1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

4

κατήλλαξεν ἡμᾶς ὁ θεὸς ἑαυτῷ, ἀλλ' ὅτι καὶ πάντα δὴ τὰ παλαιὰ ἔλυσε κακά. ποῖα ταῦτα; ἡμαρτηκότος γὰρ τοῦ Ἀδὰμ καὶ μὴν καὶ θνητοῦ διὰ τοῦτο γεγονότος, ἥ τε ἁμαρτία πάροδον ἔλαβεν εἰς τοὺς ἑξῆς καὶ ὁ θάνατος πάντων ἐκράτει τῶν ἀνθρώπων ὡς εἰκός. πάντων γὰρ ἡμαρτηκότων, εἰ καὶ μὴ παραπλησίαν τῷ Ἀδὰμ ἁμαρτίαν ἀλλ' οὖν γε ὁπωσδήποτε, τῶν μὲν οὕτω τῶν δὲ οὕτω, ἀνάγκη καὶ τὸν θάνατον ἦν κρατεῖν ἐφ' ἁπάντων ὁμοίως. ἀλλ' οὐδὲ ὁ νόμος ἐπεισελθὼν ἀνελεῖν αὐτὴν ἀπὸ τῶν ἀνθρώπων ἐδυνήθη· τοὐναντίον μὲν οὖν καὶ ἡ τοῦ ἁμαρτάνειν ἀφορμὴ ἐντεῦθεν ἡμῖν ἐπεγίγνετο τῷ μηδὲ οἷόν τε εἶναι ἁμάρτημα κρίνεσθαι νόμων ἐκτός. ὄντων δὲ τῶν καθ' ἡμᾶς ἐν τούτοις ὡς μηδεμίαν τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς ὑποφαίνεσθαι ἐλπίδα, λύσιν ἁπάντων ὁ Χριστὸς εἰργάσατο τῶν κακῶν. διὸ συντόμως ἐπήγαγε τὸ ὅς ἐστι τύπος τοῦ μέλλοντος, ἵνα εἴπῃ ὅτι ἐγένετο δὲ τὰ κατὰ τὸν Ἀδὰμ τύπος τῶν κατὰ Χριστόν, ἐπειδὴ ὥσπερ δι' ἐκείνου τῶν χειρόνων ἡ πάροδος ἐγένετο, οὕτω διὰ τούτου τῆς τῶν κρειττόνων ἀπολαύσεως τὴν ἀφορμὴν ἐδεξάμεθα. Ro+m 5,15 Καὶ οὐδὲ τὸ τοῦ παραπτώματος εἶδος, φησί, τοσοῦτον ὅσον τὸ τοῦ χαρίσματος· εἰ γὰρ καὶ ἡ τοῦ ἑνὸς ἁμαρτία τοῖς ἀνθρώποις τὸν θάνατον ἐπήγαγεν, ἀλλ' οὖν γε ἡ διὰ τοῦ Χριστοῦ δωρεὰ μείζων τις περὶ τοὺς ἀνθρώπους ἐγένετο. τὸ γὰρ οἱ πολλοὶ ἀπέθανον ἀντὶ τοῦ πάντες λέγει· πάντες γὰρ ἀπέθανον, ὡς αὐτὸς ἀνωτέρω φησίν· εἰς πάντας ἀνθρώπους διῆλθεν ὁ θάνατος. δῆλον δὲ ὅτι τὸ καὶ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν ὁμοίως ἀντὶ τοῦ εἰς πάντας λέγει· κοινὴ γὰρ καὶ ἡ τῆς ἀναστάσεως χάρις ἁπάντων ἀνισταμένων ὁμοίως. Ro+m 5,16 Μίαν ταύτην αἰτίαν λέγει τῆς διαφορᾶς· ἐκεὶ μὲν γάρ, φησίν, εἷς ἡμαρτηκὼς καὶ κατακριθεὶς διὰ τοῦτο εἰς τοὺς ἑξῆς τὴν τιμωρίαν ἐνεχθῆναι παρεσκεύασεν, πάντας κοινωνοὺς τῆς ἀποφάσεως ἐσχηκὼς τοῦ θανάτου. ἡ δέ γε χάρις οὐχ ὁμοίως· οὐ γὰρ ἀφ' ἑνὸς ὥσπερ ἐπὶ τοῦ Ἀδὰμ εἰς τοὺς ἑξῆς