3
οἵα ἡ ἡμε τέρα, μήτε φίλτρου, μήτε ἀγάπης εἶναι νομίσῃς τὴν ἀπόφασιν, ἀλλὰ κρίσεως ὀρθῆς. Οὐδὲ γὰρ ἔστιν εἰπεῖν ὅτι διὰ τὸ πρὸς τοὺς διδάξαντας ἄχθος ἀπεπήδησε τῆς ἐκείνων παιδεύσεως. Ἀμφότεροι γὰρ πολλῆς ἀπολαύουσι τῆς τιμῆς, καὶ προτιμῶσι τὰ οἰκεῖα. Ὅπερ οὖν καὶ Παῦλος θαυμάζων ἔλεγεν· Οὐχ εἵλετο πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, μείζονα πλοῦτον ἡγησάμενος τῶν ἐν Αἰγύπτῳ θησαυρῶν 56.197 τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ. Καὶ ἔθετο ∆ανιὴλ ἐν τῇ καρδίᾳ αὐτοῦ μὴ ἀλισγηθῆναι ἐν τῇ τρα πέζῃ τοῦ βασιλέως, καὶ ἐν τῷ οἴνῳ τοῦ πότου αὐτοῦ, καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον, ὅπως μὴ ἀλισγηθῇ. Καὶ ἔδωκεν ὁ Θεὸς τὸν ∆ανιὴλ εἰς ἔλεον καὶ εἰς οἰκτιρμὸν ἐνώπιον τοῦ ἀρχιευνού χου. Ὅρα τοῦτον ἄρχοντα τῶν ἀγαθῶν. Οὕτως αὐ τόθεν ἐνέφαινεν, ὅτι μέγας τις ἦν καὶ θαυμαστός. Τοῦτον γὰρ τῷ βελτίονι, καλεῖ ὀνόματι. Ἐν οἷς δὲ δυνατὸν ἦν, τὸν νόμον ἐφύλαττεν. Τίς ἂν ἕτερος, εἰπέ μοι, μίασμα εἶναι ἐνόμισε τὴν τράπεζαν τὴν βασιλικήν; Ὅρα αὐτὸν ἐκ προοιμίων εὐθέως ἐνδεικνύμενον τὴν φιλοσοφίαν. Καὶ ἠξίωσε, φησὶ, τὸν ἀρχιευνοῦχον, ὅπως μὴ ἀλισγηθῇ. Ὅρα πῶς ἐστιν ἀφιλότιμος. Οὐκ εἶπεν, ὅτι Τὴν ψυχήν μου δώσω, ἀλλ' ἠξίωσεν, εἰ δυνατὸν, λαθεῖν. Τίνος ἕνεκεν φιλοτιμοῦμαι; φησί. Ἀλλ' οὐχ ὁ Ἰωσὴφ οὕτως, οὐδὲ Μωϋσῆς. Τί οὖν; ἐκείνων καταγνωσόμεθα; Μὴ γέ νοιτο· οὐ γὰρ ᾔδεσαν ὅ τί ποτε ἦν. Οὔπω γὰρ ἦν κατὰ τὸν νόμον παραίτησις τῶν βρωμάτων. Ὅρα αὐτὸν καὶ ἐλέγχοντα καὶ φιλοσοφοῦντα, καὶ ἐν τοῖς σμικροῖς ἐνδεικνύμενον τὴν φιλοσοφίαν. Καὶ ὅπερ ἔλεγον οἱ ἀπόστολοι, Ταῦτα ἔδει πρόσω ποιῆσαι, κἀκεῖνα μὴ ἀφεῖναι. Ταῦτα δὲ ἔπραττεν, οὐκ ἐπειδὴ εἰδωλόθυτα ἦν, ἀλλ' ἐπειδὴ κεκωλυμένα ὑπὸ τοῦ νό μου ἦν. Πῶς οὖν ἔπεισεν; Ὅρα πῶς εὐθέως ἔλυσέ σοι τὴν ἀπορίαν. Ἔδωκε, φησὶ, ὁ Θεὸς τὸν ∆ανιὴλ εἰς ἔλεον καὶ εἰς οἰκτιρμὸν ἐνώπιον τοῦ ἀρχιευ νούχου. Τοῦτο καὶ ἐπὶ τοῦ Ἰωσὴφ γέγονεν· κἀκεῖ ἠλεήθη Ἰωσὴφ καὶ χάριν εὗρεν ἐπὶ τοῦ ἀρχιμαγεί ρου· πλὴν ἀμφότεροι δοῦλοι, καὶ ἐν οἰκείαις [f. οἰ κίαις] βαρβαρικαῖς. Καὶ γὰρ ἦν ὄντως