὲν ὕστερον, ἐπαγγελίᾳ δὲ ἤδη. τύπον δέ τινα καὶ σύμβολα πληροῦμεν ἐκείνων ἐπὶ τοῦ βαπτίσματος διὰ τῆς δεδομένης ἡμῖν ἐν αὐτῷ τοῦ πνεύματος δωρεᾶς, ὥσπερ ἀναγεννώμενοι κατὰ μίμησιν τῶν ἐσομένων τότε. τοῦτο οὖν λέγει ὅτι γνώμῃ τὴν ἡμετέραν διδασκαλίαν εἵλεσθε δι' ἧς προσηγάγομεν ὑμᾶς, καὶ μονονουχὶ παρεδώ καμεν τῷ τύπῳ τῶν μελλόντων διὰ τοῦ βαπτίσματος. τούτοις δὴ πεισθέντας ἀνάγκη σύμφωνα διαπράττεσθαι, μιμουμένους ἐκεῖνα τῷ βίῳ εἰς ἃ τῷ τύπῳ κατέστητε. Ro+m 6,19 ∆ῆλον μὲν οὖν, φησίν, ὅτι τοσούτῳ μείζονα περὶ ταῦτα ἔχειν προσῆκεν τὴν σπουδὴν ὅσῳ κακίας κρείττων ἀρετή. ἵνα δὲ τῇ ὑμετέρᾳ ἀσθενείᾳ τὸν λόγον μετρήσας, πλείονα περὶ τὸ χεῖρον ἐχούσῃ τὴν ῥοπήν, μὴ μέγα τι φθέγξομαι μηδὲ ὑπὲρ ἀνθρώπινον, τοσοῦτον γοῦν ὑμᾶς περιττὴν ἀρετὴν ἔχειν βούλομαι ὅσον τῇ ἁμαρτίᾳ προσεσχήκατε Ro+m 6,21 Κατ' ἐρώτησιν ἀναγνωστέον τὸ τίνα οὖν καρπὸν εἴχετε τότε; εἶτα κατ' ἀπόκρισιν ἐφ' οἷς νῦν ἐπαισχύνεσθε· εἴδομεν γὰρ τὸ κέρδος, φησί, τῆς περὶ ἐκεῖνα σπουδῆς ἃ καὶ λεγόντων ἑτέρων αἰσχύνεσθε

124. Ro+m 7,4 ∆εικνὺς τῶν κατὰ Χριστὸν τὸ ὠφέλιμον ἐπάγει· ἵνα καρ

ποφορήσωμεν τῷ θεῷ. οὐκ ἐπ' αἰτίας δὲ λέγει τὸ ἵνα, ἀλλὰ τὸ ἑπόμενον τῷ πράγματι κατὰ τὸ σύνηθες αὐτῷ· βούλεται γὰρ εἰπεῖν ὅτι ἐν ταύτῃ γενόμενοι τῇ ζωῇ διηνεκεῖς οἴσομεν τῆς δικαιοσύνης τῷ θεῷ τοὺς καρπούς, τῆς κατὰ νόμον πολιτείας ἀπηλλαγμένοι. θαυμασιώ τατον δὲ αὐτοῦ τὸ μὴ εἰπεῖν ἐθανατώθητε διὰ τοῦ βαπτίσματος ἀλλὰ διὰ τοῦ σώματος τοῦ Χριστοῦ· ἀρχὴ μὲν γὰρ τῆς παρούσης ζωῆς ὁ Ἀδὰμ πᾶσιν ἀνθρώποις ἐγένετο, τῆς δὲ μελλούσης ὁ Χριστός. ὥσπερ οὖν ἐπὶ τοῦ