1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

26

35 ̣. κῶμαί εἰσι δύο, ἀνιόντων ἀπὸ Ἐλευθεροπόλεως εἰς Αἰλίαν, ἐν τῷ ἐνάτῳ σημείῳ, ἡ μὲν ἀνωτέρα, ἡ δὲ κατωτέρα, Σοκχὼθ χρηματίζουσαι. φυλῆς Ἰούδα. Σαραείν ̣Jos 15, 36 ̣. φυλῆς Ἰούδα. Σενναάν ̣Jos 15, 37 ̣. φυλῆς Ἰούδα. Σαφείρ ̣Jos 15, 48̣. ἐν τῇ ὀρεινῇ κώμη ἐστὶν μεταξὺ Ἐλευθεροπόλεως καὶ Ἀσκαλῶνος. φυλῆς Ἰούδα. Σοκχώ ̣Jos 15, 48 ̣. ἀνωτέρω κεῖται ἡ Σοκχώ. λέγονται δὲ αὐτὴν κτίσαι οἱ ἀπὸ Βαβυλῶνος Σαμαρεῖται. Σκαχά ̣Jos 15, 61 ̣. φυλῆς Ἰούδα. Σηλώ ̣Jos 16, 6 ̣. φυλῆς Ἐφραΐμ. ἐν ταύτῃ κατέμενεν ἡ κιβωτὸς τὸ πρὶν μέχρι τῶν χρόνων Σαμουήλ, ἔστι δὲ Νέας πόλεως ἀπὸ σημείων ιβʹ ἐν τῇ Ἀκραβαττινῇ. Σηλὼμ δὲ καὶ Ἰούδα τοῦ πατριάρχου εἷς τῶν υἱῶν ἐκαλεῖτο. 158 Συχέμ ̣Jos 17, 7 ̣. πόλις φυλῆς Μανασσῆ, τὸ πρὶν οὖσα ἱερατικὴ τῶν φυγαδευτηρίων ἐν τῷ ὄρει Ἐφραΐμ, οὗ ἔθαψαν τὰ ὀστέα Ἰωσήφ. κεῖται καὶ ἀνωτέρω Συχέμ. Σάμς ̣Jos 18, 17 ̣. πηγὴ Σάμς. φυλῆς Βενιαμίν. Ἀʹ πηγὴ ἡλίου. Σεμρείμ ̣Jos 18, 22 ̣. φυλῆς Βενιαμίν. Σελά ̣Jos 18, 28 ̣. φυλῆς Βενιαμίν. Σαβέ ̣Jos 19, 2 ̣. φυλῆς Συμεών. Σαρίθ ̣Jos 19, 10 ̣. ὅριον Ζαβουλών. Σάμς ̣Jos 19, 12 ̣. Σʹ Θʹ ἡλίου. Σεμερών ̣Jos 19, 15 ̣. κλήρου Ζαβουλών. Σουνήμ ̣Jos 19, 18 ̣. κλήρου Ἰσσάχαρ. καὶ νῦν ἐστι κώμη Σουλὴμ ὡς ἀπὸ σημείων εʹ τοῦ Θαβὼρ ὄρους κατὰ νότον. Σιών ̣Jos 19, 19̣. κλήρου Ἰσσάχαρ. καὶ νῦν ἐστι παρὰ τὸ ὄρος Θαβώρ. Σασιμά ̣Jos 19, 22̣. ὅριον Ἰσσάχαρ. Σιώρ ̣Jos 19, 26 ̣. κλήρου Ἀσήρ. Σεννανείν ̣Jos 19, 33 ̣, δρυός. ὅριον Νεφθαλείμ. Σωρήκ ̣Jos 19, 41 ̣. κλήρου ∆άν, ἔνθα ἦν Σαμψών, πλησίον τῆς λεγομένης Ἐσθαόλ. Σαμές ̣Jos 19, 41 ̣. κλήρου ∆άν. κεῖται καὶ ἀνωτέρω Βεθσαμύς. Σαλαβείν ̣Jos 19, 42 ̣. κλήρου ∆άν. ἀλλὰ καὶ νῦν ἐστι κώμη ἐν ὁρίοις Σεβαστῆς Σαλαβὰ καλουμένη. Σεφέθ ̣Richt 1, 17 ̣. τῶν Χαναναίων. Ἀπὸ τῶν Κριτῶν. Σειρωθά ̣Richt 3, 26 ̣. ἔνθα κατέφυγεν Ἀώδ. κεῖται καὶ ἀνωτέρω Σηειρά. Σοὺρ Ὠρήβ ̣Richt 7, 25̣. Ἀʹ πέτρα Ὠρήβ. Σελμών ̣Richt 9, 48̣. ὄρος, ἐφ' ᾧ ἀνέβη Ἀβιμέλεχ πολεμῶν τὴν Σίκιμα. 