1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

28

τις κώμη Φαθουρά, κατιόντων εἰς Γάζαν. Φογὼρ ̣Num 23, 28 ̣ καὶ Βηθφογώρ. ὄρος ἐν Μωάβ, ᾧ τὸν Βαλαὰμ ἤγαγεν ὁ Βαλάκ. ὑπέρκειται δὲ τῆς νῦν Λιβιάδος καλουμένης. ἔστι δὲ ἄλλη Φογὼρ κώμη πλησίον Βηθλεέμ. Φασγά ̣Deut 3, 17 ̣. πόλις τῶν Ἀμορραίων. ἔστι δὲ καὶ ὄρος πρὸς ἀνατολὰς Φασγά. Ἀʹ ἡ λαξευτή, καὶ οἱ Οʹ ἀλλαχοῦ «τοῦ λαξευτοῦ». 170 Κριτῶν. Φανουήλ ̣I Kön 12, 25 ̣. πόλις ἣν ᾠκοδόμησεν Ἱεροβοάμ. Φανουήλ ̣Richt 8, 8. 17̣. πύργος, ὃν κατέστρεψε Γεδεών. ἐκαλεῖτο δὲ Φανουὴλ εἷς τῶν υἱῶν Ὤρ. Φρααθών ̣Richt 12, 13ff. ̣. ὅθεν ἦν Ἀβδὼν ὁ κριτὴς τοῦ Ἰσραὴλ «ἐν ὄρει τοῦ Ἀμαλήκ». Βασιλειῶν. Φάραγξ Ἐννόμ ̣Jos 15, 8?̣. Γῆ Ἐννὸμ Ἑβραϊκῶς. διὸ τινέςφασιν εἶναι τὴν γέενναν. παράκειται δὲ τῇ Ἱερουσαλήμ, λέγεται δὲ εἰς ἔτι νῦν φάραγξ Ἰωσαφάτ. Φελμωνὶ ἀλμωνί ̣I Sam 21, 2 ̣. Ἀʹ τὸν δεῖνα τοῦδε τινὸς, Σʹ τὸν δεῖνα τόπον, Θʹ τόνδε τινὰ Ἑλμωνί. Φογώ ̣I Chron 1, 50?̣. πόλις βασιλέως Ἐδώμ. Φαρφάρ ̣II Kön 5, 12 ̣. ποταμὸς ∆αμασκοῦ. Φαθωρί ̣Ez 29, 14̣. χώρα Αἰγύπτου, ὡς ἐν Ἱεζεκιὴλ καὶ ἐν Ἱερεμίᾳ, ἔνθα κατῴκησαν οἱ Ἰουδαῖοι. Στοιχεῖον Χ. Ἀπὸ τῆς Γενέσεως. Χαλάννη ̣Gen 10, 10 ̣. πόλις βασιλείας Νεβρὼδ ἐν Βαβυλῶνι. κεῖται καὶ ἐν Ἡσαΐᾳ· «Χαλάννη, οὗ ὁ πύργος ᾠκοδομήθη». Χαλάκ ̣Gen 10, 11 ̣. πόλις Ἀσσυρίων, ἣν ᾠκοδόμησεν Ἀσσούρ, ἐξελθὼν ἐκ γῆς Σενναάρ. Χαρράν ̣Gen 11, 31 ̣. αὕτη ἐστὶν εἰς ἔτι νῦν ἐπὶ τῆς Μεσοποταμίας Καρρὰ καλουμένη πόλις. Χεβρών ̣Gen 13, 18 ̣. τὸ παλαιὸν ἐκαλεῖτο Ἀρβόκ. ἔκτισται δὲ προτέρα Τάνεως Αἰγύπτου «ἔτεσιν ζʹ». κεῖται καὶ ἀνωτέρω καὶ δεδήλωται. ἦν δὲ βασιλικὴ πόλις τῶν Ἐνακίμ. 172 Χωβά ̣Gen 14, 15 ̣. «ἥ ἐστιν ἐν ἀριστερᾷ ∆αμασκοῦ». ἔστιν δὲ καὶ Χωβὰ κώμη ἐν τοῖς αὐτοῖς μέρεσιν, ἐν ᾗ εἰσιν Ἑβραίων οἱ εἰς Χριστὸν πιστεύσαντες, Ἐβιωναῖοι καλούμενοι. Χαβραθά ̣Gen 35, 16 ̣. Ἀʹ καθ' ὁδόν, ἄγουσαν εἰς Ἐφραθὰ τῆς Βηθλεέμ, ἔνθα τεκοῦσα Ῥαχὴλ τὸν Βενιαμὶν ἐτελεύτησεν. Χασβί ̣Gen 38, 5̣. ἔνθα ἐτέχθησαν τῷ Ἰούδᾳ παῖδες. δείκνυται νῦν ἐν ὁρίοις ἔρημος Ἐλευθεροπόλεως πλησίον Ὀδολλάμ. Ἀριθμῶν