1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

7

Ἀζαρίας. Ἀϊνδά ̣I Kön 15, 20 ̣. ταύτην ἐπάταξεν Ἀσά. 36 Ἀσιὼν βαβαὶ ̣I Kön 22, 49̣ ἡ καὶ Ἀσιὼν γαβέρ. ἔνθα «συνετρίβησαν αἱ νῆες» Ἰωσαφάτ. αὕτη λέγεται εἶναι Αἰσία ἡ παρὰ τὴν Ἀϊλὰ πλησίον τῆς ἐρυθρᾶς θαλάσσης. Ἀλαέ, Ἀβώρ, Γωζάν ̣II Kön 17, 6 ̣. ἐν χώρᾳ Μήδων ποταμοί, ὧν ἐν τοῖς ὄρεσιν ἀπῳκίσθη ὁ Ἰσραήλ. Ἀβενά ̣II Kön 5, 12 ̣. ποταμὸς ∆αμασκοῦ. Ἀοφσὶθ ̣II Kön 15, 5 ̣ ἢ Ἀφουσώθ. Ἀʹ τῆς ἐλευθερίας. Αἰάν ̣II Kön 15, 29 ̣. ταύτην εἷλεν ὁ «βασιλεὺς Ἀσσυρίων». Αἶα ̣II Kön 17, 24̣. χώρα Ἀσσυρίων. Αἰμάθ ̣II Kön 17, 24 ̣. χώρα Ἀσσυρίων. Ἀσιμάθ ̣II Kön 17, 30 ̣. ταύτην ἔκτισαν οἱ ἀπὸ Αἰμὰθ ἐν τῇ Ἰουδαίᾳ. Ἀρκέμ ̣II Kön 17, 30 ̣. κατὰ Ἰώσιππον αὕτη ἐστὶν Πέτρα πόλις ἐπίσημος τῆς Παλαιστίνης. Ἀδραμελέχ ̣II Kön 17, 31 ̣. εἴδωλον Ἀσσυρίων, καὶ Ἀνημελὲχ ὁμοίως, οἳ καὶ ἦσαν τῶν Σαμαρειτῶν θεοί. Ἀρωνιείμ ̣Jes 15, 5 ̣. ὁδός. Ἡσαΐας. Ἀʹ Ὀρωναΐμ, Σʹ Ἀραννείμἐν ὁράσει τῇ «κατὰ τῆς Μωαβίτιδος». Ἀγαλλείμ ̣Jes 15, 8̣. Ἡσαΐας ἐν ὁράσει τῇ «κατὰ τῆς Μωαβίτιδος». καὶ νῦν ἐστὶν Αἰγαλλεὶμ κώμη πρὸς νότον Ἀρεοπόλεως διεστῶσα σημείοις ηʹ. Αἰλείμ ̣Jes 15, 8̣. φρέαρ ∆ειμμών. Ἡσαΐας ἐν ὁράσει τῇ «κατὰ τῆς Μωαβίτιδος». Ἀρινὰ ̣Jes 15, 9 ̣ ἡ καὶ Ἀριήλ. Ἀʹ Σʹ λέοντα θεοῦ. ταύτην εἶναί φασι τὴν Ἀρεόπολιν, ἐπειδὴ καλοῦσιν εἰς ἔτι καὶ νῦν Ἀριὴλ τὸ εἴδωλον αὐτῶν οἱ τὴν Ἀρεόπολιν οἰκοῦντες ἀπὸ τοῦ σέβειν τὸν Ἄρεα, ἐξ οὗ καὶ τὴν πόλιν ὠνόμασαν. 38 Ἀδαμά ̣Jes 15, 9 ̣. Ἀʹ Σʹ χθονός, Θʹ τῆς γῆς. Ἀγρὸς τοῦ γναφέως ̣Jes 7, 3̣. παρὰ Ἡσαΐᾳ. καὶ δείκνυται ἔτι νῦν ὁ τόπος ἐν προαστείοις Ἱερουσαλήμ. Ἀσεδέκ ̣Jes 19, 18̣. * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * Ἀρφάδ ̣Jes 36, 19; 37, 13 ̣. πόλις ∆αμασκοῦ, ἣν ἐπολέμησεν βασιλεὺς Ἀσσυρίων. ἐν Ἡσαΐᾳ καὶ Ἱερεμίᾳ καὶ ταῖς Βασιλείαις. Ἀναεουγαυά ̣Jes 37, 13 ̣. ἐν Ἡσαΐᾳ. Ἀʹ Ἀνὲ καὶ Γαυᾶ, Σʹ ἀνεστάτωσεν καὶ ἐταπείνωσεν. καὶ ἐν Βασιλείαις. Ἀρμενία ̣Jes 37, 38̣. Ἡσαΐας. Ἀραράτ. Σαρασά. Ἀσέλ ̣Zach 14, 5̣. ταύτης Ζαχαρίας μέμνηται. Ἀναμεήλ ̣Zach 14, 10 ̣. πύργος Ἱερουσαλήμ. ἐν Ζαχαρίᾳ. Ἀσαδημώθ ̣Jer 31, 40 ̣. ἐν Ἱερεμίᾳ. τὸ Ἑβραϊκὸν τῶν Σαδημώθ, Ἀʹ τὰ προάστεια. Ἀενιώθ ̣Jer 37, 16 ̣. ἐν Ἱερεμίᾳ. Ἀʹ τὰ ἐργαστήρια. Ἀλώθ ̣Jer 48, 5 ̣. ἐν Ἱερεμίᾳ. τὸ Ἑβραϊκὸν Λουίθ. Αἰθάμ ̣Jer 49, 19̣. ἐν Ἱερεμίᾳ. Ἀʹ στερεάν, Σʹ ἀρχαίαν. Ἀπὸ τῶν Εὐαγγελίων. Ἀκελδαμά ̣Matth 27, 8 ̣. «χωρίον αἵματος». ἐν Εὐαγγελίοις. ὃ καὶ δείκνυται εἰς ἔτι νῦν ἐν τῇ Αἰλίᾳ ἐν βορείοις τοῦ Σιὼν ὄρους. 40 Αἰνὼν ̣Joh 3, 23 ̣. «ἐγγὺς τοῦ Σαλείμ», ἔνθα ἐβάπτιζεν Ἰωάννης, ὡς ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ. καὶ δείκνυται εἰς ἔτι νῦν ὁ τόπος ἀπὸ ηʹ σημείων Σκυθοπόλεως πρὸς νότον πλησίον Σαλεὶμ καὶ τοῦ Ἰορδάνου. Στοιχεῖον Β. Ἀπὸ τῆς Γενέσεως. Βαβέλ ̣Gen 11, 9 ̣, Βαβυλών. ἑρμηνεύεται σύγχυσις. ἦν δὲ πόλις βασιλείας γίγαντος Νεβρώδ, ἡνίκα ἐχύθησαν αἱ γλῶσσαι τῶν τὸν πύργον ἐπινοησάντων, ὧν ἄρχοντα γεγονέναι φησὶν Ἰώσιππος τὸν Νεβρώδ. καὶ μάρτυρα δὲ ὁ αὐτὸς τῆς κατὰ τὸν πύργον ἱστορίας τὴν Ἑλληνικὴν Σίβυλλαν παρατίθεται, γράφων οὕτως· «ὁ δὲ τόπος ἐν ᾧ τὸν πύργον ᾠκοδόμησαν νῦν Βαβυλὼν καλεῖται διὰ τὴν σύγχυσιν τοῦ περὶ τὴν διάλεκτον πρῶτον ἐναργοῦς· Ἑβραῖοι γὰρ τὴν σύγχυσιν Βαβὲλ καλοῦσιν. περὶ δὲ τοῦ πύργου καὶ τῆς ἀλλοφωνίας τῶν ἀνθρώπων μέμνηται καὶ Σίβυλλα γράφουσα οὕτως· πάντων ὁμοφώνων ὄντων τῶν ἀνθρώπων, πύργον ᾠκοδόμησάν τινες ὑψηλότατον, ὡς ἐπὶ τὸν οὐρανὸν ἀναβησόμενοι δι' αὐτοῦ. οἱ δὲ θεοὶ ἀνέμους ἐπιπέμψαντες ἀνέτρεψαν τὸν πύργον, καὶ ἰδίαν ἑκάστῳ φωνὴν ἔδωκαν· καὶ διὰ τοῦτο Βαβυλῶνα συνέβη κληθῆναι τὴν πόλιν». Βαιθήλ ̣Gen 12, 8 ̣. καὶ νῦν ἐστι κώμη Αἰλίας ἄποθεν σημείοις ιβʹ ἀπιόντων εἰς Νέαν πόλιν δεξιά· Οὐλαμμαοῦς δὲ τὸ πρότερον ἐκαλεῖτο καὶ Λουζά. ἣ καὶ γέγονε φυλῆς Βενιαμίν, πλησίον Βηθαῦν καὶ τῆς Γαί. καὶ ταύτην δὲ Ἰησοῦς ἐπολιόρκησε, τὸν βασιλέα αὐτῆς ἀνελών. 42 Βαλά ̣Gen 14, 2 ̣. ἥ «ἐστι Σιγώρ», ἡ νῦν Ζοορὰ καλουμένη, μόνη διασωθεῖσα ἀπὸ τῆς τῶν Σοδομιτῶν χώρας. ἣ καὶ εἰς ἔτι νῦν οἰκεῖται, τῇ νεκρᾷ παρακειμένη θαλάσσῃ, καὶ φρούριόν ἐστι στρατιωτῶν. καὶ φύεταί γε παρ' αὐτῇ τὸ