1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

4

καὶ πρὸ τοῦ τέλους οὐκ ἀποφαίνο μαι, διὰ σέ. Ὅρα πῶς καὶ τοὺς οἰκέτας ἐπαίδευσεν εὐθέως, καὶ ἐδίδαξεν, ὅτι φιλόθεός τίς ἐστιν. Καὶ οὐχ ἁπλῶς, Μεθ' ἡμῶν, φησὶ, ποίησον, ἀλλὰ, Μετὰ τῶν παίδων σου· καὶ ἀρχόμενος οὕτως ἔλεγε· Πείρασον τοὺς παῖδάς σου. Οὐ παρῃτοῦντο τὰς ἀνθρωπίνας τιμὰς, ἔνθα τὴν εὐσέβειαν οὐδὲν ἔβλαπτεν, ἐπιδεί ξασθαι· ἐπεὶ καὶ Παῦλος αὐτὸ ποιεῖ. Ἀπολογίας ἀρχό μενος, ἐξ ἐγκωμίων τοῦ δικάζοντος ἄρχεται οὕτω λέγων· Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ· καὶ πολιτικοῖς κέχρηται πράγμασι. Καὶ προφητεύων δὲ ὁ Νάθαν προσκυνεῖ τὸν ∆αυῒδ, καὶ ὁ Ἰακὼβ τὸν Φαραὼ, καὶ ὁ Ἀβραὰμ τοὺς συνοίκους. Καὶ οὗτος αὐτὸς, Εἰς τὸν αἰῶνα, φησὶ, ζῆθι. Ὅρα ῥῆμα κολα κείας γέμον. Ἀλλ' οὐκ ἂν εἴποιμι τοῦτο κολακείαν, ἀλλὰ σύνεσιν καὶ σοφίαν. Οὕτω καὶ Παῦλός φησι· Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. Οὕτω καὶ ὁ Χριστὸς ἐδίδασκεν· Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Τί οὖν; τὰ σπέρματα μιαρὰ οὐκ ἦν; Οὐ δαμῶς, οὐδὲ τὸ ὕδωρ. Καὶ τοῦτο διετέλεσαν ἔτη τρία ποιοῦντες. Καὶ μετὰ τὸ τέλος, φησὶ, τῶν ἡμερῶν, ὧν εἶπεν ὁ βασιλεὺς, εἰσαγαγεῖν αὐτοὺς, εἰσ ήγαγεν αὐτοὺς ὁ ἀρχιευνοῦχος πρὸς Ναβουχοδο νόσορ. Καὶ οὐχ εὑρέθησαν ἐκ πάντων αὐτῶν ὅμοιοι ∆ανιὴλ, καὶ Ἀνανίᾳ, καὶ Μισαὴλ, καὶ 56.199 Ἀζαρίᾳ. Καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως· καὶ ἐν παντὶ ῥήματι σοφίας καὶ ἐπιστήμης, ἐν οἷς ἐζήτησε παρ' αὐτῶν ὁ βασιλεὺς, εὗρεν αὐτοὺς δεκαπλασίονας ὑπὲρ πάντας τοὺς ἐπαοιδοὺς, καὶ τοὺς μάγους, τοὺς ὄντας ἐν πάσῃ τῇ βασι λείᾳ αὐτοῦ. Καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν, φησὶ, ὡράθησαν αἱ ἰδέαι αὐτῶν ἀγαθαὶ, καὶ εἰς κάλλος καὶ εὐεξίαν ἐπέδωκαν. Ὅρα παρὰ φύσιν τὰ πρά γματα· ὅρα παρανοίγοντα τὸν ∆ημιουργὸν τὴν ἐνέρ γειαν τὴν αὑτοῦ. Καθάπερ γὰρ πλαστογράφος ἐκεῖνος ἂν μάλιστα φανείη, ὁ μὴ μόνον ἀναχωνεῦσαι τὸν χαλκὸν δυνάμενος καὶ διαπλάσαι, ἀλλὰ καὶ τού του οὐχ ἧττον ὁ γενόμενον ἤδη τὸν ἀνδριάντα διορ θῶσαι δυνάμενος· οὕτω καὶ ἐπὶ τοῦ Θεοῦ καὶ τῶν παίδων ἐκείνων ἴδοι τις ἄν. Τοῦ γὰρ ἀπὸ γῆς ἄνθρω πον ποιῆσαι τὸ μετὰ τοιαύτης τροφῆς εὐπαθῆ δεῖξαι τὰ σώματα οὐχ ἧττον εἰς δημιουργίας λόγον τεκμή ριον ἦν. Πόθεν ἡ εὔχροια; πόθεν τὸ ἄνθος ἀποστίλβον; πόθεν ἡ ἰσχύς; Ἴστε δὲ ὅτι καὶ καθαιρεῖ ἰσχὺν ἡ ὑδροποσία, καὶ φάγησις σπερμάτων. Οὐδὲ γὰρ ἄρτον ἠνείχετο φαγεῖν. Οὐκ ὀλίγον δὲ τὸ μέσον τοῦ κατειρ γασμένου σίτου καὶ ἀνεργάστου. Οὐ γὰρ ἐκ τοῦ φα γεῖν μόνον γίνεται ἡ ἰσχὺς, ἀλλὰ καὶ ἐκ τοῦ πεφθῆναι τὰ διδόμενα· ταῦτα δὲ πεφθῆναι οὐκ ἦν κατὰ τὴν φύσιν. Ὅρα τὰ σημεῖα ταῦτα οὐκ ἐκ φιλοτιμίας τῶν αἰτούντων λαμβάνοντα τὴν ἀρχὴν, ἀλλὰ ἀπὸ χρείας ἀναγκαίας ἔχοντα τὴν ὑπόθεσιν. Οὐ γὰρ ἁπλῶς οὐδε νὸς προκειμένου ἐπεπήδησε τῇ πείρᾳ, ἀλλὰ ἀνάγκης αὐτὸν ἐπὶ τοῦτο καλούσης. Οὕτω καὶ πόῤῥω φιλοτι μίας ἦν τῶν παίδων ἡ ψυχή. Καίτοι γε τίς τοσαύτην ἔχων πίστιν, καὶ ἐν μέσοις βαρβάροις ὢν, οὐκ ἂν ἠθέλησεν ἐπιδείξασθαι τοῖς κρατοῦσι τὴν εὔνοιαν, ἣν ὁ Θεὸς ἔχει περὶ αὐτούς; Ἀλλ' οὐχ οὗτοι. Ὅρα καὶ ἐπὶ τῶν ἐλεγχόντων πρεσβυτέρων πάλιν, πῶς ἐξ ἀνάγκης ἔρχεται.

