4
λέγεται δὲ Ἀσηδὼθ Φασγώ, ὅ ἐστι λαξευτή. Ἀβαρείμ ̣Deut 32, 49 ̣. ὅρος ἐν ᾧ Μωϋσῆς τελευτᾷ. λέγεται δὲ εἶναι «ὄρος Ναβαῦ ὅ ἐστιν ἐν γῇ Μωὰβ ἀντικρὺ Ἱεριχὼ» ὑπὲρ τὸν Ἰορδάνην «ἐπὶ κορυφὴν Φασγώ», καὶ δείκνυται ἀνιόντων ἀπὸ Λιβιάδος 18 ἐπὶ Ἐσβοῦν τῷ αὐτῷ ὀνόματι καλούμενον πλησίον τοῦ Φογὸρ ὄρους οὕτως καὶ εἰς δεῦρο χρηματίζοντος, ἔνθεν καὶ ἡ χώρα εἰς ἔτι νῦν ὀνομάζεται Φασγώ. Αὐὼθ Ἰαείρ ̣Deut 3, 14 ̣, ἐπαύλεις Ἰαείρ. αὕτη ἐστὶν ἡ Βασάν. εἰσὶ δὲ κῶμαι Ἰαεὶρ ἐν τῷ ὄρει Γαλαάδ, ἃς ἔλαβε τὸ ἥμισυ φυλῆς Μανασσῆ· καί εἰσιν ἐν τῇ καλουμένῃ Γωνίᾳ τῆς Βαταναίας. Ἀπὸ τοῦ Ἰησοῦ τοῦ Ναυῆ. Ἀντιλίβανος ̣Jos 1, 4̣. τὰ ὑπὲρ τὸν Λίβανον πρὸς ἀνατολὰς πρὸς τὴν ∆αμασκηνῶν χώραν. φυλῆς Μανασσῆ. Ἄζηκα ̣Jos 10, 10̣. πόλις τῶν Χαναναίων, μέχρις ἧς κατεδίωξεν Ἰησοῦς τοὺς εʹ βασιλεῖς, ἥτις γέγονε φυλῆς Ἰούδα. καλεῖται δὲ καὶ νῦν Ἄζηκα κώμη ἀναμέσον Ἐλευθεροπόλεως καὶ Αἰλίας. Αἰλώμ ̣Jos 10, 12 ̣. φάραγξ, καθ' ἣν ἔστη «ἡ σελήνη» εὐξαμένου Ἰησοῦ ἐγγὺς κώμης ἔτι νῦν Αἰλὼν καλουμένης, ἐξ ἀνατολῶν Βαιθήλ, σημείοις τρισὶ διεστῶσα. παράκεινται δὲ αὐτῇ Γαβαὰ καὶ Ῥαμαὰ πόλεις Σαούλ. Ἀχώρ ̣Jos 7, 24, 26 ̣. κοιλὰς Ἀχὼρ καλουμένη, ἔνθα ἐλιθοβόλησαν τὸν Ἀχώρ, κλέψαντα τὸ ἀνάθεμα. παρ' ὃ καὶ Ἀχὼρ ὠνομάσθη. κεῖται δὲ ἐν βορείοις Ἱεριχώ, καὶ οὕτω εἰς ἔτι νῦν καλεῖται πρὸς τῶν ἐπιχωρίων. Ἀσηδώθ ̣Jos 10, 40 ̣. ἄλλη αὕτη πόλις, ἣν ἐπολιόρκησεν Ἰησοῦς, τὸν βασιλέα αὐτῆς ἀνελών. 20 Ἀσώρ ̣Jos 11, 1 ̣. πόλις βασιλείας Ἰαβείν, ἣν μόνην ἐνέπρησεν Ἰησοῦς, ὅτι αὕτη ἦν μόνη «ἄρχουσα πασῶν τῶν βασιλειῶν» τῶν ἀλλοφύλων. ἔστι δὲ καὶ εἰς ἔτι νῦν κώμη λεγομένη Ἀσὼρ ἐν ὁρίοις Ἀσκαλῶνος τοῖς εἰς ἀνατολάς, ἣ γέγονε φυλῆς Ἰούδα. καὶ οἶδεν ἡ γραφὴ Ἀσὼρ τὴν καινήν. Ἀερμών ̣Jos 11, 3. 