1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

17

μισθούς. καλῶς δὲ τοῦτο οἴδαμεν, ἐπειδὴ σφόδρα ὡμολογημένον ἔφη πρᾶγμα παντὸς οὗτινος οὖν πάνυ γε συνθησομένου, ὅτι τοῖς ἀγαπῶσιν αὐτὸν ἀγαθῶν πρόξενος γίνεται θεός, ὅπου γε καὶ πλημμελούντων ἀνέχεται ἡλίου τε ἀνατολὴν καὶ ὑετῶν χορηγίαν αὐτοῖς χαριζόμενος. εἶτα καὶ ἀποδείξεων, ὅπερ ἔφη, πιστούμενος τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. τούτων γὰρ ᾔδει καὶ πάλαι ὁ θεὸς τὴν περὶ αὐτῶν πρόθεσιν, οἵα τις ἔσται, ὅθεν αὐτοὺς καὶ ἐκάλεσεν ἐπὶ τῷ τῆς οἰκείας ἀξίως τιμῆσαι προαιρέσεως. Ro+m 8,37 ∆εικνὺς ὅτι μηδὲ τὴν βαρύτητα δεδιέναι προσήκει τῶν ἐπαγομένων κακῶν, εἰκότως ἐπήγαγεν· ἀλλ' ἐν τούτοις πᾶσιν ὑπερνι κῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς· παρ' αὐτοῦ γὰρ ἡμῖν καὶ τὸ δοκοῦν εἶναι βαρὺ τῶν θλίψεων ἐπικουφίζεται ἀνεπαίσθητον τῇ παρ' αὐτοῦ συνεργείᾳ τῶν λυπηρῶν ἐργαζομένου τὴν πεῖραν. Ro+m 8,38-39 Καλῶς τὸ πέπεισμαι εἶπεν, ὡς ἂν οὐκέτι τῇ οἰκείᾳ δυνάμει, τῇ δὲ τοῦ Χριστοῦ συνεργείᾳ τὸ πᾶν ἐπιτρέψας. τὸ μὲν οὖν οὔτε θάνα τος οὔτε ζωή, ἀντὶ τοῦ οὔτε τὰ λυπηρὰ οὔτε τὰ ἄγαν ἡδέα· τὸ δὲ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις δῆλον μὲν ὅτι τὰς ἀοράτους λέγει φύσεις, ἐβουλήθη δὲ καὶ ἀπὸ τῆς ἐκείνων ἀξιοπιστίας δεῖξαι, ὅτι πάντα ἐλάττονα εἶναι τῆς εὐσεβείας νενόμικεν. τὸ μέντοι οὔτε ὕψωμα οὔτε βάθος, τοῦτ' ἔστιν οὔτε τὰ ἄγαν ἄδοξα οὔτε μὴν τὰ ἄγαν ἐπίδοξα, θαυμασιώτερον δέ· ἁπάντων γὰρ τῆς τῶν μελ λόντων προσδοκίας ἕνεκεν ἅπαντα διαπραττομένων, ὥστε ἐκκλῖναι μὲν τὴν ἐπαγομένην τότε τοῖς ἀσεβέσι παρὰ τοῦ θεοῦ τιμωρίαν, ἀπολαῦσαι δὲ τῶν ἡτοιμασμένων τοῖς ἀγαπῶσιν αὐτὸν ἀγαθῶν , αὐτὸς μηδὲ ὑπ' ἐκείνων λέγει τῆς εὐσεβείας ἐξίστασθαι, εἰκότως, ὡς ἂν οὐ μισθῷ μετιὼν τὴν εὐσέβειαν ἀλλ' ἀγάπῃ τῇ περὶ τὸν Χριστὸν τοσούτων αἴτιον γεγονότα τοῖς ἀνθρώποις καλῶν ἅπαντα καὶ ποιεῖν καὶ πάσχειν αἱρούμενος· τοιαύτη γὰρ ἡ τῆς ἀγάπης φύσις, οὐδαμοῦ τῶν καθ' ἑαυτὸν φροντίζειν τὸν ἀγαπῶντα ποιοῦσα, ἀλλὰ πάντα ποιεῖν καὶ ὑπομένειν παρασκευά ζουσα ἀφ' ὧν ἂν ὠφελεῖσθαί τι νομίζῃ τὸν ἀγαπώμενον. πάντα μὲν οὖν μεγάλα τὰ προειρημένα καὶ πρέποντα τῇ περὶ τὸν Χριστὸν ἀγάπῃ 143 τοῦ μακαρίου Παύλου, ὑπὲρ ἅπαντα δὲ τὸ οὔτε τις κτίσις ἑτέρα τοῖς λοιποῖς ἐπηγμένον. ἐπειδὴ γὰρ ἅπαντα ἐπεξῆλθεν τὰ ὅπως ποτὲ ὄντα τε καὶ φαινόμενα, προστεθεικὼς καὶ τὰς ἀοράτους δυνάμεις καὶ μὴν καὶ τὰ προσδοκώμενα ἔσεσθαι, τελευταῖον ἐπήγαγεν τὸ οὔτε τις κτίσις ἑτέρα, δεικνὺς ὅτι οὕτως ἅπαντα ταῦτα εἶναι ἀντίρροπα τῆς περὶ τὸν Χριστὸν ἀγάπης νενόμικεν οὐδαμῶς, ὅτι κἂν εἰ ἕτερα σὺν τούτοις γένοιντο, τὸ μηδὲν εἶναι αὐτὰ πρὸς παράθεσιν ἡγεῖται τῆς ἀγάπης ἐκείνου.

