1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

13

25 ̣. ἔνθεν ἦν Ἰωνᾶς ὁ προφήτης. Γαδδεί ̣II Kön 12, 18 ̣. ταύτην ἐπάταξεν Ἀζαήλ. κεῖται δὲ καὶ ἀνωτέρω Γαδδά. Γημελά ̣II Kön 14, 7 ̣. χώρα Ἐδώμ. Ἀʹ δὲ καὶ Σύμμαχος φάραγγα ἁλῶν. 74 Γηβείν ̣Jes 10, 31 ̣. ταύτης Ἡσαΐας μνημονεύει. καὶ νῦν ἐστι Γηβὰ κώμη ἀπὸ σημείων εʹ Γουφνῶν ἐρχομένων εἰς Νέαν πόλιν. Γωζάν ̣Jes 37, 12 ̣. ἐν χώρᾳ Ἐμάθ. καὶ ταύτης Ἡσαΐας μέμνηται. ἔστι δὲ περὶ τὴν ∆αμασκηνήν. Γαρήβ ̣Jer 31, 39 ̣. βουνὸς πλησίον Ἱερουσαλήμ. ἐν Ἱερεμίᾳ. Γηβαρώθ ̣Jer 41, 17 ̣. Ἀʹ ἐν φραγμοῖς, Σʹ ἐν παροικίαις. ἐν Ἱερεμίᾳ. Γαιμώδ ̣Jes 16, 6 ̣. χώρα Μωάβ. ἐν Ἡσαΐᾳ. Γαιφά ̣Jes 60, 6 ̣. χώρα. ἐν Ἡσαΐᾳ. Ἀπὸ τῶν Εὐαγγελίων. Γάδαρα ̣Matth 8, 28 ̣. πόλις πέραν τοῦ Ἰορδάνου, ἀντικρὺ Σκυθοπόλεως καὶ Τιβεριάδος πρὸς ἀνατολαῖς ἐν τῷ ὄρει, οὗ πρὸς ταῖς ὑπωρείαις τὰ τῶν θερμῶν ὑδάτων λουτρὰ παράκειται. Γεργεσά ̣Marc 5, 1 ̣. ἔνθα τοὺς δαιμονιῶντας ὁ κύριος ἰάσατο. καὶ νῦν δείκνυται ἐπὶ τοῦ ὄρους κώμη παρὰ τὴν λίμνην Τιβεριάδος, εἰς ἣν καὶ οἱ χοῖροι κατεκρημνίσθησαν. κεῖται καὶ ἀνωτέρω. Γεθσιμανῆ ̣Matth 26, 36 ̣. χωρίον, ἔνθα πρὸ τοῦ πάθους ὁ Χριστὸς προσηύξατο. κεῖται δὲ καὶ πρὸς τῷ ὄρει τῶν ἐλαιῶν, ἐν ᾧ καὶ νῦν τὰς εὐχὰς οἱ πιστοὶ ποιεῖσθαι σπουδάζουσιν. Γολγοθά ̣Matth 27, 33 ̣. «κρανίου τόπος», ἔνθα ὁ Χριστὸς ἐσταυρώθη. ὃς καὶ δείκνυται ἐν Αἰλίᾳ πρὸς τοῖς βορείοις τοῦ Σιὼν ὄρους. Στοιχεῖον ∆. Ἀπὸ τῆς Γενέσεως. ∆ασέμ ̣Gen 10, 12 ̣. πόλις Ἀσσυρίων μεγίστη, ἣν ᾠκοδόμησεν Ἀσσούρ, «ἀνὰ μέσον Νινευῆ καὶ Χαλάχ». 76 ∆ρῦς Μαμβρῆ ̣Gen 13, 18̣. ἡ πρὸς τῇ Χεβρὼν εἰς ἔτι νῦν δεικνυμένη τερέβινθος, ἔνθα ἐσκήνου Ἁβραάμ, ἣ καὶ ὑπὸ τῶν ἐθνῶν θρησκεύεται. ∆αμασκός ̣Gen 15, 2 ̣. πόλις ἐπίσημος Φοινίκης. οὕτω δὲ καὶ «τῆς Μασὲκ οἰκογενοῦς» τοῦ Ἁβραὰμ υἱὸς ἐκαλεῖτο. ∆άν ̣Gen 14, 14 ̣. οὕτω καλουμένη κώμη, Πανεάδος ἀπὸ σημείων δ' κατὰ τὴν ὁδὸν τὴν ἐπὶ Τύρον, ἥτις καὶ ὅριον τῆς Ἰουδαίας ὑπῆρχεν, ἔνθεν καὶ ὁ Ἰορδάνης ἔξεισιν. ∆αναβᾶ ̣Gen 36, 32 ̣. πόλις Βαλὰκ υἱοῦ Βεὼρ βασιλέως Ἐδώμ, μεθ' ὃν