ἱκανὰ ἐκλῦ σαι τὸν θυμὸν τοῦ βασιλέως τὰ εἰρημένα. Τί λέ γεις; ἐναγῆ τὴν τράπεζαν ὀνομάζεις εἶναι τὴν δε σποτικήν; καθαρώτερος ἡμῖν αὐτὸς ἀνεφάνης; οὐκ οἶδας, ὅτι διὰ τοῦτο καὶ γλῶτταν καὶ γράμματα με μαθήκατε Χαλδαϊκὰ, ἵνα πρὸς τὴν ἡμετέραν μετα στῆτε τάξιν; Πόθεν δ' ὅλως αὐτὸν ᾐδέσθη ὁ εὐνοῦχος; Τὸ παιδίον εὐκαταφρόνητον ἦν, αἰχμάλωτον. Εἰ γὰρ καὶ αἰδέσιμος ἦν, ἀλλ' ὁ κίνδυνος οὐκ εἴα αἰδέσιμον αὐτὸν φανῆναι. ∆ιὰ γὰρ τοῦτο εἰπὼν, ὅτι Ἔδωκεν αὐτὸν εἰς ἔλεον, λέγει τὰ ῥήματα τοῦ εὐνούχου καὶ τὸν πάλιν φόβον. Πῶς; Οὐκ ἦν δυνατὸν, ἀλλὰ κεκωλυμένον, εἰ μὴ ἄνωθεν χάρις πάντα ᾠκονόμει. Καὶ εἶπε ∆ανιὴλ πρὸς Ἀμελασὰρ, ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος ἐπὶ ∆ανιὴλ, Ἀνανίαν, Ἀζαρίαν, καὶ Μισαήλ· Πείρασον δὴ τοὺς δούλους σου 56.198 ἡμέρας δέκα, καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερ μάτων τῆς γῆς, καὶ φαγόμεθα, καὶ ὕδωρ πιό μεθα· καὶ ὀφθήτωσαν ἐνώπιόν σου αἱ ἰδέαι ἡμῶν, καὶ αἱ ἰδέαι τῶν παιδαρίων τῶν ἐσθιόντων τὴν τράπεζαν τοῦ βασιλέως· καὶ ὡς ἐὰν ἴδῃς, ποίησον μετὰ τῶν παίδων σου. Καὶ εἰσήκουσεν αὐτὸν, καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα. Καὶ μετὰ τὸ τέλος τῶν δέκα ἡμερῶν ὡράθησαν αἱ ἰδέαι αὐτῶν ἀγαθαὶ, καὶ αὐτοὶ ἰσχυροὶ ταῖς σαρξὶν ὑπὲρ τὰ παιδάρια τὰ ἐσθίοντα τὴν τράπε ζαν τοῦ βασιλέως. Πολλὴ ἡ παῤῥησία, μεγί στη ἡ προθυμία, πολλὴ ἡ σύνεσις, μεγάλη ἡ πίστις. Πείρασον τοὺς παῖδας σου ἡμέρας δέκα. Εἶτα ἵνα μὴ νομίσῃς τῆς φύσεως τῶν σπερμάτων εἶναι τὸ φαιδρὸν τοῦ προσώπου, ὅρα δὴ ὕδωρ τὸ μὴ τρέφον. Καὶ οὐχ ἁπλῶς εὐπαθεῖς ἐφάνησαν, ἀλλὰ καὶ τῶν ἀπολαυόντων τῆς τραπέζης τῆς βασιλικῆς εὐπαθέστε ροι. Ὅτι δὲ κρέα καὶ οἶνος πάντων μᾶλλον τρέφειν εἴωθε, παντὶ δῆλόν ἐστι. Ὅρα ἐκ προοιμίων εὐθέως τὴν ἐπανθοῦσαν χάριν ἐκ τῆς προαιρέσεως τῶν παί δων, [καὶ] ἐκ τῆς χάριτος τοῦ Θεοῦ. Ἡ μὲν γὰρ προαίρεσις ἐκ τοῦ μὴ θελῆσαι, ἡ δὲ χάρις ἐκ τοῦ δυνηθῆναι. Καὶ ὀφθήτωσαν, φησὶ, ἐνώπιόν σου. Σοὶ τὴν κρίσιν ἐπιτρέπομεν. Κούφη δὲ καὶ εὐμαρὴς ἡ χάρις· διὰ τῶν πραγμάτων πιστώθητι. Ἐγὼ μὲν γὰρ οἶδα σαφῶς·