καὶ ∆ευτερονομίου. Χωρήβ ̣Deut 1, 2̣. ὄρος τοῦ θεοῦ ἐν χώρᾳ Μαδιάμ. παράκειται τῷ ὄρει Σινᾶ ὑπὲρ τὴν Ἀραβίαν ἐπὶ τῆς ἐρήμου. Χαραδάς ̣Num 33, 24 ̣. σταθμὸς τῶν υἱῶν Ἰσραήλ. Χενερέθ ̣Num 34, 11̣. θάλασσα, ὅριον τῆς Ἰουδαίας. κλήρου Νεφθαλείμ. Ἀπὸ τοῦ Ἰησοῦ. Χεφειρά ̣Jos 9, 23 ̣. πόλις ὑπὸ τὴν Γαβαών. φυλῆς Βενιαμίν. Χασαλών ̣Jos 15, 10̣. φυλῆς Βενιαμὶν ἐν ὁρίοις Αἰλίας κώμη μεγίστη. Χσίλ ̣Jos 15, 30̣. φυλῆς Ἰούδα. Χαφθείς ̣Jos 15, 40̣. φυλῆς Ἰούδα. Χερμέλ ̣Jos 15, 55 ̣. φυλῆς Ἰούδα, κώμη μεγίστη Χερμὲλ ἐν τῷ ∆αρωμᾷ, ὅθεν ἦν Ναβάλ, πλησίον Χεβρὼν πρὸς νότον. ἔνθα φρούρια κάθηται στρατιωτῶν. κεῖται καὶ ἀνωτέρω. Χαβών ̣Jos 15, 40 ̣. φυλῆς Ἰούδα. Χειλών ̣Jos 15, 51 ̣. φυλῆς Ἰούδα. 174 Χεφρεί ̣Jos 18, 26? ̣. φυλῆς Βενιαμίν. Χεσελὰθ Θαβώρ ̣Jos 19, 12 ̣. κλήρου Ζαβουλών. Βασιλειῶν. Χεττιείμ ̣Richt 1, 26 ̣. γῆ Χεττιεὶμ ἡ Κύπρος, ἔνθα πόλιν ἔκτισεν Λούζα. Χαρρεί ̣II Sam 20, 14̣. ἔνθα ἐδίωξε τὸν Σαβεὲ ὁ Ἰωάβ. Χωμάρρειμ ̣II Kön 23, 5 ̣. κατέκαυσεν ἐκεῖ τὰ εἴδωλα ὁ Ἰωσίας. Χαλάννη ̣Jes 10, 9 ̣. «οὗ ὁ πύργος ᾠκοδομήθη», ὡς Ἡσαΐας. κεῖται καὶ ἀνωτέρω. Χαρράν ̣Jes 37, 12 ̣. πόλις Ἀσσυρίων περὶ Θαιμάν, ὡς Ἡσαΐας. Χασελὰθ τοῦ Θαβώρ ̣Jos 19, 12̣. ὅριον Ζαβουλών. κεῖται καὶ ἀνωτέρω Χεσσαλοῦς. Χωβάλ ̣I Kön 9, 13 ̣. ὅριον Ἀσήρ. Χαλάβ ̣Richt 1, 31?̣. «Ἀσὴρ οὐκ ἐξῆρεν» ἐκ ταύτης τοὺς ἀλλοφύλους. Χορρά ̣I Kön 17, 3.̣ χειμάρρους ἐπέκεινα τοῦ Ἰορδάνου. Χωθά ̣II Kön 17, 24 ̣. χώρα Ἀσσυρίων. Χωβάρ ̣Ez 1, 1 ̣. ποταμὸς Ἀσσυρίων, ὡς ἐν Ἱεζεκιήλ. Χαρχαμύς ̣Jer 46, 2 ̣. πόλις παρὰ τὸν ποταμὸν Εὐφράτην. Χαμωάμ ̣Jer 41, 17̣. κώμη πρὸς Βηθλεέμ. Χελὼν ̣Jer 48, 21 ̣ ἡ καὶ Ἑλών. πόλις Μωάβ, ὡς ἐν Ἱερεμίᾳ. Χαμώς ̣Jer 48, 7 ̣. εἴδωλον Μωάβ. Χωραζείν ̣Matth 11, 21 ̣. κώμη τῆς Γαλιλαίας. ἣν ὁ Χριστὸς ταλανίζει κατὰ τὸ Εὐαγγέλιον. καὶ νῦν ἐστιν ἔρημος, διεστῶσα τῆς Καφαρναοὺμ σημείοις βʹ. Χειμάρρους Κεδρῶν ̣Joh 18, 1 ̣. πρὸ τῆς Ἱερουσαλήμ, ἔνθα ὁ Χριστὸς παρεδόθη, ὥς φησιν ὁ εὐαγγελιστὴς Ἰωάννης. 176 Στοιχεῖον Ω. Τῆς Πεντατεύχου. Ὤν ̣Ex 1, 11 ̣. «ἥ ἐστιν Ἡλιούπολις». πόλις ἐν