1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

17

Ἰωσήφ. καὶ νῦν ἐστι κώμη Θηνὰ ἀπὸ σημείων ιʹ Νέας πόλεως ἐπ' ἀνατολάς, κατιόντων ἐπὶ τὸν Ἰορδάνην. Θαφφουέ ̣Jos 16, 8 ̣. φυλῆς Ἰωσήφ. Θαφφούθ ̣Jos 17, 8 ̣. φυλῆς Μανασσῆ. Θεκώ ̣Jos 15, 59ạ. καὶ νῦν Θεκωέ ἐστι παρὰ τὴν ἔρημον Αἰλίας πόλις τὸ πρὶν οὖσα φυγαδευτηρίου. ὅθεν ἦν Ἀμὼς ὁ προφήτης. Θερσά ̣Jos 12, 24 ̣. καὶ ταύτην εἷλεν Ἰησοῦς ἅμα τῷ βασιλεῖ αὐτῆς. Θεραμά ̣Jos 18, 27 ̣. φυλῆς Βενιαμίν. Θωλάδ ̣Jos 15, 30 ̣. φυλῆς Ἰούδα ἢ Συμεών. Θαβώρ ̣Jos 19, 22 ̣. ὅριον Ζαβουλών. ἔστι δὲ ὄρος ἐν τῇ πεδιάδι κείμενον ἀπὸ σημείων ιʹ ∆ιοκαισαρείας κατὰ ἀνατολάς. τὸ δὲ αὐτὸ καὶ ὅριον ἦν φυλῆς Ἰσσάχαρ καὶ Νεφθαλείμ. Θαλχά ̣Jos 19, 7 ̣. φυλῆς Συμεών. νῦν Θαλὰ καλεῖται Ἰουδαίων μεγίστη κώμη, ὡς ἀπὸ σημείων ιʹ Ἐλευθεροπόλεως ἐν τῷ ∆αρωμᾷ. 100 Θαμναθσαρά ̣Jos 19, 50 ̣. πόλις Ἰησοῦ τοῦ Ναυῆ «ἐν τῷ ὄρει» κειμένη. αὕτη ἐστὶ Θαμνά, ἡ καὶ ἀνωτέρω κειμένη, ἐν ᾗ εἰς ἔτι νῦν δείκνυται τὸ τοῦ Ἰησοῦ μνῆμα. φυλῆς ∆άν. Θάλασσα ἡ ἁλυκή ̣Jos 18, 19̣. ἡ καλουμένη νεκρὰ καὶ ἀσφαλτῖτις, μεταξὺ Ἱεριχοῦς καὶ Ζωόρων. Ἀπὸ τῶν Κριτῶν. Θαανάχ ̣Richt 1, 27 ̣. οὐχ εἷλεν ταύτην ἡ φυλὴ Μανασσῆ, ὅτι μὴ τοὺς ἀλλοφύλους μετέστησεν ἐξ αὐτῆς. ἐνταῦθα δὲ τὸν Σισαρὰ ∆εβόρρα πολεμεῖ. ἦν δὲ καὶ αὕτη Λευίταις ἀφωρισμένη. καὶ νῦν ἐστι κώμη μεγίστη ἀπέχουσα τῆς Λεγεῶνος σημεῖα γʹ. Θήβης ̣Richt 9, 50̣. πόλις ἔνθα πολεμοῦντος Ἀβιμέλεχ ἀπὸ τοῦ πύργου «γυνὴ κλάσμα μύλου ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἔρριψεν». ἔστιν ἐν ὁρίοις Νέας πόλεως Θήβης ἔτι νῦν λεγομένη κώμη, ὡς ἐπὶ Σκυθόπολιν ἀπιόντων ἐπὶ τὸ τρισκαιδέκατον σημεῖον. Θαμναθά ̣Richt 14, 1 ̣. κεῖται καὶ ἀνωτέρω Θαμνά. φυλῆς ∆άν. Βασιλειῶν. Θηλαμοῦ γῆ ̣II Sam 3, 12̣. ἔνθα «ἀπέστειλεν Ἀβεννὴρ πρὸς ∆αυίδ». Ἀʹ παραχρῆμα, Σʹ ἀνθ' ἑαυτοῦ. Θαάδ ̣II Sam 24, 6?