1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

3

νεκρὰν θάλασσαν ἐκπίπτων. γέγονεν δὲ ἡ Ἀροὴρ κλήρου φυλῆς Γάδ, καὶ λέγεται εἶναι «κατὰ πρόσωπον Ῥαββά». Ἀσταρώθ ̣Deut 1, 4 ̣. πόλις ἀρχαία τοῦ Ὤγ, ἐν ᾗ κατῴκουν οἱ γίγαντες, ἣ γέγονε φυλῆς Μανασσῆ. παράκειται δὲ ἐν τῇ Βαταναίᾳ Ἀδραᾷ πόλει τῆς Ἀραβίας ὡς ἀπὸ σημείων ἕξ. ἡ δὲ Ἀδραὰ τῆς Βόστρης διέστηκε σημείοις κεʹ. κεῖται δὲ καὶ ἀνωτέρω Ἀσταρὼθ Καρναείν. Ἀγροῦ σκοπιά ̣Num 23, 14̣. ὄρος Μωάβ, ἐν ᾧ ἤγαγεν Βαλὰκ τὸν Βαλαὰμ «ἐπὶ κορυφὴν τοῦ λελαξευμένου», ὑπερκείμενον τῆς νεκρᾶς θαλάσσης. ὃ καὶ εἰς ἔτι δείκνυται οὐ μακρὰν τοῦ Ἀρνῶνος διεστός. Ἀραβὼθ Μωάβ ̣Num 26, 3 ̣, ἔνθα δεύτερον ἠριθμήθη ὁ λαός. Ἀʹ πρὸς ὁμαλὰ Μωάβ, Σʹ ἐπὶ τὴν πεδιάδα τῆς Μωάβ, «ἥ ἐστιν ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ». καὶ ἔστι τόπος εἰς δεῦρο δεικνύμενος παρὰ τῷ ὄρει Φογώρ, ὃ παράκειται ἀνιόντων ἀπὸ Λιβιάδος ἐπὶ Ἐσβοῦν τῆς Ἀραβίας ἀντικρὺ Ἱεριχώ. Ἀραβά ̣Deut 1, 1?̣. Ἀκʹ ἐν ὁμαλῇ, Συʹ ἐν τῇ πεδιάδι, Θεοδʹ ἐν δυσμαῖς, Συʹ πάλιν ἐν τῇ ἀοικήτῳ. Ἀσταρώθ ̣Num 32, 34 ̣. πόλις τὸ παλαιὸν τοῦ Ἀμορραίου ἐν τῇ Περαίᾳ, ἣ γέγονεν κλήρου φυλῆς Γάδ. ἐκαλεῖτο δὲ Ἀσταρὼθ υἱὸς Σαλμὼ ἢ Σαλομῶνος, ὡς ἐν Παραλειπομέναις. Ἀσταρὼθ Σωφάρ ̣Num 32, 35̣. πόλις καὶ αὐτὴ φυλῆς Γάδ. 14 Ἀράδ ̣Num 33, 40; 34, 4 ̣. πόλις Ἀμορραίων παρακειμένη τῇ ἐρήμῳ τῇ καλουμένῃ Κάδης. καὶ ἔστιν εἰς ἔτι νῦν κώμη ἀπὸ τετάρτου σημείου Μαλααθῶν, τῆς δὲ Χεβρὼν ἀπὸ κʹ. φυλῆς Ἰούδα. Ἀσεμωνά ̣Num 34, 4 ̣. πόλις ἐν τῇ ἐρήμῳ ἀπὸ νότου τῆς Ἰουδαίας, διορίζουσα Αἴγυπτον καὶ τὴν εἰς θάλασσαν διέξοδον. φυλῆς Ἰούδα. κεῖται καὶ ἀνωτέρω σταθμός. Ἀκραββείν ̣Num 34, 4 ̣. ὅριον τῆς Ἰουδαίας ἀνατολικόν, φυλῆς Ἰούδα. καὶ κώμη δέ ἐστιν μεγίστη διεστῶσα Νέας πόλεως σημείοις θʹ ἐν ἀνατολαῖς κατιόντων ἐπὶ τὸν Ἰορδάνην ὡς ἐπὶ Ἱεριχὼ διὰ τῆς καλουμένης Ἀκραβαττίνης. λέγεται δὲ καὶ ὅριον τῶν Ἀμορραίων Ἀκραβείμ, ἀφ' ἧς οὐκ ἐξῆρε τοὺς ἀλλοφύλους ἡ φυλὴ Νεφθαλείμ, ὡς ἐν Κριταῖς. Ἀσαδαδδά ̣Num 34, 8̣. ὅριον τῆς Ἰουδαίας βόρειον. Ἀράδ ̣Num 34, 4̣. ὅριον καὶ αὐτὸ τῆς Ἰουδαίας. ἀπέχει δὲ Χεβρῶνος σημείοις κʹ πρὸς νότον. κεῖται ἀνωτέρω. Ἀσαρηνάν ̣Num 34, 9 ̣. ὅριον τῆς Ἰουδαίας βόρειον. Ἀσερνά ̣Num. 34, 10 ̣. ὅριον καὶ αὐτὸ τῆς Ἰουδαίας. Ἀρβηλά ̣Num 34, 11 ̣. ὅριον ἀνατολικὸν τῆς Ἰουδαίας. ἔστι δὲ κώμη τις Ἀρβηλὰ πέραν τοῦ Ἰορδάνου ἐν ὁρίοις Πέλλης πόλεως Παλαιστίνης. καὶ ἄλλη δὲ Ἀρβηλὰ κεῖται ἐν τῷ μεγάλῳ πεδίῳ, τῆς Λεγεῶνος διεστῶσα σημείοις θʹ. Αὐλών ̣Deut 1, 1 ̣. πεδιὰς μεγάλη ἐπιμήκης ὁ Αὐλὼν εἰς ἔτι καὶ νῦν καλεῖται. αὕτη δὲ περιέχεται ὄρεσιν ἑκατέρωθεν, παρατείνουσιν ἔκ τε τοῦ Λιβάνου καὶ ἔτι ἄνωθεν ἐπὶ τὴν ἔρημον Φαράν. 16 εἰσὶν δὲ ἐπὶ τοῦ Αὐλῶνος πόλεις ἐπίσημοι Τιβεριὰς καὶ ἡ πρὸς αὐτῇ λίμνη, Σκυθόπολις, Ἱεριχὼ καὶ ἡ νεκρὰ θάλασσα αἵ τε περὶ αὐτὰς χῶραι, ὧν μέσος ὁ Ἰορδάνης φέρεται, ἐξιὼν μὲν ἀπὸ τῶν κατὰ Πανεάδα πηγῶν, εἰς δὲ τὴν νεκρὰν θάλασσαν ἀφανιζόμενος. Ἀμαληκῖτις (?). χώρα ἐν τῇ ἐρήμῳ τῇ πρὸς μεσημβρίαν τῆς Ἰουδαίας, ὑπερκειμένη τῆς νῦν καλουμένης Πέτρας πόλεως, ἀπιόντων εἰς Ἀϊλά. ἐπισημαίνεται δὲ καὶ ἡ γραφὴ λέγουσα «Ἀμαλὴκ δὲ κατοικεῖ ἐν τῇ γῇ πρὸς νότον». ἐκ γειτόνων δὲ αὐτῶν ἄλλος Χαναναῖος ὑπῆρχεν, ὁ καὶ πολεμήσας τοῖς υἱοῖς Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου. ὃ καὶ αὐτὸ μαρτυρεῖ ἡ γραφὴ λέγουσα «ὁ δὲ Ἀμαλὴκ καὶ οἱ Χαναναῖοι κατοικοῦσιν ἐν τῇ κοιλάδι». Ἀραβά ̣Deut 1, 7 ̣ Ἀʹ ὁμαλή, Σʹ πεδιάς. κεῖται καὶ ἀνωτέρω. ἔστι δὲ καὶ κώμη καλουμένη Ἀραβὰ ἐν ὁρίοις ∆ιοκαισαρείας, καὶ ἀπὸ τριῶν σημείων Σκυθοπόλεως ἄλλη πρὸς δυσμάς. Ἀμμᾶν ̣Deut 2, 19 ̣. ἡ νῦν Φιλαδελφία, πόλις ἐπίσημος τῆς Ἀραβίας. «κατῴκουν» δὲ αὐτὴν «πρότερον οἱ Ῥαφαείν», ἔθνος ἀρχαῖον, ὅπερ ἀνεῖλον οἱ υἱοὶ Λὼτ οἱ ἀπὸ Ἀμμᾶν. Ἀργόβ ̣Deut 3, 4̣. χώρα «βασιλείας Ὢγ» ὑπὲρ τὸν Ἰορδάνην, ἣν ἔλαβον οἱ ἀπὸ φυλῆς Μανασσῆ. κεῖται δὲ εἰς ἔτι νῦν κώμη πέριξ Γέρασαν πόλιν τῆς Ἀραβίας ὡς ἀπὸ σημείων ιεʹ πρὸς δυσμάς, καλεῖται δὲ νῦν Ἐργά. ἑρμηνεύει δὲ αὐτὴν ὁ Σύμμαχος περίμετρον. Ἀσηδώθ ̣Deut 3, 17̣. πόλις τῶν Ἀμορραίων, ἣ γέγονε φυλῆς Ῥουβίν.