1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

3

Ηʹ. Πρὸς δὲ τούτοις πρᾶγμα ἔπαθον, ἐκλαλήσω γὰρ πρὸς ὑμᾶς πᾶν τὸ ἀπόῤῥητον, οὐκ οἶδ' εἴτε ἄγροικον εἴτε ἐλεύθερον, ἔπαθον δ' οὖν· ᾐσχύνθην ὑπὲρ τῶν ἄλλων, ὅσοι, μηδὲν τῶν πολλῶν ὄντες βελ τίους, μέγα μὲν οὖν, εἰ καὶ μὴ πολλῷ χείρους, ἀνίπτοις χερσὶν, ὃ δὴ λέγεται, καὶ ἀμυήτοις ψυχαῖς τοῖς ἁγιωτάτοις ἑαυτοὺς ἐπεισάγουσι· καὶ πρὶν ἄξιοι γενέσθαι προσιέναι τοῖς ἱεροῖς, μεταποι οῦνται τοῦ βήματος, θλίβονταί τε καὶ ὠθοῦνται περὶ τὴν ἁγίαν τράπεζαν, ὥσπερ οὐκ ἀρετῆς τύπον, ἀλλ' ἀφορμὴν βίου τὴν τάξιν ταύτην εἶναι νομίζον τες, οὐδὲ λειτουργίαν ὑπεύθυνον, ἀλλ' ἀρχὴν ἀνεξ έταστον. Καὶ εἰσὶ σχεδόν τι πλείους κατ' ἀριθμὸν ἢ ὁπόσων ἄρχουσι· δείλαιοι τῆς εὐσεβείας, καὶ ἄθλιοι τῆς λαμπρότητος· ὥστε ἔμοιγε δοκοῦσι, προϊόν τος τοῦ χρόνου καὶ τοῦ κακοῦ, μηδὲ ἔχειν λοιπὸν ὧν 35.417 ἄρξουσι, πάντων διδασκόντων ἀντὶ τοῦ διδακτοὺς εἶ ναι Θεοῦ, ὥς φησιν ἡ ἐπαγγελία, καὶ πάντων προφητευόντων, ὥστε εἶναι καὶ Σαοὺλ ἐν προφήταις, κατὰ τὴν παλαιὰν ἱστορίαν καὶ παροιμίαν. Οὐδὲν γὰρ οὕτω πολὺ κατ' οὐδένα καιρὸν οὔτ' ἐστὶν, οὔτ' ἐγέ νετο, ἄλλοτε ἄλλων ἀκμασάντων τε καὶ ληξάντων, ὡς νῦν Χριστιανοῖς τὰ τοιαῦτα καὶ ὀνείδη καὶ ἁμαρτή ματα. Ὧν εἰ καὶ στῆσαι τὴν φορὰν κρεῖσσον ἢ καθ' ἡμᾶς, ἀλλὰ τό γε μισεῖν καὶ αἰσχύνεσθαι μέρος εὐσε βείας οὐ τὸ σμικρότατον.