160 Σεφινά ̣Richt 12, 1 ̣. Ἀʹ Σʹ βορρᾶν. Σωρήχ ̣Richt 16, 4 ̣. χειμάρρους, ὅθεν ἦν ∆αλιδὰ ἡ τοῦ Σαμψών. ἔστι δὲ καὶ κώμη ἐν βορείοις Ἐλευθεροπόλεως Σωρὴχ λεγομένη. πλησίον ἐστὶ Σαραά, ὅθεν ἦν Σαμψών. Βασιλειῶν. Σωφείμ ̣I Sam 1, 1̣. ἐν ὄρει Ἐφραῒμ τῆς Ἁρμαθαίμ. Σαλισά ̣I Sam 9, 4̣. ἣν διῆλθε Σαούλ. Σεννά ̣I Sam 14, 4̣. ὄνομα πέτρας. Σααλείμ ̣I Sam 9, 4̣. ἣν διῆλθε Σαούλ. κώμη ἐστὶν ἐν ὁρίοις Ἐλευθεροπόλεως πρὸς δυσμαῖς, ὡς ἀπὸ σημείων ζʹ. Σείφ ̣I Sam 9, 5 ̣. ἔνθα εὗρε Σαοὺλ τὸν Σαμουήλ. Σαβείμ ̣I Sam 13, 18̣. ἔνθα ἐπολέμησε Σαούλ. Σωνάμ ̣I Sam 28, 4 ̣. ὅθεν ἦν ἡ Σωμανῖτις. κώμη ἐστὶν ἐν ὁρίοις Σεβαστῆς ἐν τῇ Ἀκραβαττινῇ Σανὶμ καλουμένη. Σαφαμώθ ̣I Sam 30, 28̣. ἔνθα ἀπέστειλε ∆αυίδ. Σεειρά ̣II Sam 3, 26̣. φρέαρ, ὅθεν ἀπέστρεψεν Ἰωὰβ τὸν Ἀβεννήρ. Σουβά ̣II Sam 8, 3 ̣. ταύτης τὸν «βασιλέα ἐπάταξεν» ∆αυίδ. Σαρθάν ̣I Kön 4, 12 ̣. ὑποκάτω Ἰεζραέλ. Σωφειρὰ ̣I Kön 9, 28; 10, 11 ̣ ἡ καὶ Σουφείρ. ἔνθεν ἤρχετο ἡ ναῦς Σολομών. κεῖται καὶ ἀνωτέρω. ὄρος ἀνατολῶν ἐν τῇ Ἰνδικῇ. Σερωρά ̣I Kön 11, 26 ̣. πόλις ἀπιόντων εἰς Ἐδώμ. Σαβά ̣I Kön 10, 1 ̣. πόλις Αἰθιόπων βασιλική, ἥν φησιν Ἰώσιππος Καμβύσην ὀνομάσαι Μερόην, ἐξ ἰδίας ἀδελφῆς ἐπιθέντα τοὔνομα. Σελά ̣II Kön 12, 21̣. ἔνθα ἐπατάχθη Ἰωάς. Σεφφαρουέμ ̣II Kön 17, 24 ̣. ὅθεν μετελθόντες Ἀσσύριοι τὴν Σαμάρειαν ᾤκησαν, ἐξ ὧν οἱ Σαμαρεῖται. μέμνηται καὶ Ἡσαΐας αὐτῆς. Σαδημώθ ̣I Kön 23, 4 ̣. ἔνθα κατέκαυσε τὰ εἴδωλα Ἰωσίας. 162 Σαρεπτά ̣I Kön 17, 9 ̣. κώμη Σιδῶνος ἐπίσημος, ἔνθα παρῴκησεν Ἡλίας. Σαρών ̣Jes 33, 9 ̣. Ἡσαΐας· «ἕλη ἐγένετο ὁ Σαρών». καὶ νῦν δὲ καλεῖται Σαρωνᾶς ἡ ἀπὸ τοῦ ὄρους Θαβὼρ ἐπὶ τὴν Τιβεριάδα λίμνην χώρα. καὶ ἄλλος ἐστὶ Σαρωνᾶς ἡ ἀπὸ Καισαρείας εἰς Ἰόππην χώρα. Σεφηλά ̣Jes 32, 19̣. ἐν Ἡσαΐᾳ. Ἀʹ πεδινή, Σʹ κοιλάς. καὶ εἰς ἔτι νῦν Σεφηλὰ καλεῖται. αὕτη ἐστὶν πᾶσα ἡ περὶ τὴν Ἐλευθερόπολιν πεδινὴ χώρα πρὸς βορρᾶν καὶ δυσμάς. Σενναάρ ̣Micha 1, 11 ̣. ἐν Μιχαίᾳ. Ἀʹ Σενναάν, Σʹ εὐθηνοῦσα. Σεδράχ ̣Zach 9, 1̣. γῆ τῆς ∆αμασκοῦ. ἐν Ζαχαρίᾳ. Σιών ̣Zach 9, 9 ̣. ὄρος ἐν Ἱερουσαλήμ. Σαμάρεια ̣Ez 16, 46 ̣. πόλις βασιλικὴ τοῦ Ἰσραήλ, ἡ νῦν Σεβαστή, καὶ ἡ περὶ αὐτὴν χώρα. Σόρ ̣Ez 26, 2̣. Τύρος, Φοινίκης μητρόπολις.