1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

2

διεστῶσαι σημείοις θʹ μεταξὺ Ἀδάρων καὶ Ἀβίλης πόλεως. Ἀρβώ ̣Gen 23, 2 ̣. «αὕτη ἐστὶ Χεβρών», κώμη νῦν μεγίστη, μητρόπολις οὖσα τὸ παλαιὸν τῶν ἀλλοφύλων, καὶ γιγάντων οἰκητήριον, καὶ βασίλειον μετὰ ταῦτα ∆αυίδ. κεκλήρωτο δὲ φυλῇ Ἰούδα, καὶ πόλις ἦν ἱερατική, μία τῶν φυγαδευτηρίων, Αἰλίας ἐκ νότου διεστῶσα σημείοις βʹ πρὸς κʹ. ἡ δρῦς Ἁβραὰμ καὶ τὸ μνῆμα αὐτόθι θεωρεῖται καὶ θρησκεύεται ἐπιφανῶς πρὸς τῶν ἐθνῶν ἡ τερέβινθος καὶ οἱ τῷ Ἁβραὰμ ἐπιξενωθέντες ἄγγελοι. πρότερον δὲ Ἀρβὼ καλουμένη ὕστερον ἐκλήθη Χεβρὼν ἀπὸ Χεβρών, ἑνὸς τῶν υἱῶν Χαλέβ, ὡς ἐν Παραλειπομέναις. Αἰλάμ ̣Gen. 14, 1 ̣. ἐν ἐσχάτοις ἐστὶ Παλαιστίνης παρακειμένη τῇ πρὸς μεσημβρίαν ἐρήμῳ καὶ τῇ πρὸς αὐτὴν ἐρυθρᾷ θαλάσσῃ, πλωτῇ οὔσῃ τοῖς τε ἀπ' Αἰγύπτου περῶσι καὶ τοῖς ἀπὸ τῆς Ἰνδικῆς. ἐγκάθηται δὲ αὐτόθι τάγμα Ῥωμαίων τὸ δέκατον. καλεῖται δὲ 8 νῦν Ἀϊλά. ἦν δὲ καὶ Αἰλαμιτῶν τὸ παλαιὸν ἔθνος. ταύτης ἦν βασιλεὺς Χοδολλαγόμωρ. κεῖται δὲ καὶ ἄλλη ἐν Βασιλείαις Αἰλὰμ τῶν ἀλλοφύλων. Ἀδαμά ̣Gen 14, 2 μία τῆς Πενταπόλεως Σοδόμων, ἅμα ταῖς λοιπαῖς ἀφανισθεῖσα. Ἀσασὰν Θαμάρ Gen 14, 7 ̣. ἔνθα κατῴκουν οἱ Ἀμορραῖοι, οὓς κατέκοψεν Χοδολλαγόμωρ. παράκειται τῇ ἐρήμῳ Κάδης. λέγεται δέ τις Θαμαρὰ κώμη διεστῶσα Μάψις ἡμέρας ὁδόν, ἀπιόντων ἀπὸ Χεβρὼν εἰς Ἀϊλάμ, ἥτις νῦν φρούριόν ἐστι τῶν στρατιωτῶν. Ἀλουά ̣Gen 36, 40̣. χώρα ἡγεμόνων Ἐδὼμ ἐν τῇ νῦν Γεβαληνῇ, Πέτρᾳ τῇ πόλει παρακειμένη. Αἰνάν ̣Gen 38, 14 ̣, «ἥ ἐστιν ἐν παρόδῳ Θαμνά». ἔρημος νῦν τόπος ἐστὶν ἡ Ἀϊνάν, παρακείμενος τῇ Θαμνᾷ εἰς δεῦρο οἰκουμένῃ μεγίστῃ κώμῃ, κειμένῃ μεταξὺ Αἰλίας καὶ ∆ιοσπόλεως. πηγὴ δὲ ἔστιν ἐν τῷ Αἰνὰν λεγομένῳ τόπῳ, παρ' ᾗ εἴδωλον ἦν παρὰ τῶν ἐγχωρίων τιμώμενον. Ἅλων Ἀτάδ ̣Gen 50, 10 ̣. «ὅ ἐστιν πέραν τοῦ Ἰορδάνου», ἔνθαἐκόψαντο τὸν Ἰακώβ. διέστηκεν ὁ τόπος Ἱεριχοῦς τρισὶ σημείοις, ὡς ἀπὸ δύο σημείων τοῦ Ἰορδάνου. καὶ νῦν καλεῖται Βηθαγλά, ὅπερ ἑρμηνεύεται τόπος κύκλου διὰ τὸ ἐκεῖ κοπτομένους τὸν Ἰακὼβ κυκλοῦν. Ἐξόδου. Αἰλίμ ̣Ex 15, 