1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

5

μὲν γὰρ ἀπὸ ἡδονῆς τῆς περί τε βρῶσιν καὶ πόσιν καὶ τὸν ἔξωθεν κόσμον καὶ μὴν καὶ τὰς τῶν γυναικῶν ἐπιμιξίας 121 ἐγγίνεται ἡμῖν πταίσματα, ἐφ' ἑκάστου τούτων οὐκ ἐπὶ τοῦ πρέποντος τῶν πολλῶν ἱσταμένων ἀλλ' εἰς ἀμετρίαν ἐκφερομένων. ταῦτα δὲ ἀθανάτω μὲν οὐκ ἄν ποτε ἐγγένοιτο φύσει. ποία γὰρ ἡδονή, τίς δὲ φιλαργυρία ἐπὶ τῆς ἀθανάτου χώραν ἕξει φύσεως; ἐπειδὴ δὲ θνητοὶ γεγόναμέν τε καὶ ἐσμὲν τὴν φύσιν, ἄφατον μέν τινα ἀπὸ τῶν προειρημένων παθῶν τὴν ἐνόχλησιν ὑπομένομεν , πολλὴν δὲ τὴν περὶ τὸ ἁμαρτάνειν ῥοπὴν ἐντεῦθεν δεχόμεθα. καλῶς οὖν ἔφη βασι λεῦσαι ἐν τῷ θανάτῳ τὴν ἁμαρτίαν, μονονουχὶ κρατοῦσαν ἡμῶν διὰ τῆς ἐνούσης ἡμῖν ἐντεῦθεν περὶ τὸ ἁμαρτάνειν ῥοπῆς. ὥσπερ οὖν τότε ἡμῶν ἡ ἁμαρτία, φησίν , ἐκράτει συνωθουμένων ἐπ' αὐτὴν καὶ παρὰ γνώμην πολλάκις, οὕτω δὲ ἡ τοῦ θεοῦ καθέξει φιλοτιμία, ἀσάλευτον τὴν βασιλείαν ἔχουσα ἐν ἡμῖν, ἐπειδὰν τῆς αἰωνίου ζωῆς καταξιωθέντες διὰ τῆς ἀναστάσεως ἐν ἀληθινῇ καὶ βεβαίᾳ τῇ δικαιο σύνῃ διάγειν μέλλομεν ἁμαρτεῖν οὐκ ἐπιδεχόμενοι.