ΚΕΦΑL. Βʹ.

Ἐν τῷ ἔτει δευτέρῳ τῆς βασιλείας Ναβουχοδονόσορ, ἐνυπνιάσθη

Ναβουχοδονόσορ ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμα αὐτοῦ, καὶ ὁ ὕπνος αὐτοῦ ἐγένετο ἐξ αὐτοῦ. Καὶ μὴν δωδέκατον τοῦτό ἐστιν ἔτος. Εἰ γὰρ τρία ἔτη μετὰ τὸ ἁλῶναι τὴν πόλιν ἦν, ἐκείνη δὲ ἐννάτῳ ἑάλω, δωδέκατον τοῦτό ἐστιν ἔτος. Τινές φασιν ὅτι τῷ αὐτῷ σημείῳ παρ' Ἑβραίοις καὶ οὗτος κἀκεῖνος ὁ ἀριθμὸς γίνεται. Ἡ καὶ σφάλμα γραφικόν ἐστιν, ἢ δευτέρῳ ἔτει παραστῆναι τοὺς 56.200 παῖδας. Ἀλλ' οὐκ ἂν ἔχοι λόγον. Πρᾶγμα δὲ συμβαί νει ἀπορώτερον. Ποῖον δὲ τοῦτο; Τὸ μὴ εἰδέναι τί ποτέ ἐστι τὸ ἐνύπνιον. Καὶ σαφῶς τοῦτο γίνεται. Εἰ γὰρ μὴ τοῦτο ἐγένετο, οὐκ ἂν ἐφάνη ἡ σοφία τοῦ ∆ανιήl. Ὁρῶμεν γὰρ ὅτι καὶ ἐκλήθη ἂν, καὶ εἶπε τὸ μέλλον· ἔλεγον