1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

9

καλουμένη. καὶ ἄλλη Βηθαγλαὶμ ἀπὸ ηʹ σημείων παράλιος. Βηθαραβά ̣Jos 15, 6 ̣. φυλῆς Ἰούδα. Βαάλ ̣Jos 15, 9 ̣. «αὕτη ἐστὶ Καριαθιαρείμ, πόλις Ἰαρείμ», φυλῆς Ἰούδα. καὶ ἔστι κατιόντων ἀπὸ Αἰλίας εἰς ∆ιόσπολιν κώμη Καριαθιαρεὶμ ὡς ἀπὸ σημείων ιʹ. Βααλὰ ̣Jos 15, 11 ̣ ἡ καὶ Βαλά. φυλῆς Ἰούδα. Βαλώθ ̣Jos 15, 24 ̣. φυλῆς Ἰούδα. Βεθφαλεὶ ̣Jos 15, 27 ̣ ἡ καὶ Βεθελεί. φυλῆς Ἰούδα. 50 Βηρσαβεέ ̣Jos 15, 28; 19, 2 ̣. φυλῆς Ἰούδα καὶ Συμεών, ἔτι καὶ νῦν ἐστι κώμη μεγίστη ἀπέχουσα Χεβρὼν σημείοις κʹ πρὸς νότον, ἐν ᾗ καὶ φρούριον στρατιωτῶν ἐγκάθηται· ὅθεν ἀρχὰς εἶχεν τὰ ὅρια τῆς Ἰουδαίας, παρατείνοντα ἐπὶ ∆ὰν τὴν πλησίον Πανεάδος. ἑρμηνεύεται δὲ Βηρσαβεὲ φρέαρ ὁρκισμοῦ ἀπὸ τῆς Ἁβραὰμ καὶ Ἰσαὰκ πρὸς τὸν Ἀβιμελὲχ ὁρκωμοσίας. οὐ χρὴ δὲ ταράττεσθαι ἐπὶ τῷ τὰς Ἰούδα λεγομένας πόλεις τὰς αὐτὰς εὑρίσκεσθαι ἤτοι Συμεὼν ἢ Βενιαμίν. ἐπειδὴ γὰρ ἡ τοῦ Ἰούδα φυλὴ προκατῆρχεν ἐν τοῖς πολέμοις, εἰκότως αὐτῇ μὲν διὰ τὰ κατορθώματα ἡ τῆς χώρας ἐπεγράφετο κτῆσις, ἐν δὲ τῇ διανομῇ τῶν κλήρων καὶ εἰς ἑτέρας μετεδίδοτο φυλάς. ἐπισημαίνεται δὲ σαφῶς ἡ γραφὴ ὅτι κατῴκησε Συμεὼν ἐν μέσῳ φυλῆς Ἰούδα. Βαλαάμ ̣Jos 15, 29 ̣. φυλῆς Ἰούδα. Βασκώθ ̣Jos 15, 39 ̣. φυλῆς Ἰούδα. Βηθδαγών ̣Jos 15, 41 ̣. φυλῆς Ἰούδα. καὶ ἔστι νῦν κώμη μεγίστη Κεπαραδαγὼν μεταξὺ ∆ιοσπόλεως καὶ Ἰαμνίας. Βηθαλώθ ̣Jos 15, 59 ̣. φυλῆς Ἰούδα. Βηθαφοῦ ̣Jos 15, 53 ̣. φυλῆς Ἰούδα. κώμη ἐπέκεινα Ῥαφίας σημείοις ιδʹ εἰσιόντων εἰς Αἴγυπτον. ἣ καὶ ὅριόν ἐστι Παλαιστίνης. Βηθαραβά ̣Jos 15, 61 ̣. Σʹ ἐν τοῖς περὶ τὴν ἀοίκητον. Βεεσθαρά ̣Jos 21, 27 ̣. φυλῆς Μανασσῆ, Λευίταις ἀφωρισμένη «ἐν τῇ Βασανίτιδι». Βηθαῦν ̣Jos 18, 12 ̣. φυλῆς Βενιαμίν, πλησίον τῆς Γαὶ καὶ τῆς Βεθήλ, ἔναντι Μαχμάς. Βαλιλώθ ̣Jos 18, 17 ̣. φυλῆς Βενιαμίν. 52 Βεθσούρ ̣Jos 15, 58̣. φυλῆς Ἰούδα ἢ Βενιαμίν. καὶ ἔστι νῦν κώμη Βηθσωρὼ ἀπιόντων ἀπὸ Αἰλίας εἰς Χεβρὼν ἐν κʹ σημείῳ, ἔνθα καὶ πηγὴ ἀπὸ ὄρους ἐξιοῦσα δείκνυται, ἐν ᾗ λέγεται ὁ εὐνοῦχος Κανδάκης βεβαπτίσθαι ὑπὸ Φιλίππου. ἔστι δὲ καὶ ἄλλη Βεθσούρ, φυλῆς Ἰούδα, Ἐλευθεροπόλεως ἀπέχουσα σημεῖον ἕν. Βοόν ̣Jos 18, 17̣. φυλῆς Βενιαμίν. Βηθαλών ̣Jos 18, 19 ̣. φυλῆς Βενιαμίν. Σʹ εἰς τὴν πεδιάδα. Βηθαγλά ̣Jos 18, 19. 