1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

18

γέγονεν ὅριον φυλῆς Γάδ, παρατεῖνον «ἕως Ἀροήρ, ἥ ἐστι κατὰ πρόσωπον Ῥαββά». μέμνηται τῆς Ἰαζὴρ Ἡσαΐας ἐν ὁράσειτῇ «κατὰ τῆς Μωαβίτιδος», καὶ Ἱερεμίας. ἥτις ἦν Λευίταις ἀφωρισμένη. διέστηκε δὲ τῆς Ἐσσεβῶν σημείοις ιεʹ, καὶ φέρεται ἐπ' αὐτῆς ποταμὸς μέγιστος ἐπὶ τὸν Ἰορδάνην ἐκπίπτων. Ἰορδάνης ̣Num 22, 1 ̣. ποταμὸς διαιρῶν τὴν Ἰουδαίαν τῆς Ἀραβίας καὶ τὸν μέχρι νεκρᾶς θαλάσσης Αὐλῶνα, ὃς καὶ ἐκπίπτων διὰ Ἱεριχοῦς ἐπὶ τὴν νεκρὰν θάλασσαν εἰς αὐτὴν ἀφανίζεται. Ἰεταβαθά ̣Deut 10, 7 ̣. «χειμάρροι ὑδάτων», τόπος ἐπὶ τῆς ἐρήμου. Ἱεριχώ ̣Deut 32, 49 ̣. πόλις ἣν κατέσκαψεν Ἰησοῦς, τὸν βασιλέα αὐτῆς ἀνελών. ἀνθ' ἧς ἑτέραν ἤγειρεν Ὀζὰν ἐκ Βαιθὴλ φυλῆς Ἐφραΐμ, ἣν ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τῆς ἰδίας παρουσίας ἠξίωσεν. καταβληθείσης δὲ καὶ αὐτῆς ἐπὶ τῆς πολιορκίας τῆς Ἱερουσαλὴμ διὰ τὴν τῶν ἐνοικούντων ἀπιστίαν, ἑτέρα ἐκ τρίτου συνέστη εἰς ἔτι νῦν δεικνυμένη πόλις. καὶ τῶν δύο δὲ τῶν προτέρων εἰς ἔτι νῦν τὰ ἴχνη σῴζεται. 106 Ἀπὸ τοῦ Ἰησοῦ. Ἱερουσαλήμ ̣Jos 10, 1 ̣. ταύτης ἐβασίλευσεν Ἀδωνιβεζέκ, καὶ μετὰ ταῦτα Ἰεβουσαῖοι, ἀφ' ὧν καὶ Ἰεβοὺς ἐκαλεῖτο, οὓς ἐκβαλὼν ∆αυὶδ μητρόπολιν αὐτὴν ἀποφαίνει τῆς Ἰουδαίας, διὰ τὸ ἐν αὐτῇ συστὰν ἱερὸν * * * * * * ἐν Γενέσει Σαλήμ, ἧς ἐβασίλευσεν Μελχισεδέκ. γέγονε δὲ κλήρου φυλῆς Βενιαμίν. Ἰεβούς ̣Jos 18, 28 ̣. «αὕτη ἐστὶν Ἱερουσαλήμ». Ἰαρεῖμ ̣Jos 9, 17 ̣. πόλις Γαβαωνιτῶν. Ἰεριμούθ ̣Jos 12, 11 ̣. πόλις ἣν εἷλεν Ἰησοῦς. φυλῆς Ἰούδα, ὡς ἀπὸ σημείων δʹ Ἐλευθεροπόλεως περὶ τὴν Ἐσθαὸλ κώμην. Ἰσιμώθ ̣Jos 12, 3 ̣. ἔνθα ἐκρύπτετο ∆αυίδ. κεῖται καὶ ἀνωτέρω Βηθσιμοὺθ καθ' ἃ δεδήλωται. ἐν δὲ τῇ πρώτῃ τῶν Βασιλειῶν ἀντὶ «τοῦ Ἰεσσεμοῦν» ὁ μὲν Ἀʹ τῆς ἠφανισμένης, ὁ δὲ Σʹ τῆς ἐρήμου Ἐδὼμἐκδεδώκασιν. Ἰεδνά ̣Jos 15, 23? ̣. ἀπὸ ʹ σημείων Ἐλευθεροπόλεως ἀπιόντων ἐπὶ Χεβρών. Ἰεκκομάμ ̣Jos 12, 22 ̣. τοῦ Καρμήλου πόλις ἣν εἷλεν Ἰησοῦς τὸν βασιλέα αὐτῆς ἀνελών. Ἰαείρ ̣Jos 13, 30 ̣. πόλις φυλῆς Μανασσῆ. Ἰαμνεία ̣Jos 15, 