1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

23

Ἰορδάνην ἀπέναντι Ἱεριχοῦς ἐν γῇ Μωάβ, ἔνθα ἐτελεύτησε Μωϋσῆς. καὶ δείκνυται εἰς ἔτι νῦν ἀπὸ ἕκτου σημείου Ἐσβοῦς εἰς δυσμάς. Ναβώθ ̣Num 32, 38 ̣. πόλις υἱῶν Ῥουβὶν ἐν χώρᾳ Γαλαάδ, ἧς καὶ Ἡσαΐας μέμνηται ἐν ὁράσει τῇ «κατὰ τῆς Μωαβίτιδος», καὶ Ἱερεμίας. ἔστι δὲ καὶ ἀνδρὸς ὄνομα Ναβαῦ, ὃς «τὴν Κανὰθ καὶ τὰς» περὶ αὐτὴν ἐπωνόμασεν ἐξ αὐτοῦ Ναβώθ. καὶ δείκνυται νῦν ἔρημος ἡ Ναβαῦ, διεστῶσα Ἐσβοῦς σημείοις ηʹ εἰς νότον. Ναγέβ ̣Num 34, 3 ̣. ὁ νότος παρ' Ἑβραίοις. Σʹ μεσημβρία. Ἀπὸ τοῦ Ἰησοῦ. Ναφεθδώρ ̣Jos 11, 2 ̣. Σʹ ἐν τῇ παραλίᾳ ∆ώρᾳ. αὕτη ἐστὶν ἀπὸ θʹ σημείων Καισαρείας. Ναφθώ ̣Jos 15, 9̣. πηγὴ ὕδατος οὕτω καλουμένη. φυλῆς Βενιαμίν. Ναάμ ̣Jos 15, 41 ̣. πόλις φυλῆς Ἰούδα. Νεσίβ ̣Jos 15, 43 ̣. φυλῆς Ἰούδα. ἔστι Νασὶβ ἀπὸ θʹ σημείων Ἐλευθεροπόλεως ἐπὶ Χεβρών. Νεβψάν ̣Jos 15, 62 ̣. φυλῆς Ἰούδα. Νααραθά ̣Jos 16, 7̣. φυλῆς Ἐφραΐμ. καὶ νῦν ἐστι Νοορὰθ κώμη Ἰουδαίων ἀπὸ εʹ σημείων Ἱεριχοῦς. 138 Ναφέθ ̣Jos 17, 11̣. φυλῆς Μανασσῆ. Νααλὼλ ̣Jos 19, 15 ̣. κλήρου Ζαβουλών, πόλις Λευίταις ἀφωρισμένη. Νεκέβ ̣Jos 19, 33̣. κλήρου Νεφθαλείμ. Ἀπὸ τῶν Κριτῶν. Νεελά ̣Richt 1, 30 ̣. ἀπὸ ταύτης τοὺς ἀλλοφύλους «οὐκ ἐξῆρε» Ζαβουλών. κεῖται καὶ ἐν τῇ Βαταναίᾳ Νεειλά. Νοββά ̣Richt 8, 11 ̣. ἔνθα ἀνέβη Γεδεών. ἦν δὲ πόλις ἱερέων, ἣν κατέκοψε Σαούλ. Νεμρά ̣Jos 13, 27?̣. πόλις Ῥουβὶν ἐν γῇ Γαλαάδ. καὶ νῦν ἐστι Ναμαρὰ κώμη μεγίστη ἐν τῇ Βαταναίᾳ. Βασιλειῶν. Ναυϊώθ ̣I Sam 19, 18 ̣. «ἐν Ῥαμᾶ». πόλις, ἔνθα ∆αυὶδ ἐκαθέσθη. Ναχών ̣II Sam 6, 6 ̣. «ἅλωνος Ναχών». Ἀʹ ἅλωνος ἑτοίμης. Νεφάθ ̣I Kön 4, 11̣. πόλις ἄρχοντος Σολομών. Νηριγέλ ̣II Kön 17, 30 ̣. καὶ ταύτην ἔκτισαν ἐν τῇ Ἰουδαίᾳ οἱ ἀπὸ Βαβυλῶνος Σαμαρεῖται. Ναζέβ ̣II Kön 17, 31 ̣. καὶ ταύτην ἔκτισαν οἱ ἐν τῇ Ἰουδαίᾳ Εὐαῖοι. Νεσαράχ ̣II Kön 19, 37̣. εἴδωλον Ἀσσυρίων. Νεβηρείμ ̣Jes 15, 6 ̣. Ἡσαΐας ἐν ὁράσει τῇ «κατὰ τῆς Μωαβίτιδος», καὶ Ἱερεμίας. καὶ ἔστι νῦν Βηνναμαρεὶμ ἐκ βορείων Ζοορῶν. Ναβεώθ ̣Jes 60, 7 ̣. χώρα ἐν Ἡσαΐᾳ. Ἀπὸ τῶν Εὐαγγελίων. Ναζαρέθ ̣Matth 