1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

31

τὴν ἀπὸ τῆς οἰκείας ἀρετῆς, καὶ τοῦ μυρία παθεῖν, οὐδέπω θαῤῥεῖ, ἀλλὰ τέφραν ὑποστρωσάμενος καὶ σάκκον, οὕτως ἐδεῖτο. Τί ποιήσομεν ἡμεῖς οἱ ἀνάλγητοι; Τοῦτον ἡμᾶς ἐχρῆν μιμεῖσθαι. Ἵνα γὰρ μή τις λέγῃ, ὅτι διὰ πενίαν οἱ λοιποὶ προφῆται ταῦτα ἐποίουν· ὁ μάλιστα πάντων πρὸς ἀξιωμάτων μέγεθος ἀναχθεὶς, οὗτος μάλιστα πάντων ταπεινοῦται. Καὶ ἀπὸ τοῦ σπέρματος τῆς βα σιλείας ἦν, καὶ τοσούτων ἀπέλαυσεν. Οὕτω δεῖ πενθεῖν τὰ οἰκεῖα δεινὰ, οὕτω τῶν μελῶν φείδεσθαι τῶν οἰκείων. Τοῦτο συμπάθεια τῶν προφητῶν. Ὅρα ταύτῃ μάλιστα θαυμασιώτερον ὄντα. Μωϋσῆς ἔλεγεν· Εἰ μὲν ἀφῇς αὐτοῖς, ἐπεὶ κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου. Οὗτος ἐν νηστείαις ἦν καὶ δάκρυσι διηνεκῶς. Παῦλος διηνε κῶς ἐν δάκρυσι, καὶ γεέννης αὐτῆς κατετόλμησεν. Οὐδεὶς αὐτῶν ἔχει τῶν οἰκείων ἀγαθῶν αἴσθησιν· ἀλλ' ὥσπερ ἐν σώματι, τοῦ ὀφθαλμοῦ καλοῦ τυγχάνοντος, οὐκ ἂν λάβοι τοῦ κάλλους αἴσθησιν, σεσηπότων τῶν ποδῶν καὶ διεφθαρμένων· οὕτω καὶ τότε ἦν. Τίνος ἕνεκεν ἡ σποδός; Ἀνεμίμνησκεν αὐτὸν τῆς οἰκείας φύσεως. Τίνος ἕνεκεν ὁ σάκκος; Τῇ τραχύτητι ταπει νοῖ. Τίνος ἕνεκεν ἡ νηστεία; Καὶ αὕτη τῶν ἐν παρα δείσῳ ἀνεμίμνησκεν. Τοῦτο αὐτοῖς ἔθος ἐστὶ, τὰ βασανίζοντα διώκειν. Οὐδὲ τῆς γῆς ἄξιός εἰμι, φησὶν, οὐδὲ τῶν ἱματίων, οὐδὲ τῶν κατὰ φύσιν πραγμάτων, ἀλλὰ χαλεπωτέρας τιμωρίας, ὁ τὰ Περσικὰ περιβε βλημένος ὑφάσματα, ὁ τιάραν ἔχων Περσικήν. Καὶ τί φησι; Ἴδωμεν τὴν ἐξομολόγησιν. Καὶ προσηυξά μην πρὸς Κύριον τὸν Θεόν μου. Ὅρα τὸ φίλτρον τὸ περὶ τὸν ∆εσπότην. Τὸν Θεόν μου, φησί· ὃν οὐκ ἐτόλμα ἱκετεύειν, τοῦτον Θεὸν αὐτοῦ καλεῖ. Ἔτι ἐμοῦ 56.239 λαλοῦντος, καὶ προσευχομένου, καὶ ἐξαγορεύοντος τὰς ἁμαρτίας μου, καὶ τὰς ἁμαρτίας τοῦ λαοῦ μου Ἰσραὴλ, καὶ ῥίπτοντος τὸν ἔλεόν μου ἔναντι Κυ ρίου τοῦ Θεοῦ μου, ἐπὶ τοῦ ὄρους τοῦ ἁγίου τοῦ Θεοῦ μου· καὶ ἔτι ἐμοῦ λαλοῦντος ἐν τῇ προσευχῇ, καὶ ἰδοὺ ἀνὴρ Γαβριὴλ, ὃν εἶδον ἐν τῇ ὁράσει ἐν τῇ ἀρχῇ, πετώμενος· καὶ ἥψατό μου ὡσεὶ ὥραν θυσίας ἑσπερινῆς. Καὶ συνέτισέ με, καὶ ἐλάλησε μετ' ἐμοῦ, καὶ εἶπεν· ∆ανιὴλ, νῦν ἐξῆλθον, συμ βιβάσαι σε σύνεσιν. Ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν ὁ λόγος· καὶ ἐγὼ ἦλθον τοῦ ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ ἐπιθυμιῶν εἶ σύ. Καὶ ἐννοήθητι ἐν τῷ ῥήματι, καὶ σύνες ἐν τῇ ὀπτασίᾳ. Ὥστε καὶ ὅταν λέγωσιν ἡμῖν οἱ Ἰουδαῖοι· ∆ιὰ τί ἐν τῷ Ἡσαΐᾳ, τοῦ Ὀζίου περὶ τοῦ πολέμου δεδιότος, καὶ τῆς ἐφόδου τῶν δύο βασιλέων, ὁ προφήτης ἐξελθὼν ἔδωκεν αὐτοῖς σημεῖον, μετὰ μυρία ἔτη συμβαῖνον; ἐροῦμεν καὶ αὐτοὶ πρὸς αὐτούς· Τίνος ἕνεκεν τοῦ ∆ανιὴλ ἀξιώ σαντος ὑπὲρ τῆς ἀνόδου, καὶ ἐπιθυμοῦντος ἀκοῦσαί τι περὶ τούτων, ἐξελθὼν ἄγγελος περὶ μὲν τούτων οὐδὲν ἀπήγγειλε, πράγματα δὲ μακροῖς ὕστερον χρόνοις ἐδί δαξεν; Ἀλλ' ὥσπερ ἐνταῦθα ἐκ περιουσίας τὸ ζητούμενον λύει· οὕτω κἀκεῖ. Πίστις γὰρ μεγίστη τοῦ τὴν πόλιν ἀναστήσεσθαι, τὸ καὶ πάλιν αὐτὴν ἁλώσεσθαι. Τί οὖν; λυπῆσαι τὸν προφήτην βουλόμενος, τοῦτο ποιεῖ; Οὐδαμῶς, ἀλλ' αὐτοὺς φοβερωτέρους ἐργάσασθαι. Καὶ οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ πολλάκις. Ἐπειδὴ γὰρ ἡ μέλλουσα ἔσεσθαι εὐπραγία ἱκανὴ φυσῆσαι τὴν ἐκεί νων διάνοιαν, οὐ μόνον ἀνορθουμένης τῆς πόλεως, ἀλλὰ καὶ χερσὶ βαρβαρικαῖς οἰκοδομουμένης, βαρβα ρικαῖς ἐκείναις ταῖς καθελούσαις αὐτήν. Τοῦτο γὰρ καὶ ὁ Ἡσαΐας φησὶ, δεικνὺς τὸ παντοδύναμον καὶ εὔ πορον τοῦ Θεοῦ, πῶς ἱκανὸς πάντα καὶ ποιῆσαι καὶ μεταβαλεῖν. Ἐπεὶ οὖν ἔμελλεν αὐτοῖς τὰ πάτρια ἀποδοθήσεσθαι, καὶ νῖκαι λαμπραὶ καὶ συνεχεῖς, ἃς καὶ οἱ προφῆται ἀναβοῶσιν· οἷον ὁ μὲν Ἰεζεκιὴλ, ὅτι μετὰ ἔτη τὰ ὅπλα αὐτῶν κατακαυθήσεται τῶν μελ λόντων ἁλώσεσθαι· οἱ δὲ ἄλλοι τὰ αὐτὰ συνεχῶς ἔλε γον· ἵνα μὴ τούτοις ἐπαρθέντες, χείρους τῶν προτέ ρων γένωνται, τῷ φόβῳ τῆς προῤῥήσεως, καὶ τὸ πολ λάκις (φορτε τῷ πολλ.) τὰ αὐτὰ εἰπεῖν, καθάπερ αὐ τοὺς εἰς ἀνάγκην ἄφυκτον καθιστῶν τοῦ μηδὲ βου λομένους διαφθαρῆναι. Καὶ διὰ τοῦτο καὶ τὸν χρόνον ἄδηλον ἐποίει· ἐπεὶ τίς χρεία ταῦτα ἀπαγγελ θῆναι; Καὶ ὅρα πότε προφητεύεται. Παρ' αὐτὴν τὴν ἄνοδον, ἀκμαζόντων αὐτοῖς καὶ ἀνθούντων τῶν πρα γμάτων. Ὥσπερ καὶ ὁ Μωϋσῆς μέλλων αὐτοὺς εἰσ 56.240 άγειν εἰς τὴν γῆν