ἐλήλυθεν, ἀλλὰ πολλῶν ὄντων τῶν ἤδη κατα κεκριμένων σύντομον εἴς τε τοὺς πρότερον καὶ εἰς τοὺς ἑξῆς ἀνθρώ πους τῆς δωρεᾶς ἐποιήσατο τὴν ἐξάπλωσιν. ἔστιν οὖν μείζων πολλῷ· εἴπερ ἐκεῖνο μὲν ἔβλαψε τοὺς ἑξῆς, τοῦτο δὲ οὐ τοὺς ἑξῆς μόνον ὠφέλησεν, ἀλλὰ γὰρ καὶ τοὺς προειληφότας ἔλυσε τῶν ἐγκλημάτων. Ro+m 5,17 Ἔτι μὴν κἀκεῖνο, φησί, πολλὴν δείκνυσι τὴν διαφοράν, ὅτι ἐκεῖ μὲν ὁ θάνατος εἰσαχθεὶς τῇ τοῦ Ἀδὰμ ἁμαρτίᾳ καὶ κρατήσας ἐπὶ τῶν ἀνθρώπων ἐδέξατο λύσιν, ἡ δέ γε τῆς δωρεᾶς ἀπόλαυσις διὰ τοῦ Χριστοῦ προσγεγονυῖα ἡμῖν, δι' ἣν καὶ τῆς ἀναστάσεως τευξόμεθα καὶ ἐν δικαιοσύνῃ διατελέσομεν ἁμαρτεῖν οὐκ ἐπιδεχόμενοι, λύσιν οὐ δέξεται· διαμενοῦμεν γὰρ τῆς μελλούσης ζωῆς διηνεκῶς ἀπολαύοντες.Ro+m 5,18-19 Ἀρκούντως ἐκ τοῖς προκειμένοις τὴν διαφορὰν δείξας τῶν πραγμά των συλλογίζεται ἐνταῦθα τὸ πᾶν πρὸς τὸ διὰ τοῦτο ὥσπερ δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, ταῦτα ἀποδιδοὺς καὶ λέγων ὅτι δέδεικται διὰ τούτων ἡμῖν, ὅπως τοῦ Ἀδὰμ καὶ ἁμαρτήσαντος καὶ θανάτου αἰτίου γεγονότος ὁ Χριστὸς καὶ τὴν λύσιν τῶν ἁμαρτημάτων ἡμῖν ἐχαρίσατο, καὶ τὴν ἀπαλλαγὴν τοῦ θανάτου τῇ τῆς ἀναστάσεως ἐλπίδι καθ' ἣν ἔξω πάσης ἁμαρτίας πολιτευσόμεθα· τοῦτο γὰρ λέγει δικαίωσιν ζωῆς. καὶ ὥσπερ ἡ ἐκείνου, φησίν, ἁμαρτία τοὺς λοιποὺς ἀνθρώπους θνητούς τε ἐποίησε καὶ ἐπιρρεπεῖς διὰ τούτου περὶ τὴν ἁμαρτίαν εἶναιτοῦτο γὰρ λέγει τὸ ἁμαρτωλοί, οὕτως ὁ Χριστὸς τὴν ἀνάστασιν ἡμῖν ἐδωρήσατο, ὥστε ἐν ἀθανάτῳ τῇ φύσει καταστάντας πάσης ἁμαρτίας διάγειν ἐλευθέρους ἐν ἀκριβεῖ τῇ δικαιοσύνῃ πολιτευομένους. ἔδειξε δὲ κἀν ταῦθα ὅτι τὸ οἱ πολλοὶ ἀντὶ τοῦ πάντες λέγει· εἰπὼν γὰρ τὸ εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς, ἐπήγαγεν· ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί, ὥστε δῆλον ὅτι οἱ πολλοὶ ἀντὶ τοῦ οἱ πάντες λέγει καὶ ἐν τοῖς ἀνωτέροις κἀνταῦθα. Ro+m 5,21 Τὸ βασιλεῦσαι ἐν τῷ θανάτῳ τὴν ἁμαρτίαν οὕτως λέγει· μείζονα περὶ τὸ ἁμαρτάνειν ῥοπὴν θνητοὶ γεγονότες ἐσχήκαμεν. πολλὰ