1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

14

ἀφωρισμένη. 80 Ἀπὸ τῶν Κριτῶν. ∆ρῦς ̣Richt 6, 11̣, ἡ «ἐν Ἐφραθά». ἐν κλήρῳ Μανασσῆ, ἔνθα ἦν Γεδεών. Ἀπὸ τῶν Βασιλειῶν. ∆ειβών ̣Jes 15, 2 ̣. μέμνηται ταύτης Ἡσαΐας ἐν ὁράσει τῇ «κατὰ τῆς Μωαβίτιδος». ∆εσέθ ̣Jes 16, 7 ̣. Ἀʹ τοίχῳ, Σʹ τείχει. ∆ωδάνειμ ̣Jes 21, 13 ̣. Ἡσαΐας ἐν ὁράσει τῆς Ἀραβίας. καὶ ἔστι πλησίον Ἀρεοπόλεως. ∆αρώμ ̣Ez 20, 46̣. Σʹ λίβα. ἐν Ἱεζεκιήλ. ∆ιόσπολις ̣Ez 30, 14 ̣. πόλις Αἰγύπτου. ἐν Ἱεζεκιήλ. ∆αδάν ̣Jer 25, 23 ̣. ἐν γῇ Κηδάρ, ὡς Ἱερεμίας. ∆εβλαθαείμ ̣Jer 48, 22 ̣. ἐν γῇ Μωάβ, ὡς Ἱερεμίας. ∆αιδάν ̣Jer 49, 8 ̣. ἐν τῇ Ἰδουμαίᾳ ὡς Ἱερεμίας. παράκειται τῇ Φαινὼν ὡς ἀπὸ σημείων δ' πρὸς βορρᾶν. ∆εκάπολις ̣Matth 4, 25 ̣. ἐν Εὐαγγελίοις. αὕτη ἐστὶν ἡ ἐπὶ τῇ Περαίᾳ κειμένη ἀμφὶ τὴν Ἵππον καὶ Πέλλαν καὶ Γαδάραν. Στοιχεῖον Ε. Ἀπὸ τῆς Γενέσεως. Ἐδέμ ̣Gen 2, 8̣. ὁ τοῦ θείου παραδείσου τόπος εἰς ἀνατολάς. ἑρμηνεύεται δὲ τρυφή. Εὐειλάτ ̣Gen 2, 11f. ̣, «οὗ ἐστι τὸ χρυσίον» καὶ «ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος». χώρα πρὸς ἀνατολάς, ἣν προϊὼν ἐκ παραδείσου Φισὼν κυκλοῖ, ὁ παρ' Ἕλλησι Γάγγης, «ἐπὶ τὴν Ἰνδικὴν φερό 82 μενος». καὶ ἑνὸς δὲ τῶν ἀπογόνων Νῶε ἦν ὄνομα Εὐειλάτ, ὃν σὺν τοῖς ἀδελφοῖς Ἰώσιππος «ἀπὸ Κωφῆνος ποταμοῦ τῆς Ἰνδικῆς καὶ τῆς πρὸς αὐτῇ Σηρίας» κατοικῆσαι ἱστορεῖ. Ἰσμαὴλ δὲ λέγεται κατοικῆσαι ἐπὶ τῆς ἐρήμου Εὐιλά, ἥν φησιν ἡ γραφὴ μεταξὺ εἶναι ἐρήμου Σοὺρ τῆς «κατὰ πρόσωπον Αἰγύπτου», καὶ παρατείνειν μέχρι τῆς Ἀσσυρίων γῆς. Εὐφράτης ̣Gen 2, 14 ̣. ποταμὸς Μεσοποταμίας, ἐκ παραδείσου προϊών. Ἐλλασάρ ̣Gen 14, 1 ̣. πόλις βασιλείας Ἀριώχ. Ἐφραθά ̣Gen 35, 16. 19 ̣. χώρα Βηθλεὲμ τῆς πόλεως ∆αυίδ, ἐφ' ἧς ὁ Χριστὸς ἐγεννήθη. φυλῆς Βενιαμίν. ἧς πρὸς «τῇ ὁδῷ» ἔθαψαν τὴν Ῥαχήλ, ἀπὸ σημείων δʹ τῆς Ἱερουσαλήμ, ἐν τῷ καλουμένῳ ἱπποδρόμῳ. δείκνυται τὸ μνῆμα εἰς ἔτι νῦν. καὶ ὁ πατὴρ τοῦ Βηθλεὲμ ἐκαλεῖτο Ἐφραθά, ὡς ἐν Παραλειπομέναις. Ἀπὸ τῆς Ἐξόδου. Εἰρώθ ̣Ex 14, 2 ̣. τόπος τῆς ἐρήμου, ἐφ' ὃν κατήντησαν ἀπὸ τῆς