1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

29

αὐτοῦ. Καὶ ἐπ' ἐσχάτων τῆς βασιλείας αὐτῶν, πληρουμένων τῶν ἁμαρτιῶν αὐτῶν, ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπῳ, καὶ συνιὼν προβλήματα. Καὶ κραταιὰ ἡ ἰσχὺς αὐτοῦ, καὶ οὐκ ἐν τῇ ἰσχύϊ αὐτοῦ· καὶ θαυμαστὰ διαφθερεῖ, καὶ ποιήσει, καὶ διαφθερεῖ ἰσχυροὺς, καὶ λαὸν ἅγιον. Καὶ ὁ ζυγὸς τοῦ κλοιοῦ αὐτοῦ κατευθυνεῖ. ∆όλος ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐν καρ δίᾳ αὐτοῦ μεγαλυνθήσεται, καὶ δόλῳ διαφθερεῖ πολλοὺς, καὶ ἐπὶ ἀπωλείᾳ πολλῶν στήσεται, καὶ ὡς ὠὰ ἐν χειρὶ συντρίψει αὐτούς. Καὶ ἡ ὅρασις τῆς ἑσπέρας, καὶ τῆς πρωΐας τῆς ῥηθείσης, ἀλη θής ἐστιν. Καὶ σὺ σφράγισαι τὴν ὅρασιν, ὅτι εἰς ἡμέρας πολλὰς ἔσται. Καὶ εἶπε, φησὶ, Γνώρισον ἐκείνῳ τὴν ὅρασιν, Γαβριήl. Ὅρα ἐπιτάγματα ἀγ γέλων καὶ ἀρχαγγέλων. Μείζων ἴσως δύναμις ἑτέρα; Καὶ ἦλθε, φησὶ, καὶ ἐθαμβήθην. Καὶ ἔστη ἐχό μενα τῆς στάσεώς μου. Καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν, ἐθαμβήθην. Τοῦ (l. ποῦ) τοίνυν οἱ τοὺς ἀγγέλους κα 56.236 κῶς λέγοντες; Οὐκ ἀφ' ἑαυτοῦ τι ἐποίησεν. Ὁρᾷς καὶ αὐτοὺς εἰς τάξεις πολλὰς καὶ διατυπώσεις τετα γμένους; Ἐν τῇ πρώτῃ, Προσῆλθε, φησὶ, καὶ ἠρώτησα. Ἐνταῦθα οὐκέτι. Καὶ ἤκουσα ἑνὸς ἁγίου λαλοῦντος. Καὶ ἕτερος ἠρώτησεν, ἤτοι ἀγνοῶν, ἵνα οὗτος μάθῃ. Καὶ ἀπεκρίνατο, φησί. Καὶ ἐπ' ἐσχάτων τῆς βασιλείας, πληρουμένων τῶν ἁμαρτιῶν αὐτῶν, ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπῳ. Ὅρα πῶς δείκνυσιν αὐτοῖς, ὅτι αὐτοὶ αἴτιοι. ∆ιὰ τοῦτο οὐ φανεροῖ τοὺς λόγους, ἵνα μὴ ἐθελοκακήσαντες μένωσιν· εἰ γὰρ, μηδενὸς τούτων εἰρημένων, ἔμενον, πολλῷ μᾶλλον, φανερωθέντων· καὶ ἵνα μάθῃς ὅτι πανταχοῦ τὸ Πνεῦμα ἰσχὺν ἔχει, καὶ ὅτι πάντα πρόοιδεν ὁ Θεὸς, καὶ ὅτι εἰδὼς ἁμαρτή σοντας ἀνήγαγε. Καὶ ὅρα, ἐπειδὴ εἶπεν ἐνιαυτοὺς, ὀλίγος χρόνος ἐφαίνετο, εἰς ἡμερῶν ἀναλύει ἀριθμὸν, ἵνα τῷ πλήθει φοβήσῃ, οὐχ ἡμέρας, ἀλλὰ καὶ νύκτας ἀριθμῶν. Καὶ ἐνδιατρίβει τῇ τραγῳδίᾳ τῇ κατὰ Ἀν τίοχον, ἵνα κἂν οὕτω φοβήσῃ. Καὶ οὐκ ἐν τῇ ἰσχύϊ αὐτοῦ. Τουτέστιν, ὅτι ἠδύνατο ὁ Θεὸς κωλῦσαι αὐ τὸν, ἀλλ' ἐπέτρεψε