2, 23 ̣. ὅθεν ὁ Χριστὸς Ναζωραῖος ἐκλήθη, καὶ Ναζαρηνοὶ τὸ παλαιὸν ἡμεῖς οἱ νῦν Χριστιανοί. καὶ εἰς ἔτι νῦν 140 ἐστιν ἐν τῇ Γαλιλαίᾳ ἀντικρὺ τῆς Λεγεῶνος ὡς ἀπὸ σημείων ιε πρὸς ἀνατολάς, πλησίον τοῦ ὄρους Θαβώρ. Ναείν ̣Luc 7, 11 ̣. κώμη, ἐν ᾗ τὸν υἱὸν τῆς χήρας ἐκ νεκρῶν ἤγειρε. καὶ νῦν ἐστι κατὰ νότον Θαβὼρ ἀπὸ ιβʹ σημείων πλησίον Ἀενδώρ. Στοιχεῖον Ξ. Κριτῶν. Ξίλ ̣Jos 15, 30?̣. φυλῆς Ἰούδα. Στοιχεῖον Ο. Ἀπὸ τῆς Γενέσεως. Ὀρέχ ̣Gen 10, 10 ̣. πόλις βασιλείας Νεβρὼδ ἐν Βαβυλῶνι. Οὒρ τῶν Χαλδαίων ̣Gen 11, 28 ̣. ἔνθα «ἀπέθανεν Ἀρρὰν» ἀδελφὸς Ἁβραάμ, οὗ καὶ ὁ τάφος εἰς ἔτι «νῦν δείκνυται». ἱστορεῖ Ἰώσιππος. Οὐλαμμαοῦς ̣Gen 28, 19 ̣. τὸ Ἑβραϊκὸν ἔχει Λουζά. αὕτη ἐστὶν ἡ καὶ κληθεῖσα Λουζὰ καὶ μετὰ ταῦτα Βαιθήλ. δεδήλωται ἀνωτέρω. ἔστιν δὲ καὶ ἄλλη Οὐλλαμὰ ἀπὸ ιβʹ σημείων ∆ιοκαισαρείας πρὸς ἀνατολάς. Ὀλιβαμά ̣Gen 36, 14 ̣. πόλις ἡγεμόνων Ἐδώμ. Ὀδολλάμ ̣Gen 38, 1 ̣. κεῖται καὶ ἀνωτέρω. μέμνηται αὐτῆς Ἡσαΐας. Ἀπὸ τῆς Ἐξόδου. Ὀθόμ ̣Ex 13, 20̣. δεύτερος σταθμός, ἔνθα ἦλθον ἀπὸ Σοκχώθ «παρὰ τὴν ἔρημον» ἐξελθόντες ἀπὸ Αἰγύπτου. Ἀπὸ τοῦ Ἰησοῦ. Ὀφέρ ̣Jos 12, 17 ̣. καὶ ταύτην ἐπολιόρκησεν Ἰησοῦς, τὸν βασιλέα αὐτῆς ἀνελών. 142 Ὀολεί ̣Jos 19 25̣. πόλις κλήρου Ἀσήρ. Ὀφρά ̣I Sam 13, 17 ̣. ὁδὸς Ὀφρὰ ἐπὶ τὴν Σοάλ. Οὔς ̣Hiob 1, 1 ̣. ὅθεν ἦν Ἰώβ. ἐν χώρᾳ τῇ Αὐσίτιδι. Οὖς δὲ καὶ εἷς τῶν υἱῶν Ἡσαῦ ἐκαλεῖτο. Στοιχεῖον Πʹ. Τῆς Πεντατεύχου. Πέτρα ̣Richt 1, 36 ̣. πόλις ἐν γῇ Ἐδὼμ τῆς Ἀραβίας, ἥτις ἐπεκλήθη Ἰεχθοήλ, ἣ καὶ Ῥεκὲμ παρὰ Ἀσσυρίοις ὀνομάζεται.Στοιχεῖον Ρ. Τῆς Πεντατεύχου. Ῥοωβώθ ̣Gen 10, 11 ̣. πόλις Ἀσσυρίων, ἣν ᾠκοδόμησεν Ἀσσούρ, ἐξελθὼν ἐκ γῆς Σενναάρ. Ῥοωβώθ ̣Gen 36, 37̣. πόλις ἄλλη, ἡ «παρὰ ποταμόν», ἔνθα ἦν βασιλεὺς Ἰδουμαίων. καὶ νῦν ἐστι φρούριον ἐν τῇ Γεβαληνῇ. Ῥαμεσσέ ̣Ex 1, 11 ̣. πόλις ἣν ᾠκοδόμησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν Αἰγύπτῳ. οὕτω δὲ καὶ ἡ χώρα πᾶσα τὸ παλαιὸν ἐκαλεῖτο, ἐν ᾗ κατῴκησεν Ἰακὼβ ἅμα τοῖς παισὶν αὐτοῦ. Ῥοώβ ̣Num 13, 22̣. δι' ἧς ἦλθον οἱ μετὰ Ἰησοῦ κατάσκοποι. καὶ ἔστι Ῥοὼβ κώμη ἀπὸ τετάρτου σημείου