1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

34

ὁ ἄγγελος οὗτος; ἆρ' ἵνα ἐκπλήξῃ τὸν δῆμον; καὶ τί τὸ κέρδος; Ἵνα πείσῃ μηκέτι πενθεῖν τὸ (f. τῷ) πολλάκις ταῦτα λέγεσθαι· μαρτυρῶν μαρτυρεῖ δυνάμει τῶν ἐσομένων· ἢ ἵνα πιστώσηται αὐτόν. Καὶ ἡ φωνὴ μεγάλη. Ὥστε καὶ τούτῳ καταπλήξασθαι. Ἐξίσταται, καὶ πάλιν ὁμιλοῦντος ἐξίσταται, συγχωροῦντος ἴσως, οὐκ ἀδυνατοῦντος· ἐπεὶ πρότερον εἶπεν· Ἀν 56.243 δρίζου. Καὶ ἔστη. Εἶδες τί ἐστιν ὄψις ἀγγέλου; Μὴ νομίσῃς χαλκὸν εἶναι τὸ ὁρώμενον, μηδὲ χρυσίον. Τίς γὰρ οὐκ ἂν ἐνέγκοι τούτων τὴν ὄψιν; Πανταχοῦ γὰρ τὸ φῶς κεῖται. Ἐπεὶ τοίνυν ἀπεστάλην, προσημαίνω τοῦτο μόνον, φησὶ, μὴ διαφθείρῃς τὴν χάριν. Ἠκούσθησαν οἱ λόγοι σου, καὶ ἐγὼ ἦλθον ἐν τοῖς λόγοις σου. Τί γὰρ παρεκάλει, καὶ τί ἐδεῖτο; Καὶ μὴν οὐχὶ ταῦτα αὐτῷ λέγεις, οὐδὲ τοιοῦτον οὐδέν. Τάχα ἐβούλετο μαθεῖν ἀκριβῶς τὸν χρόνον, καὶ τὸ μετὰ ταῦτα. Καὶ ὁ ἄρχων τῆς βασιλείας, φησὶ, Περσῶν εἰστήκει ἐξ ἐναντίας μου. Ἆρα μὴ τὸν τῶν ἀνθρώπων λέγων ἄρχοντα; Οὐδαμῶς. Καὶ γὰρ ἀλλαχοῦ λέγει· Ὁ ἄρχων τῶν Ἑλλήνων ἐξῆλθεν. Ἐμοὶ δοκεῖ οὗτος οὐκ εἶναι τῶν ἀρχόντων, οὐδὲ τῶν ἐπιτεταγμένων ἔθνος, ἀλλὰ τῶν ἄνω δυνάμεων. Εἶτα ἐπειδὰν οὐκ ἴσχυον οἱ ἄγγελοι ἄλλοι ἀντιστῆναι αὐτῷ, τούτῳ λέγεται. Ἀπελύθησαν, φησί· τί πάλιν ζητεῖς; Καὶ ἰδοὺ Μιχαὴλ εἷς τῶν ἀρχόντων τῶν πρώτων ἦλθε βοηθῆσαί μοι· καὶ αὐτὸν κατέλιπον ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασιλέως Περσῶν. Καὶ ἦλθον συνετίσαι σε ὅσα ἀπαντήσεται τῷ λαῷ σου ἐπ' ἐσχάτων τῶν ἡμερῶν, ὅτι ἰδοὺ ἡ ὅρασις εἰς ἡμέρας. Τίνος ἕνεκεν πρὸ τῶν εἴκοσι ἡμερῶν οὐκ ἦλθεν ὁ Μιχαήλ; Ἐμοὶ δοκεῖ, δεῖξαι βούλεται τῷ προφήτῃ, ὅτι κεκωλυμένα πράγματα αἰτεῖ καὶ παράνομα καὶ κατηναγκασμένα, μονονουχὶ καὶ τοῖς ἀγγέλοις βίαν ποιῶν. ∆ιὰ τοῦτο οὐδὲ Μιχαὴλ εὐθέως ἐν ἀρχῇ βοηθεῖ, ἀλλ' ὕστερον, ἵνα μάθωσιν ὅτι οὐκ ἦσαν ἄξιοι ἀνελθεῖν οἱ μετὰ ταῦτα. Ἀδικοῦνται οἱ ἄγγελοι. Καὶ αὐτὸν ἀφῆκαν ἐκεῖ, ὥστε ἢ πεῖσαι, ἢ κωλῦσαι. Καὶ τίς ἄγγελος τοιοῦτος, ὡς ἀκούσας τοῦ Θεοῦ δόντος τὴν χάριν, ἀντιστῆναι; Σωματοποιεῖ, ὡς οἶμαι, τὸ πρᾶγμα, ὥσπερ ἐκεῖ [f. ἐπεὶ] ἔλεγε· Τίς ἐξελεύσεται, καὶ ἀπατήσει μοι τὸν Ἀχαάβ; Καὶ πάλιν· Ἄφες με, καὶ ἐξαλείψω αὐτούς. Οὐ κωλύεται ὁ Θεὸς, οὐδὲ ἀνάγκην πάσχει, κατεχόμενος ὑπὸ τοῦ προφήτου. Οὕτω δὴ καὶ ἐνταῦθα. Καὶ πάλιν ἀλλαχοῦ φησι· Ἄφες με, ὅτι ἀνέβη ὁ ὄρθρος. Καὶ πάλιν ἐπὶ τοῦ ἀγγέλου καὶ τῆς ὄνου· Εἰ μὴ πρόσωπόν σου ἔλαβον, φησίν. Οὐκ ἄρα τοῦτο δείκνυσιν αὐτὸν ἀνθιστάμενον τῷ Θεῷ, ἀλλ' ἓν μόνον, ὅτι ἀδικοῦνται. Τοσαῦτα ἴσχυσεν ὁ ∆ανιήl. Κατῆλθον συνετίσαι σε ὅσα ἀπαντήσεται τῷ λαῷ σου. Ὅρα πῶς ἀναγκαῖον πρᾶγμα ἀφεὶς, ἀπολογεῖται τῷ προφήτῃ. Πάλιν ἐξίσταται· πάλιν αὐτὸν ἀνίστησι, καί φησι· Ἐγὼ πορεύομαι τοῦ πολεμῆσαι μετὰ τοῦ ἄρχοντος Περσῶν. Καὶ ἐγὼ ἐξεπορευόμην, καὶ ὁ ἄρχων τῶν Ἑλλήνων ἤρχετο. Ἴσως ἑνὸς τῶν ἐναντιουμένων ἐπὶ τοῖς ἐσομένοις, ὥστε τοῖς κατὰ Μακεδονίαν πολεμῆσαι. Καὶ οὔπω πείθεται. Πόλεμος ἐν ἀγγέλοις ἐστὶ, μάχη περὶ ἀνθρώπων; Ναί. Πάνυ γὰρ αὐτῶν κήδονται. Οὔπω ἐπείσθη. Ὥσπερ ἂν εἴποι τις· Ἀναγκάζομαι τῷδε φιλονεικῆσαι.

