1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

12

κακόν, τὴν περὶ τὸ ἁμαρτάνειν δὲ ἡμῶν εὐκολίαν οὐδαμῶς δύναται ἀφελεῖν, ἥτις ἀπὸ τῆς θνητότητος ἐνεγένετο. Ro+m 7,22-23 Σφόδρα μὲν γὰρ ἐπὶ τοῖς τοῦ θεοῦ νόμοις ἥδομαι, φησί, τὴν ψυχήν, ἐπαινῶν τε αὐτοὺς καὶ περὶ πολλοῦ ποιούμενος, ἀντιπράττουσα δὲ ἡ ἁμαρτία τῷ βουλήματι τῆς ψυχῆς διὰ πάντων, ὡς εἰπεῖν, τῶν μελῶν ἐπὶ τὴν ἑαυτῆς μεθέλκει πρᾶξιν. καὶ καλῶς εἶπεν ἐν τοῖς μέλεσιν, ἐπειδὴ πολύτροπος ἡ ἁμαρτία, διὰ πάντων ἐπιτηδεύεσθαι φύσιν ἔχουσα τῶν μελῶν· τὰ μὲν γὰρ δι' ὀφθαλμῶν, τὰ δὲ διὰ γλώττης, τὰ δὲ ἑτέρως ἁμαρτάνομεν. θαυμάσαι δὲ ἄξιον ἐνταῦθα τοὺς δια πορήσαντας, πότερον τρεῖς ἢ τέσσαρας νόμους ὁ ἀπόστολος βούλεται λέγειν, δήλης οὔσης καὶ ἀπολύτου τῆς διανοίας· ἀντὶ γὰρ τοῦ εἰπεῖν τὴν 133 ἁμαρτίαν, νόμον εἶπεν ἁμαρτίας, οὐδὲν ἀλλοιότερον λέγων, κατά τι δὲ αὐτῷ οἰκεῖον τεθεικὼς ἰδίωμα. οὕτω καὶ ἐν τοῖς ἀνωτέρω λέγει· ὁ διὰ νόμου πίστεως, καὶ μετὰ βραχέα δέ· ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς, ἀντὶ τοῦ εἰπεῖν τὸ πνεῦμα τῆς ζωῆς· ἐπειδὴ γὰρ σκοπός ἐστι νόμου παντὸς ἴδιος, ἐφ' ἑκάστου τὸ τοῦ νόμου προστίθησιν ὄνομα, ἵνα εἴπῃ τὸν σκοπὸν τοῦ πράγματος, περὶ οὗπερ ἂν λέγῃ, αὐτὸ τὸ πρᾶγμα καὶ οὐχ ἕτερον λέγων. Ro+m 7,25 Τῇ μὲν γὰρ ψυχῇ, φησίν, αἱροῦμαι τὰ δοκοῦντα τῷ νόμῳ τοῦ θεοῦ, ὑπὸ δὲ τῆς θνητότητος ἐπὶ τὴν ἁμαρτίαν καθέλκομαι· ἀλλ' ἀπηλλάγμεθα τούτων ἁπάντων καὶ τιμωρίας ἁπάσης κατέστημεν ἐκτὸς οἱ διὰ τῆς ἐπὶ τὸν Χριστὸν πίστεως ἔξω γενόμενοι τῆς θνητότητος καὶ τοῦ κατ' αὐτὴν ζῆν. τὸ γὰρ κατὰ σάρκα τοῦτο λέγει ἀντὶ τοῦ ὡς θνητοὶ πολιτεύεσθαι, ὡς ἕπεται καὶ τὸ κατὰ νόμον ζῆν· τοῖς γὰρ θνητοῖς καὶ τὴν ἐπὶ τὸ χεῖρον ῥοπὴν δεχομένοις ἀναγκαῖος ὁ νόμος ἀπείργων τοῦ χείρονος, ἀθανάτοις δὲ καὶ ἀτρέπτοις γεγονόσι περιττὸς ἐξ ἀνάγκης καθέστηκεν. Ro+m 8,2 Τῇ τοῦ πνεύματος μετουσίᾳ τὴν ἀνάστασιν γίγνεσθαι ὁ ἀπόστολός φησιν· σπείρεται γάρ, φησί, σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν, ὡς ἂν αὐτοῦ τότε κρατοῦντος ἡμᾶς ἐν ἀφθαρσίᾳ τε καὶ ἀτρεπτότητι. πνεῦμα οὖν αὐτὸ ζωῆς καλεῖ, ὡς ἂν τῆς ἀθανάτου ζωῆς παρεκτικὸν ἧς τότε τευξόμεθα. τὸ τοίνυν πνεῦμα, φησί, τὸ ἐπ' ἐλπίδι τῆς ἀθανασίας ἡμῖν δεδομένον, οὗ τὴν ἀπόλαυσιν ἡ ἐπὶ τὸν Χριστὸν πίστις παρέσχηκεν ἡμῖν, ἀπήλλαξέν με τοῦ τε θανάτου καὶ τῆς ἁμαρτίας. δῆλον δὲ ὅτι ἀπὸ τῶν μελλόντων ποιεῖται τὴν ἀπόδειξιν τῶν διὰ Χριστοῦ παρασχεθέντων ἡμῖν, ὅτε ἐπὶ τῶν πραγμάτων τὴν ἔκβασιν λήψεται, ἐπεὶ καὶ ἡ τοῦ θανάτου ἐλευθερία τότε ἡμῖν προσγενήσεται, οὐκ ἀνισταμένοις μόνον, ἀλλὰ γὰρ καὶ ἀθανάτου ζωῆς ἀξιουμένοις. τότε δὲ καὶ τῆς ἁμαρτίας ἀπαλλαττόμεθα, τότε ἄτρεπτοι γεγονότες τῇ τοῦ πνεύματος χάριτι, ἁμαρτεῖν οὐκ ἐπιδεχόμεθα· κατὰ γάρ τοι τὸν παρόντα βίον πρόδηλον ὡς θνητοί τέ ἐσμεν καὶ ὑπὸ τὴν τῆς ἁμαρτίας ἐνόχλησιν κείμεθα134.

Ro+m 8,3-4 Ὁ μὲν οὖν νόμος, εἰ καὶ τὴν ψυχὴν ὠφελεῖ, φησίν, ἀλλὰ τῇ κατορθώσει τῆς ἀρετῆς ἀτονῶν ἐφαίνετο, ἀντιπραττούσης αὐτῷ τῆς θνητότητος καὶ πολλὴν τῆς ἁμαρτίας τὴν ἐνόχλησιν ἡμῖν ἐνεργαζομένης· ὁ δέ γε υἱὸς τοῦ θεοῦ ἐν ταύτῃ γεγονὼς τῇ φύσει τῇ θνητῇ καὶ ἁμαρτίαις ὑποκειμένῃ, οὐχ ἑτέρου ἕνεκεν ἀλλ' ἢ ὥστε ἀφελεῖν αὐτῆς τὴν ἁμαρτίαν, ἀνεῖλε τὸ ἐνεῖναι δοκοῦν αὐτῇ κῦρος τῆς ἁμαρτίας, ἀφελὼν μὲν αὐτῆς τὴν θνητότητα, συνανελὼν δὲ αὐτῇ καὶ τῆς ἁμαρτίας τὴν ἐνόχλησιν, ὡς λοιπὸν τοῦ νόμου τὸν σκοπὸν καὶ τὸ βούλημα ἐν ἡμῖν πληροῦσθαι τοῖς ἀπηλλαγμένοις μὲν τῆς θνητότητος, ἐν ἀθανασίᾳ δὲ καθεστῶσιν· ὃ γὰρ οὐκ ἴσχυσε ποιεῖν ἐν ἡμῖν ὁ νόμος, ὅτε ἔτι θνητοὶ τὴν φύσιν ἦμεν, καίτοιγε πλεῖστα περὶ τοῦ μὴ δεῖν ἁμαρτάνειν διαλεγόμενος, τοῦτο ἡμῖν ἐν τῇ τῆς θνητότητος ἀφαιρέσει προσεγένετο, οὐδεμίαν ἐνόχλησιν ἁμαρτίας δυναμένοις ὑπομένειν, ἐπειδὰν ἅπαξ τὴν φύσιν ἀθάνατοι γενώμεθα. Ro+m 8,5-6 Ἀπεντεῦθεν λοιπὸν διὰ πλειόνων λέγει, ὅτι τοῖς μὲν θνητοῖς τὸ ἁμαρτάνειν ἕπεται πάντως,