1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

6

∆ιοκαισαρείας σημείοις ηʹ πρὸς ἀνατολάς. Αἰφραίμ ̣Jos 19, 19 ̣. πόλις κλήρου Ἰσσάχαρ. καὶ ἔστι κώμη Ἀφραία νῦν καλουμένη, ἀπέχουσα Λεγεῶνος ἐν βορείοις μιλίοις ʹ. Ἀνέρθ ̣Jos 19, 19̣. κλήρου Ἰσσάχαρ. Αἴμς ̣Jos 19, 20 ̣. κλήρου Ἰσσάχαρ. 30 Ἀχσάφ ̣Jos 19, 25 ̣. κλήρου Ἀσήρ. Ἀλιμέλεχ ̣Jos 19, 26 ̣. κλήρου Ἀσήρ. Ἀμόδ ̣Jos 19, 26 ̣. κλήρου Ἀσήρ. Ἀβδών ̣Jos 19, 28 ̣. κλήρου Ἀσήρ. Ἀνειήλ ̣Jos 19, 27 ̣. κλήρου Ἀσήρ. ἔστιν κώμη Βαιτοαναία, Καισαρείας ἀπέχουσα σημείοις ιεʹ ἐπὶ τὰ ἀνατολικά, ἐν ὄρει κειμένη, ἔνθα λουτρὰ λέγεται εἶναι ἰαματικά. Ἀχράν ̣Jos 19, 28 ̣. πόλις Ἀσήρ. Ἀμμών ̣Jos 19, 28 ̣. κλήρου Ἀσήρ. Ἀκχώ ̣Jos 19, 30 ̣. ἡ νῦν Πτολεμαΐς. κλήρου Ἀσήρ, ἀφ' ἧς «οὐκ ἐξῆρεν» Ἀσὴρ τοὺς ἀλλοφύλους. Ἀχζείφ ̣Jos 19, 29 ̣. κλήρου Ἀσήρ, ἀφ' ἧς οὐκ ἐξῆραν τοὺς ἀλλοφύλους. αὕτη ἐστὶν Ἔκδιππα ἀπὸ θʹ σημείων Πτολεμαΐδος ἀπιόντων ἐπὶ Τύρον. Ἀμμά ̣Jos 19, 30 ̣. κλήρου Ἀσήρ. Ἀφέκ ̣Jos 19, 30 ̣. κλήρου Ἀσήρ, ἀφ' ἧς οὐκ ἐξῆραν τοὺς ἀλλοφύλους. Ἀδεμμεί ̣Jos 19, 33 ̣. κλήρου Νεφθαλείμ. Ἀσεδείμ ̣Jos 19, 35 ̣. κλήρου Νεφθαλείμ. Ἀμάθ ̣Jos 19, 35 ̣. κλήρου Νεφθαλείμ. Ἀδαμί ̣Jos 19, 36 ̣. κλήρου Νεφθαλείμ. Ἀσώρ ̣Jos 19, 36̣. κλήρου Νεφθαλείμ. καὶ ταύτην ἀνεῖλεν ὁ βασιλεὺς Ἀσσυρίων. Ἀζανώθ ̣Jos 19, 34 ̣. ὅριον Νεφθαλείμ. κώμη ἐν ὁρίοις ∆ιοκαισαρείας ἐν τῇ πεδιάδι. Αἰλών ̣Jos 19, 43 ̣. πόλις κλήρου ∆άν, Λευίταις ἀφωρισμένη κώμη δέ ἐστιν Ἀλοῦς περὶ Νικόπολιν. ἀντὶ δὲ τοῦ Αἰλὼν οἱ Οʹ «οὗ αἱ ἄρκοι» ἐκδεδώκασιν. 32 Ἀπὸ τῶν Κριτῶν. Ἀράδ ̣Richt 1, 16 ̣. πόλις, ἔνθα κατῴκησαν «οἱ υἱοὶ Ἰοθώρ, τοῦ Ἰωβάβ, πενθεροῦ Μωϋσῆ» ἐν μέσῳ Ἰσραήλ. Ἀρέδ ̣Richt 7, 1 ̣. πηγή, ἔνθα παρενέβαλε Γεδεών. Ἀρισώθ ̣Richt 4, 2 ̣. πόλις Σισαρὰ ἄρχοντος Ἰάβις. ἡ δὲ Ἰάβις ἐπέκεινα τοῦ Ἰορδάνου νῦν ἐστι μεγίστη πόλις, Πέλλης πόλεως διεστῶσα σημείοις ʹ ἀνιόντων ἐπὶ Γερασάν. Ἄρες ̣Richt 8, 13 ̣. ἀνάβασις Ἄρες. Ἀʹ δρυμῶν, Σʹ ὀρέων. Ἀρουείρ ̣Richt 11, 33̣. ἔνθα ἐπολέμησεν Ἰεφθαέ. καὶ ἔστι κώμη ἀπὸ σημείων ʹ Αἰλίας ἐν τῷ ὄρει πρὸς βορρᾶν. Ἀριμά ̣Richt 9, 41 ̣. ἔνθα