Αἰγύπτου, ἐφ' οὗ διῆλθον τὴν ἐρυθρὰν θάλασσαν. Ἀριθμῶν καὶ ∆ευτερονομίου. Ἐμπυρισμός ̣Num 11, 3 ̣. τόπος τῆς ἐρήμου, ἔνθα οἱ καταλαλήσαντες τοῦ θεοῦ κατεφλέχθησαν. Ἐνθαάθ ̣Num 33, 26 ̣. ἐπὶ τῆς ἐρήμου σταθμὸς τῶν υἱῶν Ἰσραήλ. Ἐβρωνά ̣Num 33, 34̣. ἐπὶ τῆς ἐρήμου σταθμὸς τοῦ λαοῦ. Ἐμάθ ̣Num 13, 22 ̣. ᾗ διῆλθον οἱ περὶ τὸν Ἰησοῦν κατάσκοποι. Ἐρμανά ̣Num 14, 45 ̣. ἔνθα ἐκόπη μέρος τοῦ λαοῦ ὑπὸ τοῦ ἐν τῇ ἐρήμῳ Χαναναίου καὶ τοῦ Ἀμαλήκ. τοῦτον δὲ τὸν Χαναναῖον Ἀμορραῖον ἐν τῷ ∆ευτερονομίῳ καλεῖ. 84 Ἐσσεβών ̣Num 21, 26.̣ «πόλις Σηὼν» τοῦ Ἀμορραίου «ἐν γῇ Γαλαάδ», ἣν ἔλαβε πολεμήσας τὸν βασιλέα Μωάβ. μέμνηται αὐτῆς Ἡσαΐας, ἐν ὁράσει τῆς Μωαβίτιδος, καὶ Ἱερεμίας. καλεῖται δὲ νῦν Ἐσβοῦς, ἐπίσημος πόλις τῆς Ἀραβίας, ἐν ὄρεσι τοῖς ἀντικρὺ τῆς Ἱεριχοῦς κειμένη, ὡς ἀπὸ σημείων κʹ τοῦ Ἰορδάνου. καὶ γέγονε φυλῆς Ῥουβίν, Λευίταις ἀφωρισμένη. Ἐδραεί ̣Num 21, 33 ̣. ἔνθα ἀνῃρέθη Ὢγ βασιλεὺς Βασὰν γίγας καὶ οἱ αὐτοῦ πάντες. καὶ νῦν ἐστιν Ἀδρὰ πόλις ἐπίσημος τῆς Ἀραβίας, διεστῶσα Βόστρης σημείοις κδʹ. Ἐλεάλη ̣Num 32, 3 ̣. πόλις ἐν τῇ Γαλαὰδ τοῦ Ἀμορραίου, ἣ γέγονε φυλῆς Ῥουβίν. ἧς μέμνηται Ἡσαΐας ἐν ὁράσει τῆς Μωαβίτιδος. κεῖται καὶ ἐν Ἱερεμίᾳ. καὶ σῴζεται εἰς ἔτι νῦν κώμη μεγίστη, οὐ πλεῖον σημείου ἑνὸς ἀπέχουσα τῆς Ἐσβοῦς. Ἐννά ̣Num 34, 4 ̣. παράκειται τῇ ἐρήμῳ Κάδης. Ἑρμών ̣Deut 3, 9̣. ὄρος Ἑρμών, ὃ «οἱ Φοίνικες» ὀνομάζουσι Σανιώρ. κεῖται καὶ ἀνωτέρω. Ἀπὸ τοῦ Ἰησοῦ. Ἐμεκαχώρ ̣Jos 7, 26 ̣. ἑρμηνεύεται κοιλὰς Ἀχώρ, ἔνθα ἐλιθοβόλησαν τὸν Ἄχαρ κλέψαντα τὸ ἀνάθεμα, ἐφ' οὗ καὶ τῆς προσωνυμίας ἔτυχεν. πλησίον Ἱεριχοῦς δείκνυται εἰς ἔτι νῦν ὁ τόπος παρὰ τὴν Γάλγαλα. Ἐγλὼμ ̣Jos 10, 3; 12, 12 ̣ ἡ καὶ Ὀδολλάμ. ἧς τὸν βασιλέα ∆αβεὶρ ἐπάταξεν Ἰησοῦς. φυλῆς Ἰούδα. καὶ νῦν ἐστι κώμη μεγίστη πρὸς ἀνατολὰς Ἐλευθεροπόλεως, ἀπὸ σημείων ιʹ. κεῖται καὶ ἀνωτέρω. Ἐνεμέκ ̣Jos 10, 12 ̣. Ἀʹ Σʹ ἐν τῇ κοιλάδι. Ἐσὼρ ̣Jos 11, 1 ̣ ἡ καὶ Ἀσώρ. φυλῆς Ἰούδα, πρὸς τῇ ἐρήμῳ. κεῖται καὶ ἀνωτέρω. Ἐνακείμ ̣Jos 11, 21 ̣. ἐκ ταύτης Ἰησοῦς ἀνεῖλεν «τοὺς Ἐνακεὶμ ἐκ τῆς