21 ̣. φυλῆς Βενιαμίν. Βηρώθ ̣Jos 18, 25 ̣. φυλῆς Βενιαμίν. Βολά ̣Jos 19, 3 ̣. κλήρου Συμεών. Βαθούλ ̣Jos 19, 4̣. κλήρου Συμεών. Βήθ ̣Jos 19, 5 ̣. κλήρου Συμεών. Βααλέθ ̣Jos 19, 8 ̣. κλήρου Συμεών. Βηραμμώθ ̣Jos 19, 8 ̣. κλήρου Συμεών. Βηθλαβαώθ ̣Jos 19, 6 ̣. κλήρου Συμεών. Βηθλεέμ ̣Jos 19, 15 ̣. κλήρου Ζαβουλών. ἑτέρα ἐστὶν αὕτη τῆς Ἰούδα. Βηθφάσις ̣Jos 19, 21 ̣. φυλῆς Ἰσσάχαρ. Βατναί ̣Jos 19, 25 ̣. φυλῆς Ἀσήρ. καὶ νῦν καλεῖται κώμη Βεθβετέν, ἀπὸ ὀγδόου σημείου Πτολεμαΐδος εἰς ἀνατολάς. Βηθδαγών ̣Jos 19, 27 ̣. συνάπτει «τῷ Ζαβουλών», κλήρου Ἰσσάχαρ. Βηθαεμέκ ̣Jos 19, 27̣. Σʹ τὴν κοιλάδα. κλήρου Ἀσήρ. Βηθαναθά ̣Jos 19, 38 ̣. φυλῆς Νεφθαλείμ. καὶ ἔστι κώμη Βαταναία ἀπὸ ιεʹ σημείων Καισαρείας, ἐν ᾗ λέγεται εἶναι λουτρὰ ἰάσιμα. κεῖται δὲ καὶ ἀνωτέρω Ἀναία. 54 Βάνη ̣Jos 19, 45 ̣. φυλῆς ∆άν. Βαράκ ̣Jos 19, 45 ̣. φυλῆς ∆άν. εἰς ἔτι νῦν περὶ τὴν Ἄζωτόν ἐστι κώμη Βαρκά. Ἀπὸ τῶν Κριτῶν. Βεζέκ ̣Richt 1, 4 ̣, πόλις Ἀδωνιβεζέκ. καὶ νῦν εἰσι κῶμαι βʹ Βεζέκ, ἀλλήλων πλησίον, Νέας πόλεως ἀπέχουσαι σημείοις ιζʹ κατιόντων ἐπὶ Σκυθόπολιν. Βηθσάν ̣Richt 1, 27 ̣. ταύτης «οὐκ ἐξῆρε» τοὺς ἀλλοφύλους ἡ φυλὴ Μανασσῆ. αὕτη ἐστὶ Σκυθόπολις, ἐπίσημος Παλαιστίνης πόλις. καλεῖ δὲ αὐτὴν ἡ γραφὴ καὶ οἶκον Σάν, ὅπερ ἐστὶν «οἶκος ἐχθροῦ». Βηθσαμές ̣Richt 1, 33̣. πόλις ἱερατική, φυλῆς Βενιαμίν. καὶ ἔστιν εἰς ἔτι νῦν ἀπέχουσα Ἐλευθεροπόλεως σημείοις ιʹ πρὸς ἀνατολὰς μεταξὺ Νικοπόλεως. Βαθμά ̣Richt 1, 33 ̣. κλήρου Νεφθαλείμ. οὐδὲ ταύτης ἐξῆρεν τοὺς ἀλλοφύλους. Βηθσαμὲς ̣Richt 1, 33 ̣ ἄλλη. φυλῆς Νεφθαλείμ. οὐδὲ ταύτης ἐξῆρεν τοὺς ἀλλοφύλους. Βααλερμών ̣Richt 3, 3 ̣. ὄρος παρὰ τὸν Λίβανον, ὅριον τῶν ἀλλοφύλων. Βααλέθ ̣Jos 19, 44 ̣. κλήρου ∆άν. Βεθβηρά ̣Richt 7, 24 ̣. ὕδωρ ὃ προκατελάβετο Γεδεών. Βηθασεττά ̣Richt 7, 22 ̣. ἔνθα ἔφυγε Μαδιάμ. Βάλανος Σικίμων ̣Richt 9, 6 ̣. ἔνθα ἐβασίλευσεν Ἀβιμέλεχ. δείκνυται ἐν προαστείοις