1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

19

μέμνηται αὐτῆς καὶ Ὡσηέ. Ἰαμνήλ ̣Jos 19, 33 ̣. κλήρου Νεφθαλείμ. Ἰερών ̣Jos 19, 38 ̣. κλήρου Νεφθαλείμ. Ἰεθλάν ̣Jos 19, 42 ̣. κλήρου ∆άν. Ἰηλών ̣Jos 19, 43 ̣. κλήρου ∆άν. Ἰούδ ̣Jos 19, 45 ̣. κλήρου ∆άν. Ἱερακώ ̣Jos 19, 46̣. ὕδατα κλήρου ∆άν. Ἰαβεῖς Γαλαάδ ̣Richt 21, 8 ̣. καὶ ταύτην ἐπολέμησαν οἱ υἱοὶ Ἰσραήλ. καὶ νῦν ἐστι κώμη πέραν τοῦ Ἰορδάνου ἀπὸ ʹ σημείων Πέλλης πόλεως ἐπὶ τοῦ ὄρους κειμένη ἀπιόντων εἰς Γέρασαν. Βασιλειῶν. Ἰαάρ ̣I Sam 14, 25̣. δρυμός, ἔνθα ἦν ὁ μελισσών. Ἱεραμηλεί ̣I Sam 30, 29 ̣. χώρα τῶν ἀλλοφύλων. Ἰέθερ ̣I Sam 30, 26f. ̣. ἔνθα ἀπέστειλεν ∆αυίδ. κώμη νῦν ἐστιν Ἰεθειρὰ ἐν τῷ ∆αρωμᾳ. κεῖται καὶ ἀνωτέρω. Ἰεκμαάν ̣I Kön 4, 12 ̣. πόλις ἀρχόντων Σολομών. Ἰταβύριον ̣Hos 5, 1 ̣. Ἀʹ Σʹ Θαβώρ. ἐν Ὠσηέ. κεῖται δὲ ἐν τῷ μεγάλῳ πεδίῳ τῆς Λεγεῶνος πρὸς ἀνατολάς. Ἰεκθοήλ ̣II Kön 14, 7 ̣. Πέτρα ἐν Βασιλείαις. Ἰεταβά ̣II Kön 21, 19 ̣. πόλις ἀρχαία τῆς Ἰουδαίας. Ἰόππη ̣Jona 1, 3 ̣. πόλις Παλαιστίνης εἰς ἔτι νῦν πάραλος. κλήρου ∆άν. Ἀπὸ τῶν Εὐαγγελίων. Ἰτουραία ̣Luc 3, 1 ̣ ἡ καὶ Τραχωνῖτις χώρα, ἧς ἐτετράρχει Φίλιππος, ὡς ἐν Εὐαγγελίοις. Τραχωνῖτις δὲ καλεῖται ἡ παρακειμένη χώρα τῇ ἐρήμῳ τῇ κατὰ Βόστραν τῆς Ἀραβίας. 112 Στοιχεῖον Κ. Ἀπὸ τῆς Γενέσεως. Καρναείμ ̣Gen 14, 5 ̣. Ἀσταρὼθ Καρναείμ. ἔστι νῦν κώμη μεγίστη τῆς Ἀραβίας, ἥτις ἐστὶν ἡ Καρναία λεγομένη, ἐπέκεινα τοῦ Ἰορδάνου. ἔνθα ὡς ἐκ παραδόσεως τοῦ Ἰὼβ τὸν οἶκον ἐπιδεικνύουσιν. ἔστι δὲ καὶ ἄλλη ἐν ὁρίοις Αἰλίας Καρναία λεγομένη κώμη. Κάδης G̣en 14, 7 ̣. ἔνθα ἡ πηγὴ «τῆς κρίσεως». Κάδης Βαρνῆ ̣Num 32, 8 ̣. ἔρημος ἡ παρατείνουσα Πέτρᾳ πόλει τῆς Ἀραβίας, ἔνθα ἀναβᾶσα ἐτελεύτησεν Μαριάμ, καὶ Μωϋσῆς διστάσας παίει τὴν πέτραν καὶ ὕδωρ παρέχει διψῶντι τῷ λαῷ. καὶ δείκνυται εἰς ἔτι νῦν τὸ μνῆμα τῆς Μαρίας αὐτόθι. ἔνθα καὶ «τοὺς ἄρχοντας Ἀμαλὴκ» κατέκοψε Χοδολλαγόμωρ. Κενάζ ̣Gen 36, 11 ̣. χώρα ἡγεμόνων Ἐδώμ. Καριαθαείμ ̣Num 32, 37 ̣. πόλις ἣν ᾠκοδόμησαν «οἱ υἱοὶ Ῥουβίν.» καὶ νῦν ἐστιν ὅλη Χριστιανῶν