Θʹ. Ὃ δὲ τελευταῖον καὶ μεῖζον τῶν εἰρημένων, εἶμι γὰρ ἐπ' αὐτὸν ἤδη τὸν κολοφῶνα τοῦ λόγου, καὶ οὐ ψεύσομαι· οὐδὲ γὰρ θέμις τοῖς περὶ τηλικού των ποιουμένοις τὸν λόγον· οὐκ ᾤμην ἴσον εἶναι, οὐδὲ νῦν οἴομαι, ποίμνης ἄρχειν ἢ βουκολίου, καὶ ἀνθρώπων ἐπιστατεῖν ψυχαῖς. Ἐκεῖ μὲν γὰρ ἐξαρ κεῖν, ὅτι παχύτατον καὶ πιότατον ἀποδεῖξαι τὸ βουκόλιον ἢ τὸ ποίμνιον· καὶ πρὸς τοῦτο ὁρῶν ὅ τε βουκόλος καὶ ὁ ποιμὴν τῶν τε χωρίων ἐπισκέψεται τὰ ἔνυδρα καὶ ἐπίνομα, εἰσελάσει τε καὶ ἐξελάσει ἀπό τε νομῶν καὶ ἐπὶ νομὰς, ἀναπαύ σει τε καὶ ἀποκινήσει καὶ ἀνακαλέσει, ὀλίγα μὲν τῇ βακτηρίᾳ, τὰ πολλὰ δὲ τῇ σύριγγι. Ἄλλο δὲ οὐδὲν ἔργον εἶναι τῷ ποιμένι ἢ τῷ βουκόλῳ πλὴν ὅσον βραχέα προσπολεμῆσαι τοῖς λύκοις, καὶ ποῦ τι καὶ ἀῤῥωστοῦν ἐπισκέψασθαι· τὰ πολλὰ δὲ αὐτῷ μελήσει δρῦς, καὶ σκιὰ, καὶ δόνακες, καὶ ἐν καλῷ τῆς πόας κατακλιθῆναι, καὶ παρὰ ψυχρὸν ὕδωρ, καὶ 35.420 ὑπὸ ταῖς αὔραις σχεδιάσαι στιβάδα, καὶ ποῦ τι καὶ ἐρωτικὸν ᾆσαι μετὰ τοῦ κισσυβίου, καὶ προσλα λῆσαι ταῖς βουσὶν ἢ τῇ ποίμνῃ· καὶ τούτων αὐτῶν θοινήσασθαι ἢ ἀποδόσθαι τὸ πιότατον. Ἀρετῆς δὲ οὐδείς πω ποιμνίων ἢ βουκολίων ἐφρόντισε. Τίς γὰρ καὶ ἀρετὴ τούτων; ἢ τίς τὸ ἐκείνοις καλὸν πρὸ τῆς ἰδίας ἡδονῆς ἐσκέψατο;

Ιʹ. Ἀνθρώπῳ δὲ χαλεποῦ ὄντος τοῦ εἰδέναι ἄρχε σθαι, κινδυνεύει πολλῷ χαλεπώτερον εἶναι τὸ εἰδέναι ἄρχειν ἀνθρώπων, καὶ μάλιστα δὴ ἀρχὴν ταύ την τὴν ἡμετέραν, τὴν ἐν νόμῳ θείῳ, καὶ πρὸς Θεὸν ἄγουσαν, ἧς ὅσον τὸ ὕψος καὶ τὸ ἀξίωμα, τοσοῦ τος καὶ ὁ κίνδυνος τῷ γε νοῦν ἔχοντι. Ὅν γε πρῶ τον μὲν δεήσει, καθάπερ ἄργυρον ἢ χρυσὸν, παντα χόθεν στρεφόμενον, καὶ ἐν παντοίοις καιροῖς καὶ πράγμασι, μηδαμοῦ κίβδηλον ἠχεῖν ἢ ὑπόχαλκον, μηδέ τι φέρειν ἐν ἑαυτῷ ὕλης τῆς χείρονος, καὶ θερ μοτέρου πυρὸς ἀξίας· ἢ τοσούτῳ μεῖζον ἔσται κα κὸν, ὅσῳ περ ἂν ἄρχῃ πλειόνων· εἴπερ καὶ μεί ζων τῆς περὶ ἕνα ἱσταμένης πονηρίας ἡ εἰς πολλοὺς ὁδεύουσα.

ΙΑʹ. Οὐ γὰρ οὕτως οὔτε δευσοποιοῦ βαφῆς μετα λαμβάνει ῥᾳδίως ὕφασμα, οὔτε δυσωδίας ἢ τοῦ ἐναν τίου τὸ πλησιάσαν, οὔτε νοσερά τις οὕτως εὐκόλως ἀναχεῖται εἰς τὸν ἀέρα, καὶ διὰ τοῦ ἀέρος ὁμιλεῖ τοῖς ζώοις ἀτμὶς, ὃ δὴ λοιμός ἐστί τε καὶ ὀνομά ζεται, ὡς φιλεῖ τάχιστα τῆς τοῦ προεστῶτος κακίας ἀναπίμπλασθαι τὸ ὑπήκοον, καὶ πολλῷ γε ῥᾷον ἢ τοῦ ἐναντίου, τῆς ἀρετῆς. Τοῦτο γάρ ἐστιν ὃ μάλιστα πλεονεκτεῖ τὴν καλοκαγαθίαν ἡ πονη ρία, καὶ ὃ μάλιστα ἐγὼ δυσχεραίνω κατανοῶν, ὅτι εὐζήλωτον μέν τι καὶ πρόχειρον πρᾶγμα ἡ μο χθηρία, καὶ οὐδὲν οὕτω ῥᾴδιον, ὡς