1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

23

αὐτοῦ πεῖραν; Ἀλλὰ ζήτει. Ἐν αἰχμαλωσίᾳ καὶ ἡμεῖς ᾠκοῦμεν, ἀλλὰ πρὶν ἐλθεῖν τὸν Χρι στόν. Τίνος δ' ἕνεκεν τρεῖς μόνους καιροὺς τῆς ἡμέρας ἦν κάμπτων ἐπὶ τὰ γόνατα αὐτοῦ; Τί γάρ; τοῦτο οὐ θαυμαστόν; Ἄνθρωπος τοσαύταις κυκλούμενος φρον τίσι, καὶ οὐδὲ μικρὸν ἀναπνεῦσαι ἔχων. Ὅρα δὲ καὶ τὸ ἀποστολικὸν ἐκεῖνο πληρούμενον· Ἐν παντὶ τό πῳ, φησὶ, ἐπαίροντες ὁσίους χεῖρας. Καὶ ὅπερ ὁ Χριστὸς ἐκέλευσε, τοῦτο ἐπλήρουν. Καὶ κλείσας, φησὶ, τὴν θύραν σου, πρόσευξαι τῷ Πατρί σου. Τότε ἀπεκρίθησαν, καὶ λέγουσιν ἐνώπιον τοῦ βασιλέως· ∆ανιὴλ, ὁ ἀπὸ τῶν υἱῶν τῆς αἰχμα λωσίας τῆς Ἰουδαίας, οὐχ ὑπετάγη τῷ δόγματί σου, καὶ περὶ τοῦ ὁρισμοῦ, οὗ ἔταξας· καὶ καιροὺς τρεῖς ἡμέρας αἰτεῖ παρὰ τοῦ Θεοῦ αὐτοῦ τὰ αἰτή ματα. Τότε ὁ βασιλεὺς, ὡς τὸ ῥῆμα ἤκουσε, πολὺ ἐλυπήθη ἐπ' αὐτῷ, καὶ περὶ τοῦ ∆ανιὴλ ἠγωνί σατο τοῦ ἐξελέσθαι αὐτόν· καὶ ἕως πρὸς δυσμὰς ἡλίου ἠγωνίσατο τοῦ ἐξελέσθαι αὐτὸν, καὶ ἦν ἀγω νιζόμενος περὶ αὐτοῦ. Τότε οἱ ἄνδρες ἐκεῖνοι παρ ετηρήσαντο ἐπὶ τὸν βασιλέα, καὶ λέγουσι τῷ βασιλεῖ· Γνῶθι, βασιλεῦ, ὅτι τὸ δόγμα τοῖς Μή δοις καὶ Πέρσαις, τοῦ πάντα ὁρισμὸν καὶ στάσιν, ἣν ἂν ὁ βασιλεὺς στήσῃ, οὐ δεῖ παραγράψαι. Τότε ὁ βασιλεὺς εἶπε, καὶ ἤγαγον τὸν ∆ανιὴλ, καὶ ἐνέβαλον αὐτὸν εἰς τὸν λάκκον τῶν λεόντων. Τάχα τινὲς ὑμῶν λέγουσιν, ὅτι Οὐκ ἴσχυσεν αὐτὸν ἐξελέσθαι; Μάλιστα μὲν ἠδύνατο ὁ Θεὸς ποιῆσαι τὸν βασιλέα δυνατώτερον, ἀλλὰ ἐπὶ τὸ κάμμα ἄγει τὸν ἀθλητήν. Ἤδει τὸ τέλος, οὐκ ἠγνόει τὸ πέρας. Οὐδὲ ὁ βασιλεὺς εἰ τοῦτο ᾔδει τὸ τέλος ἐκβησόμενον, ἠγω νίσατο ἄν· ἀλλ' οὐκ ἴσχυσεν. Ἀπόδεκτος τῆς προθυ μίας, συγγνωστὸς τῆς ἀγωνίας. Οὕτω ποθεινὸς ἦν ὁ ∆ανιήλ· ἀλλ' ὁ φθόνος οὐδὲ τὰ καλὰ ἀφίησι βλέπειν, μᾶλλον δὲ βλέπειν μὲν αὐτὰ, οὐ τοῖς αὐτοῖς δὲ ὀφθαλ μοῖς. Οὐ δεῖ, φασὶν, οὕτως ἔκλυτα εἶναι τὰ πράγματα, οὐδὲ ἀβεβαίους τοὺς νόμους τοὺς παρ' ἡμῖν. Τὸ ἔθνος ὅλον ὑβρίζεται. Ἐμβάλλουσιν εἰς τὸν λάκκον· ἐπιτι θέασι λίθον. Καὶ εἶπεν ὁ βασιλεὺς τῷ ∆ανιήλ· Ὁ Θεὸς, ᾧ σὺ λατρεύεις ἐνδελεχῶς, αὐτὸς ἐξελεῖταί σε. Καὶ ἤνεγκαν λίθον ἕνα, καὶ ἐπέθηκαν ἐπὶ τὸ στόμα τοῦ λάκκου· καὶ ἐσφραγίσατο ὁ βασιλεὺς τῷ δακτυλίῳ αὐτοῦ, καὶ τῷ δακτυλίῳ τῶν με γιστάνων αὐτοῦ, ὅπως μὴ ἀλλοιωθῇ πρᾶγμα ἐν 56.228 τῷ ∆ανιήl. Καὶ ἀπῆλθεν ὁ βασιλεὺς εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐκοιμήθη ἄδειπνος, καὶ ἐδέσματα οὐκ εἰσήνεγκαν αὐτῷ, καὶ ὁ ὕπνος ἀπέστη ἀπ' αὐτοῦ. Ἀναμνήσθητί μοι τοῦ μνημείου τοῦ Χριστοῦ, ἔνθα τὰ σήμαντρα ἐπέθηκαν οἱ Ἰουδαῖοι. Εἰ γὰρ μὴ τοῦτο ἦν, εἶπαν ἂν, ὅτι κατὰ γοητείαν τὸ πρᾶγμα γέγονεν. Ἀλλὰ πανταχοῦ τὰ παρὰ τῶν ἐχθρῶν γινόμενα, ὑπὲρ ἡμῶν ἐστιν. Ἵνα γὰρ πᾶσαν αὐτοῖς ἀνέλῃ πρόφα σιν, τοῦτο γίνεται· καὶ ὁ βασιλεὺς τίθησι σημεῖα, ἵνα ἐκείνοις μὴ ἐκγένηταί τι ποιῆσαι, ἢ ἐξελεῖν, καὶ τοὺς λέοντας αἰτιάσασθαι· κἀκεῖνοι δὲ τιθέασιν, ἵνα μὴ ἐξῇ τῷ βασιλεῖ ῥύσασθαι αὐτὸν, ἀλλ' οὕτως ἀδέκαστον γενέσθαι τὴν ψῆφον. Καὶ οὐκ ἐδείπνησε, φησὶ, ὁ βασι λεὺς, οὐδὲ ἐκαθεύδησεν. Ὅρα πόσον ποιεῖ φίλτρον. Καὶ τί; Πρῶτον μὲν παρεθάρσυνεν αὐτὸν λέγων· Ὁ Θεὸς ᾧ σὺ λατρεύεις ἐνδελεχῶς. Πάλιν αἰτίαν τί θησι δικαίαν, δυναμένην αὐτοῦ ἀναστῆσαι τὴν ψυχήν. Καὶ γὰρ ἦν ἴσως ἀκηκοώς. Εἶτα παραγίνεται ὕμνον ἀναφέρων. Τότε ὁ βασιλεὺς πολὺ ἠγαθύνθη ἐπ' αὐτῷ· καὶ τὸν ∆ανιὴλ εἶπεν ἀνενεγκεῖν ἐκ τοῦ λάκκου. Καὶ ἀνηνέχθη ∆ανιὴλ ἐκ τοῦ λάκ κου, καὶ πᾶσα διαφθορὰ οὐχ εὑρέθη ἐν αὐτῷ, ὅτι ἐπίστευσε τῷ Θεῷ αὐτοῦ. Καὶ εἶπεν ὁ βασιλεὺς, καὶ ἤγαγον τοὺς ἄνδρας τοὺς διαβάλλοντας τὸν ∆ανιήλ· καὶ εἰς τὸν λάκκον τῶν λεόντων ἐνεβλή θησαν αὐτοὶ, καὶ οἱ υἱοὶ αὐτῶν, καὶ αἱ γυναῖκες αὐτῶν· καὶ οὐκ ἔφθασαν εἰς τὸ ἔδαφος τοῦ λάκκου, ἕως οὗ ἐκυρίευσαν αὐτῶν οἱ λέοντες, καὶ πάντα τὰ ὀστᾶ αὐτῶν ἐλέπτυναν. Τίνος ἕνεκεν παῖδες καὶ γυναῖκες ἀπόλλυνται; τί ἥμαρτον οὗτοι; Ἴσως καὶ αὐτοὶ τοῖς αὐτοῖς ἐκοινώνουν. Εἶδες τῶν πονηρῶν τὴν τιμωρίαν; εἶδες τῶν δικαίων τὰ ἔπαθλα; Πάντοθεν παιδεύου, πάντοθεν οἰκοδομοῦ. Εἶδες ὅτι κἂν καταλίπῃ Θεὸς, ἐπὶ χρησίμῳ τοῦτο ποιεῖ. Περι εγένετο πυρός· περιεγένετο θηρίων. Μηκέτι λοιπὸν ἐξετάσῃς, διὰ τί λέοντες, καὶ παρδάλεις, καὶ τὰ λοιπὰ θηρία; Καθάπερ γὰρ δήμιοί τινες παρὰ τὰς