διὰ τὰς ἁμαρτίας, καὶ οὐχ ἁπλῶς ἁμαρτόντων, ἀλλ' ἡνίκα ἐπληρώθησαν. Ἆρα μέτρον τί ἐστιν; Οὔπω γὰρ ἂν ἐπεπλήρωντο, φησὶ, αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων. Καὶ ὅρα, οὔπω λοιπὸν ἐμπρησμὸς, ἀλλὰ σφαγῶν ἀναιρέσεις. Ἐπειδὴ γὰρ ἔμελλόν τινες εἶναι οἱ καλοὶ, καὶ προϊστάμενοι τῶν πατέρων, καὶ τὰ τῆς τιμωρίας ἐλάττω γέγονε. Ταῦτα δὲ λέγεται, ἵνα μὴ ταῖς νίκαις ταῖς ἐπὶ Ζορωβάβελ ἐπαρθέντες, ῥᾴθυμοι γίνωνται. Καὶ ὅρα πῶς οὐ τίθησι λαμπρά τινα ἐνταῦθα μετὰ τὰ κατὰ Ἀντίοχον, ἀλλὰ μόνον λύσιν τῶν δεινῶν λέγει, καὶ τὸν κατασχόντα καιρόν. Τί οὖν; ταύτην οὐ προεῖπε τὴν αἰχμαλωσίαν; Ναὶ, σφόδρα αἰνιγματωδῶς· διὸ καὶ ὁ Χριστὸς εἶπεν· Ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, ὁ ἀναγινώσκων νοείτω. Ἐλεύσονται, φησὶ, οὐχ ὡς προειπόντος. Καί τινες μὲν λέγουσιν, ὅτι εἰκότως ταῦτα οὐ προεῤῥήθη· οὐ γὰρ εἶχε χρόνον ἡ αἰχμα λωσία αὕτη λαβεῖν. ∆ώσω γὰρ, φησὶ, καὶ τοὺς πο νηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλου σίους ἀντὶ τοῦ θανάτου αὐτοῦ. Καὶ σὺ σφράγισαι τὴν ὅρασιν ταύτην, ὅτι εἰς ἡμέρας πολλὰς ἔσται. Τουτέστι, φύλαξον, διατήρησον, ἵνα μὴ τῷ μακρῷ χρόνῳ διαφθαρῇ. Ὅρα πανταχοῦ τὸν Θεὸν φειδόμενον αὐτῶν. Κατῆλθον εἰς Αἴγυπτον, ἐγένοντο φαῦλοι· οὐκ ἀπέστη, ἤγαγεν εἰς τὴν ἔρημον. Ἐπέμειναν τῇ κακίᾳ· οὐκ ἀπέστη, εἰσήγαγεν αὐτοὺς εἰς τὴν γῆν τῆς ἐπαγ γελίας. Ἀνήγαγε πάλιν αὐτοὺς ἐπὶ Ἀντιόχου· πάλιν οἱ αὐτοὶ ἔμενον. Ἐπὶ τοῦ Χριστοῦ πάλιν οἱ αὐτοί· καὶ οὐδὲ οὕτως ἀπέστη, ἀλλ' ἀεὶ κήδεται. Καὶ καθάπερ τὰ φυσικὰ οὐκ ἂν ἀποσταίη, τὰ φύσεως προσόντα ἡμῖν, ὅπερ ἂν γένηται· οὕτως οὐδὲ Θεός· μᾶλλον δὲ ἐκεῖνα δυνατὸν ἀποστῆναι, αὐτὸν δὲ οὐδαμῶς προ νοοῦντα, καὶ κηδόμενον. Εἰ γὰρ καὶ ἐπιλάθοιτο, φησὶ, γυνὴ τοῦ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαί σου. Καθάπερ γὰρ ἐκείνη οὐ πρὸς τὴν ἀρετὴν ὁρᾷ τῶν παίδων, ἀλλὰ φύσεως νόμον πληροῖ· οὕτω, καὶ πολλῷ μᾶλλον, ὁ Θεὸς ἀεὶ κήδεται, οὐδέποτε ἀφίσταται, ἀεὶ τὸ αὐτὸ μέτρον ἐπιδείκνυται. Καὶ ἐγὼ ∆ανιὴλ ἐκοιμήθην, καὶ ἐμαλακίσθην ἡμέρας· καὶ ἀνέστην, καὶ 56.237 ἐποίουν τὰ ἔργα τοῦ βασιλέως· καὶ