27̣. ἔνθα «δώδεκα πηγαὶ ὑδάτων καὶ οʹ στελέχη φοινίκων». σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου. 10 Αἰλούς ̣Num 33, 13̣. σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου. Ἀριθμῶν καὶ ∆ευτερονομίου. Ἀσηρώθ ̣Num 11, 35̣. μέρος τῆς ἐρήμου, ἔνθα «Μαριὰμ καὶ Ἀαρὼν» κατελάλησαν Μωϋσέως. κατῴκουν δὲ «οἱ Εὐαῖοι» «ἐν Ἀσηρὼθ ἕως Γάζης». Ἀσεμωνά ̣Num 33, 29 ̣. σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου. Ἀηθαρίμ ̣Num 21, 1 ̣. Ἀκʹ Συʹ ὁδὸς τῶν κατασκόπων, ἔνθα «ὁ Χαναναῖος ὁ καθήμενος εἰς τὸν νότον» ἐπελθὼν τῷ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ πολεμεῖται. Αἰὴ ̣Num 21, 11 ̣ ἡ καὶ Ἀχελγαί. Σʹ ἐν τοῖς βουνοῖς. αὕτη λέγεται εἶναι «κατὰ πρόσωπον Μωάβ», τῆς Ἀρεοπόλεως, «κατὰ ἀνατολάς». Ἀρνών ̣Num 21, 13̣. «τὸ ἐξέχον ἀπὸ τῶν ὁρίων τῶν Ἀμορραίων». κεῖται δὲ μεταξὺ «Μωὰβ καὶ τοῦ Ἀμορραίου». καὶ ἔστιν «ὅριον Μωάβ», ἥτις ἐστὶν Ἀρεόπολις τῆς Ἀραβίας. δείκνυται δὲ εἰς ἔτι νῦν τόπος φαραγγώδης σφόδρα χαλεπὸς ὁ Ἀρνωνᾶς ὀνομαζόμενος, παρατείνων ἐπὶ τὰ βόρεια τῆς Ἀρεοπόλεως, ἐν ᾧ καὶ φρούρια πανταχόθεν φυλάττει στρατιωτικὰ διὰ τὸ φοβερὸν τοῦ τόπου. τὸ παλαιὸν δὲ ἦν Σηὼν τοῦ τῶν Ἀμορραίων βασιλέως ἀφελομένου αὐτὴν τοὺς Μωαβίτας. ἐντεῦθεν γέγονε τῆς τῶν υἱῶν Ἰσραὴλ κατασχέσεως τὰ ἐπέκεινα τοῦ Ἰορδάνου ὅρια, παρατείνοντα ἀπὸ Ἀρνὼν ἕως ὄρους Ἀερμὼν καὶ Λιβάνου. Ἄρ ̣Num 21, 15̣. τόπος τοῦ Ἀρνωνᾶ, παρὰ δὲ τοῖς Οʹ Ἢρ ὀνομάζεται. Ἀησιμών ̣Num 21, 20̣. τόπος τῆς ἐρήμου. Ἀβελσαττείν ̣Num 33, 49 ̣. τόπος τῆς ἐρήμου «κατὰ δυσμὰς Μωάβ». 12 Ἀζώρ ̣Num 21, 24̣. «ὅριον υἱῶν Ἀμμᾶν» τῆς καὶ Φιλαδελφίας, διορίζον αὐτήν τε καὶ τὴν τῶν Ἀμορραίων χώραν. καὶ ἔστιν ἀπὸ ὀκτὼ σημείων Φιλαδελφίας ἐν δυσμαῖς Ἀζήρ κώμη, ἣ καὶ εἰς ἔτι νῦν διαμένει. Ἀροήρ ̣Deut 3, 12; 4, 48 ̣, «ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Ἀρνών». πόλις Μωάβ, ἣν εἶχόν ποτε «οἱ Ὀμμείν», ἔθνος ἀρχαῖον, ὃ ἀνεῖλον οἱ υἱοὶ Λὼτ οἱ ἀπὸ Μωάβ. καὶ δείκνυται εἰς δεῦρο ἐπ' ὀφρύος τοῦ ὄρους κειμένη, ὅ τε χειμάρρους ὁ διὰ τῆς φάραγγος ἐπὶ τὴν