ἐβασίλευσεν Ἰώβ. καὶ ἔστι νῦν κώμη ∆αννεὰ ἀπὸ ηʹ σημείων Ἀρεοπόλεως ἀπιόντων εἰς τὸν Ἀρνωνᾶν, καὶ ἄλλη ∆αναβᾶ ἐπὶ τοῦ ὄρους Φογὼρ ἀπὸ σημείων ζʹ τῆς Ἐσβοῦς. ∆ωθαείμ ̣Gen 37, 17 ̣. ἔνθα εὗρεν Ἰωσὴφ τοὺς ἀδελφοὺς νέμοντας. διαμένει ἐν ὁρίοις Σεβαστῆς, ἀπέχει δὲ αὐτῆς σημείοις ιβʹ ἐπὶ τὰ βόρεια μέρη. Ἀριθμῶν καὶ ∆ευτερονομίου. ∆αιβὼν ̣Num 21, 26f. 30 ̣ ἢ ∆ίβων. ἐπὶ τῆς ἐρήμου σταθμὸς τῶν υἱῶν Ἰσραήλ. ἔστι δὲ καὶ ἄλλη εἰς ἔτι νῦν κώμη παμμεγέθης παρὰ τὸν Ἀρνωνᾶν, ἣν τὸ παλαιὸν οὖσαν τῶν υἱῶν Μωὰβ καὶ μετὰ ταῦτα Σηὼν τοῦ Ἀμορραίου οἱ υἱοὶ Ἰσραὴλ ἀπέλαβον, καὶ γέγονε φυλῆς Γάδ. μέμνηται δὲ αὐτῆς Ἡσαΐας ἐν ὁράσει τῇ «κατὰ τῆς Μωαβίτιδος», καὶ Ἱερεμίας. ∆αιβωνγάδ ̣Num 33, 45̣. σταθμὸς υἱῶν Ἰσραήλ. 78 ∆υσμαὶ Μωάβ ̣Num 22, 1ff. ̣. «παρὰ τὸν Ἰορδάνην κατὰ Ἱεριχώ», ἔνθα Βαλὰκ «βασιλεὺς Μωὰβ» καὶ «ἡ γερουσία Μαδιὰμ» συσκευάζονται τὸν Ἰσραήλ, ἔνθα καὶ Μωϋσῆς τὸ ∆ευτερονόμιον γράφει. Ἀπὸ τοῦ Ἰησοῦ. ∆αβειρά ̣Jos 10, 38 ̣, ἧς τὸν βασιλέα ἐπάταξεν Ἰησοῦς. ἣ γέγονε φυλῆς ∆άν. καὶ νῦν ἐστιν ἑτέρα κώμη Ἰουδαίων ἐν τῷ ὄρει Θαβώρ, ἐν ὁρίοις ∆ιοκαισαρείας. ∆ὼρ τοῦ Ναφέθ ̣Jos 11, 12 ̣, Σʹ ∆ὼρ «τῆς παραλίας», αὕτη ἐστὶ ∆ῶρα ἡ πρὸς Καισάρειαν τῆς Παλαιστίνης ἀπὸ σημείων θʹ ἀπιόντων Τύρον, νῦν ἔρημος ἣν οὐκ ἔλαβεν ἡ φυλὴ Μανασσῆ, ὅτι μὴ ἀνεῖλεν τοὺς ἐν αὐτῇ ἀλλοφύλους. ∆αβείρ ̣Jos 11, 21 ̣. φυλῆς Ἰούδα, πόλις καλουμένη γραμμάτων. ἣν προκατελάβετο Γοθονιὴλ ἀδελφὸς Χαλέβ, ὡς δέ τινες, ἀδελφοῦ Χαλὲβ υἱός, ἀνελὼν τοὺς Ἐνακεὶμ ἐξ αὐτῆς. ἣ γέγονεν ἱερατική. ∆αβείρ ̣Jos 13, 26 ̣. ὑπὲρ τὸν Ἰορδάνην. πόλις τῶν Ἀμορραίων. ∆ειμωνά ̣Jos 15, 22 ̣. φυλῆς Ἰούδα. ∆αλαάν ̣Jos 15, 38̣. φυλῆς Ἰούδα. ∆εννά ̣Jos 15, 49 ̣. φυλῆς Ἰούδα, ἡ αὐτή ἐστιν τῇ πόλει τῶν γραμμάτων. ∆αυίδ ̣Jos 15, 49 ̣. φυλῆς Ἰούδα. ∆ουμᾶ ̣Jos 15, 52 ̣. φυλῆς Ἰούδα, κώμη μεγίστη νῦν ἐν τῷ ∆αρωμᾷ, ἐν ὁρίοις Ἐλευθεροπόλεως, ἀπὸ σημείων ιζʹ. ∆αμνά ̣Jos 19, 13̣. φυλῆς Ζαβουλών, πόλις Λευίταις ἀφωρισμένη. ∆αβασθέ ̣Jos 19, 11 ̣. φυλῆς Ζαβουλών. ∆αβράθ ̣Jos 19, 22 ̣. φυλῆς Ἰσσάχαρ, πόλις Λευίταις