κώμη, παρὰ Μηδαβὰν πόλιν τῆς Ἀραβίας, λεγομένη Καραιάθα, ἀπὸ ιʹ σημείων τῆς Μηδαβῶν πρὸς δυσμὰς ἐπὶ τὸν Βάρην. Καριαθαρβώ ̣Gen 23, 2 ̣. «αὕτη ἐστὶ Χεβρών». κεῖται καὶ ἀνωτέρω. Κανάθ ̣Num 32, 42 ̣. κώμη τῆς Ἀραβίας εἰς ἔτι νῦν Καναθὰ καλουμένη, ἣν ἑλὼν ὁ Ναβαῦ ὠνόμασεν Ναβώθ, καὶ γέγονε φυλῆς Μανασσῆ. κεῖται δὲ εἰς ἔτι καὶ νῦν ἐν τῷ Τραχῶνι πλησίον Βόστρων. 114 Κατὰ τὰ Χρυσέα ̣Deut 1, 1 ̣. ὄρη ἐστὶ χρυσοῦ ψηγμάτων ἔμπλεα ἐπὶ τῆς ἐρήμου, ιαʹ ἡμερῶν ὁδὸν ἀπέχοντα τοῦ ὄρους Χωρήβ, παρ' οἷς Μωϋσῆς τὸ ∆ευτερονόμιον γράφει. λέγεται δὲ ἐν Φαινὼν χαλκοῦ μετάλλοις τὸ παλαιὸν παρακεῖσθαι ὄρη χρυσοῦ μετάλλων. Καδημώθ ̣Deut 2, 26̣. ἔρημος ἐξ ἧς πρέσβεις ἀπέστειλε Μωϋσῆς «πρὸς Σηών». Καριάθ ̣Jos 9, 23 ̣. πόλις ὑπὸ μητρόπολιν Γαβαών. Κάδες ̣Jos 12, 22 ̣. πόλις ἣν εἷλεν Ἰησοῦς τὸν βασιλέα αὐτῆς ἀνελών. ἣ γέγονε φυλῆς Ἰούδα. Καδημώθ ̣Jos 13, 18̣. πόλις τῶν υἱῶν Ῥουβίν. Κεδσών ̣Jos 21, 37̣. φυλῆς Ῥουβίν, Λευίταις ἀφωρισμένη. Ἀπὸ τοῦ Ἰησοῦ. Καψεήλ ̣Jos 15, 21 ̣. φυλῆς Ἰούδα. Κινά ̣Jos 15, 22 ̣. φυλῆς Ἰούδα. Κεειλά ̣Jos 15, 44 ̣. φυλῆς Ἰούδα. ἔνθα ἐκαθέσθη ∆αυίδ. καὶ εἰς ἔτι νῦν κώμη Κηλὰ πρὸς ἀνατολὰς Ἐλευθεροπόλεως ἀπιόντων εἰς Χεβρών, ὡς ἀπὸ σημείων ηʹ· καὶ τὸ μνῆμα Ἀμβακοὺμ τοῦ προφήτου αὐτόθι δείκνυται. Καριαθβαάλ ̣Jos 15, 60 ̣. αὕτη πόλις Ἰαρεὶμ φυλῆς Ἰούδα. Κανά ̣Jos 16, 8 ̣. φυλῆς Ἐφραΐμ. Καβσαείμ ̣Jos 21, 22 ̣. φυλῆς Ἐφραΐμ. Κανέ ̣Jos 17, 9 ̣. φυλῆς Μανασσῆ. Καριαθιαρεὶμ ̣Jos 18, 14̣ ἡ καὶ Καριαθβαάλ ἡ καὶ πόλις Ἰαρείμ. μία τῶν Γαβαωνιτῶν, φυλῆς Ἰούδα, μεταξὺ Αἰλίας καὶ ∆ιοσπόλεως. ἐπὶ τῆς ὁδοῦ κειμένη ἀπὸ σημείων θʹ Αἰλίας. ἐντεῦθεν ἦν Οὐρίας ὁ προφήτης, ὃν ἀνεῖλεν Ἰωακεὶμ ἐν Ἱερουσαλήμ, ὡς ἐν Ἱερεμίᾳ. ἐκαλεῖτο δὲ Καριαθιαρεὶμ καὶ ὁ υἱὸς τοῦ Σωβάλ, ὡς ἐν Παραλειπομέναις. Κισών ̣Jos 19, 20 ̣. κλήρου Ἰσσάχαρ, πόλις Λευίταις ἀφωρισμένη. 116 Καρθά ̣Jos 21, 34 ̣. πόλις Ζαβουλών, Λευίταις ἀφωρισμένη. Καττά ̣Jos 19, 15̣. κλήρου Ζαβουλών, πόλις Λευίταις ἀφωρισμένη. Κανά ̣Jos 19, 28 ̣. ἕως Σιδῶνος τῆς μεγάλης, κλήρου Ἀσήρ. ἐν ταύτῃ ὁ