̣. ἐγγὺς Γαλαάδ. Θαμσά ̣I Kön 4, 24 ̣. ὅριον τῆς βασιλείας Σολομών. Θερμώθ ̣I Kön 9, 18 ̣. πόλις ἣν ᾠκοδόμησε Σολομὼν «ἐν τῇ ἐρήμῳ». Θαρσεῖς ̣I Kön 10, 22̣. ὅθεν ἤρχετο τῷ Σολομῶντι χρυσός. κατὰ μὲν τὸν Ἰώσιππον Ταρσός ἐστιν ἡ τῆς Κιλικίας· κατὰ δὲ τὸν Ἱεζεκιὴλ Καρχηδών, ἀντὶ γὰρ τῆς παρὰ τοῖς Οʹ κειμένης 102 Καρχηδόνος τὸ Ἑβραϊκὸν ἔχει Θαρσεῖς. ἄλλοι δὲ τὴν Ἰνδίαν ὑπετύπωσαν. Θαρσά ̣I Kön 15, 21̣. ὅθεν ἦν Ἀσὰφ βασιλεὺς Ἰσραήλ. Θερσιλά ̣II Kön 15, 14 ̣. ὅθεν ἦν Μαναείμ. καὶ νῦν ἐστι κώμη Σαμαρέων ἐν τῇ Βαταναίᾳ Θαρσιλὰ λεγομένη. Θεσβά ̣I Kön 17, 1 ̣. ὅθεν ἦν Ἡλίας ὁ Θεσβίτης. Θαιμάν ̣Ez 20, 45̣. ὡς Ἱεζεκιὴλ πόλις τῆς Ἰδουμαίας, ὡς δὲ Ἡσαΐας ἐν ὁράσει τῆς Ἀραβίας. κεῖται καὶ ἐν Ἱερεμίᾳ. ἐν δὲ τῷἈβδιοῦ λέγεται πόλις Ἡσαῦ. Θαιμὰν δὲ καὶ εἷς τῶν υἱῶν Ἡσαῦ ἐκαλεῖτο. κεῖται καὶ ἀνωτέρω. Θαρθάκ ̣II Kön 17, 31 ̣. ταύτην ἔκτισαν ἐν τῇ Ἰουδαίᾳ οἱ Εὐαῖοι. Θαλασάρ ̣II Kön 19, 12̣. χώρα Συρίας. Θογαρμά ̣Ez 27, 14̣. ἐν τῷ Ἱεζεκιήλ. Θαφέθ ̣Jer 7, 32 ̣. βωμὸς τοῦ Θαφὲθ ἐν Ἱερεμίᾳ. ἐν προαστείοις Αἰλίας εἰς ἔτι νῦν δείκνυται ὁ τόπος οὕτω καλούμενος, ᾧ παράκειται ἡ κολυμβήθρα τοῦ κναφέως καὶ τὸ Ἀχελδαμὰχ χωρίον. Στοιχεῖον Ι. Ἀπὸ τῆς Γενέσεως. Ἰαβόκ ̣Gen 32, 23ff. ̣. ποταμὸς χειμάρρου, ὃν διαβαίνων ὁ Ἰακὼβ ἐπάλαισεν μετὰ τοῦ φανέντος αὐτῷ, ὅτε καὶ μετωνομάσθη Ἰσραήλ. ῥεῖ δὲ μεταξὺ Ἀμμᾶν, τοῦτ' ἔστι Φιλαδελφίας, καὶ Γεράσης ἀπὸ δʹ σημείων, καὶ κατερχόμενος συμμίγνυται τῷ Ἰορδάνῃ. Ἰδουμαία ̣Gen 36, 16̣. χώρα Ἡσαῦ, ἐξ αὐτοῦ παρωνύμως ὀνομασθεῖσα, ἐπείπερ αὐτὸς Ἐδὼμ ἐκαλεῖτο. ἔστι δὲ ἡ ἀμφὶ τὴν Πέτραν Γεβαληνὴ καλουμένη. 104 Ἰαθέρ ̣Gen 36, 40 ̣. χώρα ἡγεμόνων Ἐδὼμ ἐπὶ τῆς αὐτῆς Γεβαληνῆς. Ἀριθμῶν καὶ ∆ευτερονομίου. Ἰεταβαθά ̣Num 33, 33̣. ἐπὶ τῆς ἐρήμου σταθμὸς τῶν υἱῶν Ἰσραήλ. Ἰαννά ̣Num 21, 20 ̣. «ἥ ἐστιν ἐν πεδίῳ Μωὰβ ἀπὸ κορυφῆς τοῦ λελαξευμένου, τὸ βλέπον κατὰ πρόσωπον τῆς ἐρήμου», παρὰ τὸν Ἀρνωνᾶν. Ἰεσσά ̣Num 21, 23 ̣. ἔνθα Σηὼν βασιλεὺς τῶν Ἀμορραίων πολεμεῖται. μέμνηται αὐτῆς καὶ Ἡσαΐας ἐν ὁράσει τῇ «κατὰ τῆς Μωαβίτιδος». κεῖται καὶ ἐν τῷ Ἱερεμίᾳ. καὶ δείκνυται νῦν μεταξὺ Μηδαβῶν καὶ ∆ηβοῦς. Ἰαζήρ ̣Num 21, 32̣. πόλις τοῦ Ἀμορραίου ἀπὸ ιʹ σημείου Φιλαδελφίας πρὸς δυσμαῖς ἐν τῇ νῦν Περαίᾳ τῆς Παλαιστίνης ὑπὲρ τὸν Ἰορδάνην, ἣ