11̣. πόλις Ἰούδα. εἰς ἔτι νῦν πολίχνη Παλαιστίνης Ἰαμνεία μεταξὺ ∆ιοσπόλεως καὶ Ἀζώτου. Ἰαβείρ ̣Jos 15, 15 ̣. πόλις γραμμάτων. φυλῆς Ἰούδα. Ἰαγούρ ̣Jos 15, 21 ̣. φυλῆς Ἰούδα. Ἰερμοῦς ̣Jos 15, 35 ̣. φυλῆς Ἰούδα. κώμη νῦν ἐστὶν Ἱερμοχὼς ἀπὸ σημείων ιʹ Ἐλευθεροπόλεως ἀνιόντων εἰς Αἰλίαν. Ἰεχθαήλ ̣Jos 15, 38 ̣. φυλῆς Ἰούδα. Ἰεφθάν ̣Jos 15, 43 ̣. φυλῆς Ἰούδα. 108 Ἰεθέρ ̣Jos 15, 48 ̣. φυλῆς Ἰούδα, πόλις ἱερατική. καὶ ἔστι νῦν κώμη μεγίστη Ἰεθειρὰ ὡς ἀπὸ σημείων κʹ Ἐλευθεροπόλεως, ὅλη Χριστιανῶν, ἐν τῷ ἔσω ∆αρωμᾷ πλησίον Μαλαθῶν. κεῖται καὶ ἀνωτέρω. Ἰανούν ̣Jos 15, 53̣. φυλῆς Ἰούδα. κώμη νῦν ἐστιν Ἰανουὰ τῆς Λεγεῶνος ἀπὸ σημείων τριῶν κατὰ νότον. ἀλλ' ἔοικεν οὐκ εἶναι ἡ δηλουμένη. Ἰεττάν ̣Jos 15, 55 ̣. φυλῆς Ἰούδα, πόλις ἱερατική. ἔστι νῦν κώμη μεγίστη Ἰουδαίων, Ἐλευθεροπόλεως ἀπὸ σημείων ιηʹ πρὸς νότον ἐν τῷ ∆αρωμᾷ. Ἰεζραέλ ̣Jos 15, 56 ̣. φυλῆς Ἰούδα. Ἰεζραέλ ̣Jos 17, 16 ̣. φυλῆς Μανασσῆ, ἄλλη. ἔστιν εἰς ἔτι νῦν ἐπισημοτάτη Ἐσδραηλὰ κώμη ἐν τῷ μεγάλῳ πεδίῳ κειμένη μεταξὺ Σκυθοπόλεως καὶ τῆς Λεγεῶνος. ἦν δὲ καὶ ὅριον Ἰσσάχαρ. ἐκαλεῖτο δὲ Ἰεζραὲλ καὶ εἷς τῶν ἀπογόνων Ἐφραθά, ὡς ἐν Παραλειπομέναις. Ἰεκδαάν ̣Jos 15, 56 ̣. φυλῆς Ἰούδα. Ἰεφλιθί ̣Jos 16, 3 ̣. φυλῆς Ἰωσήφ. Ἰανώ ̣Jos 16, 6 ̣. φυλῆς Ἐφραΐμ. καὶ ταύτην εἷλεν ὁ βασιλεὺς Ἀσσυρίων. καὶ ἔστι νῦν κώμη Ἰανὼ ἐν τῇ Ἀκραβαττινῇ, ἀπὸ ιβʹ σημείων Νέας πόλεως πρὸς ἀνατολάς. Ἰαμείν ̣Jos 17, 7̣. Ἀʹ Σʹ δεξιά. Ἰασήβ ̣Jos 17, 16 ̣. Ἀʹ Σʹ τοὺς κατοικοῦντας. Ἰεβλαάμ ̣Jos 17, 11 ̣. φυλῆς Μανασσῆ, ἀφ' ἧς οὐκ ἐξῆρε τοὺς ἀλλοφύλους. Ἰερφήλ ̣Jos 18, 27 ̣. φυλῆς Βενιαμίν. Ἰεκνάλ ̣Jos 19, 11̣. κλήρου Ζαβουλών, πόλις Λευίταις ἀφωρισμένη. Ἰάφεθ ̣Jos 19, 12 ̣. κλήρου Ζαβουλών ἀνάβασις, καλεῖται καὶ Ἰόππη. καὶ ἡ Συκάμινος δὲ ἀπιόντων εἰς Πτολεμαΐδα ἀπὸ Καισαρείας κώμη πάραλος πλησίον τοῦ Καρμήλου Ἡφὰ λέγεται. 110 Ἰεφθαήλ ̣Jos 19, 14 ̣. κλήρου Ζαβουλών. Ἰαδηλά ̣Jos 19, 15 ̣. κλήρου Ζαβουλών. Ἰερμώθ ̣Jos 19, 21̣. κλήρου Ἰσσάχαρ, πόλις ἱερεῦσιν ἀφωρισμένη. καὶ ἀνωτέρω κεῖται Ἱερμούθ.