17 ̣. χώρα τῶν Εὐαίων, ἣν κατέσχεν Ἰησοῦς. Ἀλὰκ ὄρους ̣Jos 11, 17 ̣. Ἀκύλας μερίζοντος τοῦ ὄρους, Σʹ λείου ὄρους. ὄρος ἐπὶ Πανεάδα. Ἀερμών ̣Jos 11, 17 ̣. ὄρος τῶν Ἀμορραίων, ὃ καλοῦσι Φοίνικες Σανιώρ, ὁ δὲ Ἀμορραῖος ἐκάλει «αὐτὸ Σανίρ». φασὶν δὲ εἰς ἔτι νῦν Ἀερμὼν ὄρος ὀνομάζεσθαι καὶ ὡς ἱερὸν τιμᾶσθαι ὑπὸ τῶν ἐθνῶν, καταντικρὺ Πανεάδος καὶ τοῦ Λιβάνου. ἦν δὲ τὰ ὑπὲρ τὸν Ἰορδάνην καὶ πρὸς ἀνατολὰς ὅρια τῆς κατασχέσεως τῶν υἱῶν Ἰσραὴλ μέχρις «ὄρους Ἀερμὼν» «ἀπὸ φάραγγος τοῦ Ἀρνωνᾶ». Ἀνώβ ̣Jos 11, 21 ̣. πόλις, ἣν ἐπολιόρκησεν Ἰησοῦς, καὶ ἔστι νῦν κώμη περὶ ∆ιόσπολιν ἀπὸ σημείων τεσσάρων πρὸς ἀνατολάς, ἣ καλεῖται Βετοαννάβα. Ἀσδὼδ ̣Jos 11, 22 ̣ ἡ καὶ Ἄζωτος. ἐν ᾗ κατελείφθησαν οἱ Ἐνακείμ, ἣ νῦν ἐστι πολίχνη ἐπίσημος τῆς Παλαιστίνης. ἦν δὲ κλήρου φυλῆς Ἰούδα. Ἄδερ ̣Jos 12, 14 ̣. πόλις, ἣν ἐπολιόρκησεν Ἰησοῦς, τὸν βασιλέα αὐτῆς ἀνελών. 22 Ἀφέκ ̣Jos 12, 18 ̣. πόλις, ἣν καὶ αὐτὴν ἐπολιόρκησεν Ἰησοῦς, τὸν βασιλέα αὐτῆς ἀνελών. Ἀκσάφ ̣Jos 12, 20 ̣. καὶ ταύτης τὸν βασιλέα ἐπολέμησεν Ἰησοῦς. λέγεται δέ τις κώμη Χσαλοὺς ἐν τῇ πεδιάδι παρὰ τὸ ὄρος Θαβώρ, ἀπέχουσα ∆ιοκαισαρείας σημείοις ηʹ. Ἀκκαρών ̣Jos 13, 3 ̣. φυλῆς ∆άν, «ἐξ εὐωνύμων τῶν Χαναναίων», πόλις μία τῶν εʹ σατραπειῶν τῶν ἀλλοφύλων, ἣ καὶ ἀφωρίσθη μὲν τῇ φυλῇ Ἰούδα, οὐ μὴν ἐκράτησεν αὐτῆς, ὅτι μὴ ἀνεῖλεν τοὺς ἐν αὐτῇ ἀλλοφύλους. ἣ καὶ ἔστι νῦν κώμη μεγίστη Ἰουδαίων Ἀκκαρὼν καλουμένη ἀναμέσον Ἀζώτου καὶ Ἰαμνίας ἐν τοῖς ἀνατολικοῖς. Ἄζωτος ̣Jos 13, 3 ̣ ἡ καὶ Ἀσδώδ. πόλις εἰς ἔτι νῦν διαμένουσα τῆς Παλαιστίνης, ἥτις ἦν τὸ παλαιὸν μία τῶν εʹ σατραπειῶν τῶν ἀλλοφύλων. ἣ καὶ ἀφωρίσθη τῷ Ἰούδα, οὐ μὴν ἐκράτησεν αὐτῆς, ὅτι μὴ ἀνεῖλε τοὺς ἐν αὐτῇ ἀλλοφύλους. Ἀσκαλών ̣Jos 13, 3̣. ἐπισημοτάτη πόλις τῆς Παλαιστίνης. καὶ αὐτὴ τὸ παλαιὸν ἦν τῶν εʹ σατραπειῶν καὶ ἀφωρίσθη μὲν τῷ Ἰούδα, οὐ μὴν ἐκράτησεν αὐτῆς, ὅτι μὴ ἀνεῖλε τοὺς ἐν αὐτῇ ἀλλοφύλους. Ἀφεκά ̣Jos 13, 4 ̣. ὅριον «τῶν Ἀμορραίων» ὑπὲρ τὸν Ἰορδάνην, ὃ γέγονε φυλῆς Ῥουβίν· καὶ νῦν ἐστι κώμη Ἀφεκὰ λεγομένη μεγάλη περὶ τὴν Ἵππον πόλιν τῆς Παλαιστίνης. Ἀλγάδ ̣Jos 13, 5 ̣. «ὑπὸ τὸ ὄρος τὸ Ἀερμών». Αἰμάθ ̣Jos 13, 5 ̣. τῆς κοιλάδος πόλις, ἣ γέγονε φυλῆς Ῥουβίν. λέγεται δὲ καὶ νῦν Ἀμμαθοῦς κώμη ἐν τῇ