ΚΕΦΑL. ΙΑʹ.

Καὶ ἐγένετο ἐν ἔτει πρώτῳ Κύρου, ἐγὼ ἔστην εἰς κράτος καὶ ἰσχύν. Καὶ νῦν

ἀναγγελῶ σοι ἀλήθειαν. 56.244 Καὶ τότε, φησὶ, σώσας ἐγώ εἰμι. Ἵνα γὰρ μὴ λέγῃ τις· Τί οὖν πολεμεῖς; τί οὖν, ἂν μὴ νικήσῃς; Οὐχὶ, φησί. Καὶ τότε ἐγὼ αὐτῶν προέστην. Καὶ οὐκ ἔστι γὰρ, φησὶ, εἷς ἀντεχόμενός μοι περὶ τούτων, ἀλλ' ἢ Μιχαὴλ ὁ ἄρχων αὐτῶν. Ταῦτα λέγει ἵνα πείσῃ αὐτὸν, ὅτι οὐ πολέμιός ἐστιν αὐτῷ καὶ ἐχθρὸς, καὶ ὅτι πράγματα αἰτεῖ κεκωλυμένα. Οὐχ ὅτι βοηθῶν δεῖται. Πῶς γάρ; ∆είκνυται ὅτι οὗτος οὐκ ἦν τῶν ἀρχόντων. Εἶτα λέγει πάντα μετὰ ἀκριβείας, καὶ λέγει πόθεν αἱ ἧτται. Εἶτα λέγει τὴν σωτηρίαν τοῦ λαοῦ αὐτοῦ ἐν τοῖς ἑξῆς καὶ τὸ δόκιμον.