Ro+m 9,1-5 Ὅρκῳ πιστοῦται τὸν λόγον. ἐπειδὴ γὰρ εἶπεν ὅτι οὐκ ἔστιν ὃ δύναται αὐτὸν χωρίσαι τῆς ἀγάπης τοῦ Χριστοῦ, ἐπάγει ὅτι μόνον τῆς συγγενείας αὐτοῦ ἡττᾶται· περὶ πάντων δὲ τῶν ἐξ Ἰσραήλ φησιν. ἡδέως οὖν, φησί, καὶ σῶμα καὶ ψυχὴν δίδωμι, ἵνα ὧν ἐκπεπτώκασι ταῦτα πάλιν ἀνακαλέσωνται πιστεύσαντες εἰς Χριστόν· τί γὰρ τῶν καλῶν οὐκ Ἰουδαίων ἦν, ἐφ' οἷς νῦν τὰ ἔθνη σεμνύνεται; ἡ δόξα, ἡ διαθήκη, καὶ τὸ δὴ μέγιστον, ἐξ αὐτῶν καὶ ὁ Χριστὸς τὸ κατὰ σάρκα ὅς ἐστι θεὸς οὐ μόνον αὐτῶν ἀλλὰ κοινῇ πάντων. ἵνα οὖν ταῦτα ἀνακτήσων ται, ἡδέως ἐγὼ ὑπὲρ αὐτῶν ἀνάθεμα ἐγενόμην. τὸ δὲ ἀνάθεμα τὸν ἀλλότριον δηλοῖ, ἐπειδὴ τὸ ἀνατεθὲν τοῦ ἀνατιθέντος ἀλλότριον. Ro+m 9,9-13 Τί οὖν, φησίν, εἴποιτε ἂν περὶ τοῦ κατὰ τὸν Ἠσαῦ καὶ τὸν Ἰακώβ, ὅπου καὶ πατὴρ εἷς καὶ μήτηρ μία καὶ σύλληψις ἡ αὐτή; τὸ γὰρ ἐξ ἑνὸς κοίτην ἔχουσα τοῦτο λέγει, τὸ τὴν αὐτὴν ἐκ τοῦ αὐτοῦ μὴ κατὰ διαφόρους τεκεῖν συλλήψεις. καὶ οὕτω κατὰ πάντα καὶ προγόνων οἰκειότητι καὶ τοκετῷ συνημμένων αὐτῶν, ὅμως ὁ θεὸς πρὶν γεννηθῆναι αὐτοὺς καί τι ποιῆσαι καλὸν ἢ κακόν, προλαβὼν οὐ μόνον διεῖλεν αὐτοὺς ἀλλὰ καὶ ἀνέτρεψεν, εἰ δεῖ τἀληθὲς σκοπεῖν, τῆς φύσεως τὴν ἀκολουθίαν τὸν μείζονα δουλεύσειν