Ro+m 6,3 Ἢ οὐκ ἴστε, φησίν, ἐκεῖνο, ὅτι τὸ βάπτισμα κοινωνοὺς ποιεῖ τοῦ θανάτου τοῦ Χριστοῦ; καὶ γὰρ ὥσπερ συνθάπτεσθαι δοκοῦμεν αὐτῷ βαπτιζόμενοι κατά γε τὸν τύπον ὥστε προσήκειν ἡμᾶς, καθάπερ ὁ κύριος ἐκ νεκρῶν ἀναστὰς εἰς ἑτέραν καινήν τινα κατέστη ζωήν, οὕτως καὶ αὐτοὺς ἐν καινῇ τινι ζωῇ καθεστάναι μετὰ τὸ βάπτισμα, λογιζο μένους ἄξιον ἐπιδείκνυσθαι τὸν βίον τῆς ζωῆς ἐκείνης εἰς ἣν διὰ τοῦ βαπτίσματος γεγενῆσθαι πιστεύομεν. Ro+m 6,5 ∆ῆλον δὲ ἄρα κἀκεῖνο, φησίν, ὡς οὐκ ἔνεστι τυπικῶς κοινωνή σαντας τῷ θανάτῳ μὴ καὶ τῆς ἀναστάσεως ἐπ' αὐτῶν τυχεῖν τῶν πραγμάτων. καλῶς δὲ εἶπε τὸ σύμφυτοι περί τε νεκρώσεως καὶ ζωοποιήσεως διαλεγόμενος, ἐπειδὴ καὶ τῶν φυτῶν ἴδιόν ἐστι τὸ νεκροῦσθαι μὲν ἐν τῇ φυτείᾳ, μεθίστασθαι δὲ ἐπὶ τὸ κρεῖττον καὶ ἐνδοξότερον πολλῷ. καὶ εἰκότως ἀπὸ τῶν παρόντων τὰ μέλλοντα ἐπιστώσατο· ἐπειδὴ γὰρ δῆλον ἦν, ὡς πνεύματος μετεῖχον ἐν τῷ βαπτίσματι, τοῦτο δὲ ὑπ' αὐτῶν σαφῶς ἐδείκνυτο τῶν πραγμάτων, καλῶς ἀπὸ τοῦ φαινομένου τότε τὸ μηδέπω δῆλον αὐτοὺς ἐπιστώσατο. Ro+m 6,6 Λέγει καὶ τὸ πάθος τοῦ κυρίου ἐπὶ τίσιν ἐγένετο, εἰς μείζονα πίστιν τῶν εἰρημένων. ἐπειδὴ γὰρ ὑπὸ τὴν ἀπόφασιν γενόμενοι τοῦ θανάτου πλεῖστον ὅσον ἐπιρρεπέστεροι πρὸς τὸ ἁμαρτάνειν ὑπὸ τῆς θνητότητος ἐγινόμεθα, τῷ Χριστῷ, φησίν, ἐσταυρωμένῳ ὥσπερ ἅπασα ἡμῶν ἡ ὑπὸ τὴν θνητότητα κειμένη φύσις συνεσταυρώθη, ἐπειδὴ καὶ 122 πᾶσα αὐτῷ συνανέστη, πάντων ἀνθρώπων αὐτῷ συμμετασχεῖν ἐλπι ζόντων τῆς ἀναστάσεως. ὡς ἐντεῦθεν συναφανισθῆναι μὲν τὴν περὶ τὸ ἁμαρτάνειν ἡμῶν εὐκολίαν διὰ τῆς ἐπὶ τὴν ἀθανασίαν τοῦ σώματος μεταστάσεως, γεννηθῆναι δὲ καὶ ἡμᾶς ἔξω καταστῆναι τῆς τοῦ ἁμαρ τάνειν ἀνάγκης. Ro+m 6,12-14 Λέγει μὲν ὅτι τούτων οὕτως ἐχόντων δίκαιον ἡμᾶς μὴ ἁμαρτάνειν κατὰ τὸν παρόντα βίον, κἂν ἔτι θνητοὶ τὴν φύσιν ὄντες πλείονα ἔχητε τὴν ἐπὶ τοῦτο ῥοπήν. ἐπειδὴ δὲ τὸ βασιλεύειν ἐπὶ τῆς ἁμαρτίας τέθεικεν, καλῶς εἶπε τὸ μὴ παριστάνετε τὰ μέλη ὑμῶν· παρεστάναι γὰρ τοῖς βασιλεῦσιν ἔθος τοὺς δορυφόρους. μὴ τοίνυν, φησίν, ὡς βασιλίδι τῇ ἁμαρτίᾳ σπεύδοντες ὑπηρετεῖσθαι διαπράττεσθε ἃ μὴ δεῖ, σπουδάσατε δὲ μᾶλλον ἑαυτοὺς ἀφορίσαι τῷ θεῷ κατὰ τοὺς ἐκ νεκρῶν ἀναβιώσαντας, ὅλοι δι' ὅλων τὰ δικαιοσύνης ἔργα ποιεῖν ἐσπουδακότες. θαυμασιώτατον δὲ αὐτοῦ τὸ ὡσεὶ ἐκ νεκρῶν ζῶντας, δεικνύντος ὅτι οὐ τὸ πρᾶγμα παρ' αὐτῶν ἀπαιτεῖ ἀλλὰ τὴν κατὰ τὸ δυνατὸν μίμησιν· ζῶντες μὲν γὰρ ἐκ νεκρῶν τότε ἔσονται ὅτε καὶ τῆς ἐπὶ τὸ ἁμαρτάνειν ῥοπῆς ἔξω καταστήσονται, νυνὶ δὲ ὡς ἐκ νεκρῶν ζῶντές φησιν ἀντὶ τοῦ κατὰ τὸ δυνατὸν ἐκεῖνο μιμούμενοι. καὶ καλῶς πείθων αὐτοὺς μὴ δεδοικέναι τὴν περὶ τὸ ἁμαρτάνειν ῥοπὴν καὶ τὰς ἐντεῦθεν κινήσεις, εἰ τὰ τῆς γνώμης ἀκέραια σώζοιτο, ἐπάγει· ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει.