1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

3

οἰκεῖον θεῷ ὁ περὶ πάντων ἀνθρώπων ὡς εἰς τὸ χεῖρον ἐκκλινάντων ἀποφηνάμενος; Ro+m 3,27 Πάντως ἐρεῖτέ μοι· τίς ἐπεισελθὼν νόμος τοῦτον ἐξέβαλεν; ἐπειδὴ νόμῳ πέφυκεν ὁ κρατῶν λύεσθαι νόμος. πρὸς οὕς φησιν· οὐ νόμος ἔργων ἐπεισελθὼν τὸν πρότερον ἔλυσενκάλλιστα γὰρ εἶχεν ἐκεῖνος κατά γε τοῦτο, νόμος δὲ πίστεως ἐπεισεληλυθὼς περιττὸν εἰκότως τοῦτον ἀπέφηνε νικώσης τὴν ἀπὸ τοῦ νόμου τῶν ἔργων <καύχησιν>, ἐπειδὴ ταῦτα ἡμῖν ἀπὸ τῆς θείας ὑπάρχει χάριτος, ἃ σὺν πολλῷ τῷ πόνῳ προσγίνεσθαι ἀπὸ τῶν προτέρων οὐκ ἠδυνήθη. ἔδειξε δὲ διὰ νόμου πίστεως εἰπὼν καὶ μὴ ἁπλῶς διὰ πίστεως τὸ καυχᾶσθαι πρὸς τὸν νόμον ὡς ἀλλότριον <εἶναι , εἰ καὶ> ἐπὶ τῶν οἰκείων τὴν προσηγορίαν ἀσπάζεται. Ro+m 3,28 Τὸ δὲ λογιζόμεθα οὐκ ἐπ' ἀμφιβολίας λέγει, ἀλλ' ἀντὶ τοῦ λογισμῷ τῷ προσήκοντι ἡγοῦμαι τῆς κατὰ πίστιν δικαιώσεως ἄνευ ἔργων νόμου πάντα ἄνθρωπον βουληθέντα μετέχειν. σημειωτέον δὲ ὡς οὐχ ἁπλῶς εἶπε χωρὶς νόμου, ὡς ἂν εἰ καὶ ἐργαζοίμεθα ἀρετῆς ἐπιμελούμενοι, οὐκ ἀνάγκῃ νόμου τοῦτο ποιούντων, ἀλλ' ὑφ' ἑτέρου πρὸς τοῦτο ἀγομένων118. Ro+m 3,30 Ἐπὶ τῶν Ἰουδαίων τὸ ἐκ πίστεως τέθεικεν, ὡς ἂν ἐχόντων μὲν καὶ ἑτέρας ἀφορμὰς πρὸς δικαίωσιν, οὐ δυναμένων δὲ αὐτῆς μετέχειν πλὴν ἐκ τῆς πίστεως· ἐπὶ δὲ τῶν Ἑλλήνων διὰ τῆς πίστεως, ὡς ἂν ἅπασαν τῆς δικαιώσεως τὴν αἰτίαν ἐντεῦθεν ἐχόντων.

Ro+m 4,8 Θαυμασιώτατα δὲ τὰς μαρτυρίας συνέκρουσεν, ἐπὶ μὲν τῆς πίστεως· καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, ἐπὶ δὲ τῶν ἔργων· καὶ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν. ἐκεῖ γὰρ ἤρκεσεν ἡ πίστις ὥστε λογισθῆναι αὐτῷ εἰς δικαιοσύνην, ἐνταῦθα δὲ τὰ ἔργα καὶ πρὸς τὸ ἐναντίον ῥέποντα οὐ λογίζεται, ὅταν ἡ τοῦ θεοῦ φιλανθρωπία τῶν γεγονότων ἀνωτέρα φαίνηται. Ro+m 4,11 Εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευ όντων. κατὰ τὸ οἰκεῖον ἰδίωμα κἀνταῦθα εἶπεν ὡς τὸ εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους· λέγει γὰρ τὸ ἀναγκαίως τοῖς γεγονόσιν ἑπόμενον. ἐντεῦθέν φησι· κοινός ἐστιν ἁπάντων πατήρ, ἐπειδὰν τὴν πρὸς αὐτὸν ὁμοιότητα τῆς πίστεως δέξωνται.

Ro+m 5,13 -14 Οὐδὲ γὰρ ὁ νόμος ἐπεισελθών, φησί, τὴν ἁμαρτίαν ἔλυσεν,

ἀλλ' ἄχρις ἦν τε ὁ νόμος καὶ ἐπολιτεύετο καὶ ἐκράτει παρὰ τοῖς ἀνθρώποις, ἐλάμβανε καὶ τὰ τῆς ἁμαρτίας προσθήκην οὐδὲν πρὸς τοῦτο τῆς τοῦ νόμου θέσεως συμβαλέσθαι δυνηθείσης αὐτοῖς. καὶ πρὸς ἀπόδειξιν τοῦ προκειμένου ἐπάγει· ἁμαρτία δὲ οὐκ ἐλλογεῖτο μὴ ὄντος νόμου. τοσοῦτον γὰρ ἀπεῖχεν ὁ νόμος, φησί, τοῦ τὴν ἁμαρ τίαν ἀνελεῖν, ὥστε οὐδ' ἂν γένοιτο ἁμαρτία, εἰ μὴ νόμος εἴη. νόμον δὲ νῦν καλεῖ τὴν ἥντινα δήποτε διάκρισιν εἴτε ἀπὸ φύσεως εἴτε ἀπὸ θέσεως ἐγγινομένην· μὴ γὰρ οὔσης τῆς διακρίσεως οὐκ ἄν τις λέγοιτο ἁμαρτάνειν ἁμαρτίαν, εἰ δὲ ὁ τὸ φαινόμενον κακὸν καὶ διακεκριμένον ἀπὸ τοῦ καλοῦ μετιών. ἀλλὰ τοῦτο μὲν εἰς αὔξησιν τοῦ ἐφ' ᾧ πάντες ἥμαρτον τέθεικεν. Ἐχόμενος δὲ τῆς οἰκείας ἀκολουθίας ἐπήγαγεν· ἀλλ' ἐβασίλευ σεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐν τῷ ὁμοιώματι τῆς παρα βάσεως Ἀδάμ, ὅς ἐστι τύπος τοῦ μέλλοντος. τὸ μὲν 119 οὖν καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐν τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδὰμ τοῦτο λέγει ὅτι ὁ θάνατος ἐκράτησεν ἁπάντων τῶν ὁπωσδήποτε ἡμαρτηκότων· οὐ γάρ, ἐπειδὴ οὐχ ὅμοιον ἦν τὸ τῆς ἁμαρτίας εἶδος, τό τε τοῦ Ἀδὰμ καὶ τῶν λοιπῶν ἀνθρώπων, θανάτου γεγόνασιν ἐκτὸς οἱ λοιποί, ἀλλ' ὑπὲρ ὧν ἡμάρτανον ὁπωσδή ποτε, τοῦ θανάτου τὴν ἀπόφασιν ἐδέξαντο πάντες· οὐ γὰρ τῆς τοιᾶσδε ἁμαρτίας τιμωρία ὁ θάνατος ὥρισται ἀλλὰ πάσης ἁμαρτίας. ἔστι δὲ ἐν τῷ ** πᾶν ἀπὸ τοῦ οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ θεῷ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· λέγει γὰρ ὅτι οὐκ ἐπὶ τούτῳ μόνον καυχώμεθα, ὅτι διὰ τοῦ Χριστοῦ