1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

16

13 ̣. φάραγξ Ζαρὲδ ἐν μέρει τῆς ἐρήμου. Ἀπὸ τοῦ Ἰησοῦ. Ζείφ ̣Jos 15, 24 ̣. φυλῆς Ἰούδα. Ζανάουα ̣Jos 15, 56 ̣. φυλῆς Ἰούδα. καὶ νῦν ἐν ὁρίοις ἐστὶν Ἐλευθεροπόλεως ἀπιόντων εἰς Αἰλίαν κώμη Ζανουὰ καλουμένη. Ζίφ ̣Jos 15, 55 ̣. κώμη νῦν ἐστιν ἐν τῷ ∆αρωμᾷ ἐν ὁρίοις Ἐλευθεροπόλεως πλησίον Χεβρὼν ἀπὸ σημείων ηʹ πρὸς ἀνατολάς, ἔνθα ἐκρύπτετο ∆αυίδ. Βασιλειῶν. Ζείφ ̣I Sam 23, 14̣. «ὄρος αὐχμῶδες» τῆς Ζείφ, ἐν ᾧ ἐκαθέσθη ∆αυίδ, ᾧ παράκειται Χερμαλά, ἥτις ἑρμηνεύεται ὁ Κάρμηλος. οὕτως καλουμένη εἰς ἔτι νῦν κώμη Ἰουδαίων, ἔνθα Νάβαλ ὁ Καρμήλιος. Ζεὶφ δὲ ἐκαλεῖτο καὶ εἷς τῶν υἱῶν Χαλέβ, ὡς ἐν Παραλειπομέναις. 94 Ζογερά ̣Jer 48, 34 ̣. ἐν Ἱερεμίᾳ. πόλις Μωάβ. αὕτη νῦν καλεῖται Ζοορά, ἡ καὶ Σιγώρ, μία οὖσα τῆς πενταπόλεως Σοδόμων. Ζήβ ̣Jer 49, 4 ̣. ἐν Ἱερεμίᾳ. πόλις Ἀμμᾶν. καὶ ἔστι νῦν Ζία κώμη ὡς ἀπὸ ιεʹ σημείων Φιλαδελφίας ἐπὶ δυσμάς. Ζωελέθ ̣I Kön 1, 9 ̣. λίθος οὕτω καλούμενος, ἐν ᾧ Ἀδωνίας θύει «ἐχόμενα τῆς πηγῆς Ῥωγήλ«. Στοιχεῖον Η. Ἀπὸ τῆς Γενέσεως. Ἠλάθ ̣Gen 36, 41 ̣. χώρα ἡγεμόνων Ἐδὼμ καὶ πόλις Ἡσαῦ, ἀπὸ ιʹ σημείων Πέτρας πρὸς ἀνατολάς. Ἡρώων πόλις ̣Gen 46, 28f. ̣. κατ' Αἴγυπτον, ἐφ' ἧς συνήντησεν Ἰωσὴφ τῷ πατρί. Ἡλιούπολις ̣Gen 41, 45 ̣. πρὸς τῇ Αἰγύπτῳ πόλις, ἣν τὸ Ἑβραϊκὸν ὀνομάζει Ὤν, ἧς λέγεται Πετεφρὴς ἱερεύς. κεῖται καὶ ἐν Ἱεζεκιήλ. Ἠθάμ ̣Ex 13, 20 ̣. σταθμὸς ἐπὶ τῆς ἐρήμου τῶν υἱῶν Ἰσραήλ, ἡ καὶ Βουθάν. Ἀπὸ τοῦ Ἰησοῦ. Ἠνγαννίμ ̣Jos 15, 34 ̣. φυλῆς Ἰούδα. καὶ νῦν ἐστι πλησίον Βαιθήλ. Ἠναΐμ ̣Jos 15, 34̣. φυλῆς Ἰούδα. καὶ νῦν ἐστι κώμη Βηθενὶμ περὶ τὴν τερέβινθον. Ἠνδώρ ̣Jos 17, 11 ̣. φυλῆς Μανασσῆ. ἔνθα ἦν ἡ ἐγγαστρίμυθος. καὶ ἀνωτέρω κεῖται Ἀενδώρ. ἔστι δὲ πλησίον Ναΐν, ἐν ᾗ ὁ Χριστὸς τὸν υἱὸν τῆς χήρας ἤγειρεν, ἀμφὶ τὴν Σκυθόπολιν. Ἠνγαννί ̣Jos 19, 21 ̣. κλήρου Ἰσσάχαρ. πόλις Λευίταις ἀφωρισμένη. καὶ ἄλλη δὲ λέγεται εἶναί τις Ἠνγαννὰ κώμη περὶ τὴν Γέρασαν τὴν ἐν τῇ Περαίᾳ. Ἠναδά ̣Jos 19, 21 ̣. κλήρου Ἰσσάχαρ. ἐστὶ δὲ κώμη νῦν ἑτέρα Ἡναδάβ, ἀπιόντων ἀπὸ Ἐλευθεροπόλεως εἰς Αἰλίαν, περὶ τὸ ιʹ σημεῖον. 96 Ἠνασώρ ̣Jos 19, 37̣. κλήρου Νεφθαλείμ. κεῖται καὶ ἀνωτέρω Ἀσώρ. Ἡρακών ̣Jos 19, 46 ̣. ὅριον φυλῆς ∆άν, πλησίον Ἰόππης. Ἀπὸ τῶν Κριτῶν. Ἡτάμ ̣Richt 15, 8 ̣. ἔνθα κατῴκει Σαμψὼν «ἐν τῷ σπηλαίῳ Ἡτὰμ» «παρὰ τῷ χειμάρρῳ». Βασιλειῶν. Ἡλά ̣I Sam 17, 2 ̣. κοιλὰς Ἡλά. Ἀʹ Θʹ κοιλὰς τῆς δρυός. Ἠνγαδδί ̣I Sam 24, 1 ̣. ἔρημος, ἔνθα ἐκρύπτετο ∆αυίδ. καὶ ἀνωτέρω κεῖται Ἐνγαδδί φυλῆς Ἰούδα. παράκειται τῇ νεκρᾷ θαλάσσῃ εἰς δυσμάς. Ἠμάθ ̣II Sam 8, 9 ̣. χώρα ἀλλοφύλων, ὡς δὲ Ἱερεμίας, πόλις ∆αμασκοῦ. Ἠνάν ̣Ez 47, 17. 19 ̣. «ὅριον ∆αμασκοῦ», ὡς Ἱεζεκιήλ, «ἀπὸ Θαιμὰν καὶ Φοινικῶνος», ὡς δὲ οἱ Λοιποί, Θάμαρ. Στοιχεῖον Θ. Ἀπὸ τῆς Γενέσεως. Θαιμάν ̣Gen 36, 11 ̣. χώρα ἡγεμόνων Ἐδὼμ ἐν τῇ Γεβαλιτικῇ, ἀπὸ Θαιμὰν υἱοῦ Ἐλιφὰζ υἱοῦ Ἡσαῦ. ἀλλὰ καὶ εἰς ἔτι νῦν κώμη ἐστὶ Θαιμάν, ἀπέχουσα Πέτρων ἀμφὶ τὰ ιεʹ σημεῖα, ἐν ᾗ καὶ ἐγκάθηται στρατιωτικόν. ἔνθεν ὡρμᾶτο Ἐλιφὰζ ὁ Θαιμανῶν βασιλεύς. καὶ τοῦ Ἰσμαὴλ δὲ Θαιμὰν λέγεται γεγονέναι παῖς. καὶ πᾶς δὲ ὁ πρὸς νότον τόπος οὕτω καλεῖται· καὶ γὰρ ἑρμηνεύεται Θαιμὰν νότος. Θαμνά ̣Gen 38, 12̣. ἔνθα ἔκειρεν Ἰούδας τὰ ἑαυτοῦ πρόβατα. διαμένει κώμη μεγάλη ἐν ὁρίοις ∆ιοσπόλεως μεταξὺ ἀπιόντων εἰς Αἰλίαν. ἦν δὲ φυλῆς ∆ὰν ἢ Ἰούδα. Θαμνὰ ἄλλη ̣Gen 36, 40 ̣. πόλις ἡγεμόνων Ἐδώμ. ἦν δὲ καὶ «παλλακὴ Ἐλιφὰζ υἱοῦ Ἡσαῦ, ἥτις ἔτεκεν αὐτῷ τὸν Ἀμαλήκ», ὅθενοἱ Ἀμαληκῖται. 98 Ἀπὸ τοῦ ∆ευτερονομίου. Θόφολ ̣Deut 1, 1 ̣. τόπος τῆς ἐρήμου «πέραν τοῦ Ἰορδάνου», ἔνθα τὸ ∆ευτερονόμιον γράφει Μωυσῆς, καταντικρὺ Ἱεριχοῦς. Θαάθ ̣Num 33, 26f. ̣. σταθμὸς τῶν υἱῶν Ἰσραήλ. Θαρά ̣Num 33, 27f. ̣. σταθμὸς τῶν υἱῶν Ἰσραήλ. Ἀπὸ τοῦ Ἰησοῦ. Θαφφοῦ ̣Jos 12, 17̣. πόλις ἣν ἐπολιόρκησεν Ἰησοῦς, τὸν βασιλέα αὐτῆς ἀνελών, ἣ γέγονε φυλῆς Ἰούδα. κεῖται καὶ ἀνωτέρω Βηθαφοῦ, ὅριον Παλαιστίνης καὶ Αἰγύπτου. Θανάκ ̣Jos 12, 21 ̣. πόλις ἣν ἐπολιόρκησεν Ἰησοῦς, τὸν βασιλέα αὐτῆς ἀνελών, ἣ γέγονε φυλῆς Μανασσῆ, Λευίταις ἀφωρισμένη. καὶ νῦν ἐστιν ἀπὸ δʹ σημείου τῆς Λεγεῶνος. Θηνάθ ̣Jos 16, 6 ̣. φυλῆς