ἐκάθισεν ὁ Ἀβιμέλεχ. Αἰαλίν ̣Richt 12, 12 ̣. πόλις «ἐν γῇ Ζαβουλών», ὅθεν ἦν Αἰαλὼν ὁ κρίνας «τὸν Ἰσραήλ». Ἄβελ ἀμπελώνων ̣Richt 11, 33 ̣. ἔνθα ἐπολέμησεν Ἰεφθαέ. γῆς υἱῶν Ἀμμών. καὶ ἔστιν εἰς ἔτι νῦν κώμη ἀμπελοφόρος Ἀβελὰ ἀπὸ ʹ σημείων Φιλαδελφίας, καὶ ἄλλη πόλις ἐπίσημος, Ἀβελὰ οἰνοφόρος καλουμένη, διεστῶσα Γαδάρων σημείοις ιβʹ τοῖς πρὸς ἀνατολαῖς, καὶ τρίτη τις καὶ αὐτὴ Ἀβελὰ τῆς Φοινίκης μεταξὺ ∆αμασκοῦ καὶ Πανεάδος. Βασιλειῶν. Ἀρμαθὲμ Σειφά ̣I Sam 1, 1̣. πόλις Ἐλκανὰ καὶ Σαμουήλ. κεῖται δὲ αὕτη πλησίον ∆ιοσπόλεως, ὅθεν ἦν Ἰωσήφ, ὁ ἐν Εὐαγγελίοις ἀπὸ Ἀριμαθίας. Ἀβενεζέρ ̣I Sam 4, 1 ̣. λίθος βοηθοῦ. τόπος ὅθεν «τὴν κιβωτὸν» ἦραν «οἱ ἀλλόφυλοι», μεταξὺ Αἰλίας καὶ Ἀσκαλῶνος, πλησίον Βεθσαμὺς κώμης. 34 Ἀφεσδομείμ ̣I Sam 17, 1̣. ἔνθα ἐπολέμει Σαούλ. Ἀʹ ἐν πέρατι ∆ομμείν. Ἀνέγβ ̣I Sam 20, 41̣. Ἀʹ νότου, Σʹ μεσημβρίας. Ἀρίθ ̣I Sam 22, 5 ̣. ἔνθα ἐκάθισε ∆αυίδ. ἔστι κώμη Ἀράθ, Αἰλίας πρὸς δυσμαῖς. Ἀϊαλίμ ̣I Sam 24, 3 ̣. Ἀκʹ τῶν ἐλαφίνων, Θʹ τῶν πετρῶν τῶν ἐλάφων. Ἀενδὼρ ἡ «ἐν Ἰεζραέλ» ̣I Sam 29, 1̣. ἔνθα παρεμβάλλουσιν οἱ υἱοὶ Ἰσραὴλ εἰς πόλεμον. ἔστι νῦν μεγίστη κώμη Ἀενδὼρ πλησίον τοῦ ὄρους Θαβὼρ ἐπὶ νότου ὡς ἀπὸ σημείων δʹ. Ἄφεκ ̣I Sam 29, 1̣. πλησίον Ἀενδὼρ τῆς Ἰεζραέλ, ἔνθα ὁ πόλεμος συνέστη τῷ Σαούλ. Ἀρμά ̣I Sam 30, 26. 30 ̣. ἔνθα ἀπέστειλε ∆αυὶδ «τῶν σκύλων». Ἀθάχ ̣I Sam 30, 26. 30 ̣. ἔνθα ἀπέστειλε ∆αυὶδ «τῶν σκύλων». Ἀμμά ̣II Sam 2, 24 ̣. «ὁδὸς ἔρημος Γαβαών». Ἀεθθὰν Ἀδασαί ̣II Sam 24, 6̣. Σʹ τὴν κατωτέραν ὁδόν. Ἁλὼν Ὀρνᾶ ̣II Sam 24, 16 ̣. αὕτη ἐστὶν Ἱερουσαλήμ. Ἀσσούρ ̣I Kön 9, 15 ̣. ἐν τῇ Ἰουδαίᾳ πόλις, ἣν ᾠκοδόμησε Σολομών. Ἀβελμαελαί ̣I Kön 4, 12̣. πόλις ἑνὸς τῶν ἀρχόντων Σολομών, ὅθεν Ἐλισσαῖος. κώμη νῦν ἐστιν ἐν τῷ Αὐλῶνι, Σκυθοπόλεως διεστῶσα σημείοις ιʹ, ἣ νῦν καλεῖται Βηθμαελά. ἔστι δὲ καὶ Ἀβελμεὰ κατιόντων ἀπὸ Νέας πόλεως εἰς Σκυθόπολιν. Αὐωθιαείρ ̣I Kön 4, 13 ̣. πόλις ἑνὸς ἄρχοντος Σολομών. Ἀϊλάθ ̣I Kön 9, 26 ̣. «ἐπὶ τοῦ χείλους τῆς ἐσχάτης θαλάσσης ἐν γῇ Ἐδώμ». κεῖται καὶ ἀνωτέρω Ἀϊλάς. Ἀϊλώθ ̣II Kön 14, 22 ̣. ταύτην ᾠκοδόμησεν